Ancient Greek · ~25 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.15.1
Not analysed yet
Ἰωσαφὰτ δὲ τῷ βασιλεῖ Ἱερουσαλὴμ ἀπὸ τῆς πρὸς Αχαὰβ συμμαχίας ἐπανελθόντι Ἰηοὺ ὁ προφήτης ἐπενεκάλει ὅτι ἀνθρώπῳ συνεμάχησεν ἀσεβεῖ· ῥυσθῆναι δ’ αὐτὸν ἔλεγε παρὰ τοῦ θεοῦ, καίτοι τῷ ἔργῳ αὐτοῦ προσοχθίσαντος. ὁ δὲ βασιλεὺς ηὐχαρίστει. εἶτα τὴν ὑπ’ αὐτὸν περιερχόμενος χώραν τοὺς νόμους τηρεῖν ἐνετέλλετο, καὶ κριτὰς πανταχοῦ καταστήσας δικαίως κρίνειν προσέταττε. Μωαβιτῶν δὲ καὶ Ἀμμανιτῶν προσλαβομένων καὶ Ἄραβας ἐπελθόντων αὐτῷ, ἐπεκαλεῖτο τὸν θεὸν εἰς βοήθειαν. προφήτης δέ τις ὑπερμαχῆσαι αὐτοῦ τὸν θεὸν εἶπε, καὶ κελεύει ἐξαγαγεῖν μὲν τὴν στρατιάν, μὴ συμμί- ξαι μέντοι τοῖς πολεμίοις, ἑστῶτας δ’ ὁρᾶν τὴν θεόθεν ἐπικουρίαν. ἴωθεν δ’ ἐξελθὼν μετὰ τῆς στρατιᾶς ὁ βασιλεὺς τῇ μὲν ἵστασθαι ἐνετέλλετο, τοὺς ἱε- ’ρεῖς δὲ προεστάναι τοῦ στρατεύματος μετὰ τῶν σαλπίγγων, καὶ τοὺς Λευίτας καὶ τοὺς ὑμνῳδοὺς ἅδειν εὐχαριστήριον τῷ θεῷ. οἱ δὲ πολέμιοι κατ’ ἀλλήλων κινηθέντες ἀλλήλους ἀπέκτεινον, ὡς μηδένα σωθῆναι. Ἰωσαφὰτ δὲ εἰς διαρπαγὴν ἀφῆκε τῇ στρατιά τὴν τῶν ἐναντίων παρεμβολήν. ἐντεῦθεν ὡς τὸ θεῖον ἔχοντα σύμμαχον δείσαντες αὐτὸν οἱ ἀλλόφυλοι ἠρέμουν. Οχοζίας δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῖς ἑαυτοῦ γονεῦσιν εἰς πονηρίαν ὡμοίωτο. περὶ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας αὐτοῦ ἐπέσχον οἱ Μωαβῖται τοὺς φόρους, οὓς εἰσέφερον τῷ πατρὶ αὐτοῦ. νοσήσας δὲ πρὸς τὴν Ἀκκαρῶν θεόν, Μυῖαν ὠνομασμένην, ἔπεμψεν ἐρωτῶν ἑέ ἀναρρωσθήσεται. Ἠλίας δὲ τοῖς ἐσταλμένοις ὑπαντήσας ἀναστρέφειν ἐκέλευε καὶ λέγειν τῷ πέμψαντι πρὸς τὸν τῶν ἀλλοφύλων θεόν, ὡς τῷ Ἰσραὴλ μὴ ὄντος θεοῦ, ὅτι ἐκ τῆς κλίνης οὐκ ἀναστήσεται. καὶ οἱ ἄνδρες ἐπανελθόντες εἶπον ἃ ἤκουσαν. Ὀχοζίας δὲ τίς ὁ ταῦτα εἰρηκὼς εἴη ἠρώτα. τῶν δὲ μὴ εἰδέναι φησάντων, τὸ εἶδος τοῦ ἀνδρὸς ἐκείνου λέγειν ἀπῄτει αὐτούς. εἰπόντων δὲ δασὺν εἶναι καὶ ζώνην δερματίνην περιεζῶσθαι, συνῆκεν ὡς Ἠλίας ἦν. καὶ πέμψας πεντηκόνταρχον σὺν τοῖς ὑπ’ αὐτὸν ἀχθῆναι τὸν προφήτην ἐκέλευσε. καὶ ὁ σταλεὶς ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους εὑρὼν αὐτὸν ἥκειν ἐκέλευε πρὸς τὸν βασιλέα. εὐξαμένου δὲ Ἠλιοὺ πῦρ οὐραυόθεν ῥυὲν διέφθειρε τὸν πεντηκόνταρχον καὶ τοὺς σὺν αὐτῷ. καὶ ὁ βασιλεὺς ἕτερον ἔστειλε πεντηκόνταρχον μετὰ τῶν πεντήκοντα· κἀκείνους ὁμοίως πῦρ οὐράνιον ἐδαπάνησε. καὶ αὖθις τρίτος ἐπέμφθη ταξίαρχος σὺν τοῖς ὑπ’ αὐτόν. ὃς ἐπὶ τὸν προφήτην ἐλθών, πεσὼν προσεκύνησε καὶ παρῃτεῖτο τὴν ἐξ αὐτοῦ τιμωρίαν, λέγων ἄκων ἥκειν βασιλικῷ πεπεισμένος κελεύσματι, καὶ παρεκάλει αὐτὸν ἀπελθεῖν πρὸς τὸν βασιλέα. Ἠλιοὺ δέ, ἀγγέλου αὐτῷ πορευθῆναι εἰπόντος καὶ μὴ πτοεῖσθαι, κατῆλθεν ἐκ τοῦ ὄρους, καὶ ἀπελθὼν τῷ βασιλεῖ ἔφη “ἐπεὶ πρὸς ἀλλότριον θεὸν ἔστειλας ζητῶν εἰ ζήσεις, ἴσθι ὡς οὐκ ἀναστήσῃ ἐκ τῆς νόσου, ἀλλὰ τεθνήξῃ. ἀπέθανεν οὖν Ὀχοζίας κατὰ τὴν τοῦ προφήτου πρόρρησιν, τῷ ἀδελφῷ Ἰωρὰμ τὴν βασιλείαν καταλιπών. ὃς τὰς μὲν στήλας τοῦ Βάαλ, ἃς ἔστησεν Ἀχαὰβ ὁ πατὴρ αὐτοῦ, συνέτριψε, τἄλλα δὲ ἀσεβὴς καὶ πονηρὸς ἦν καὶ τοῖς γονεῦσι προσεοικώς. Ηλιοὺ δὲ ἀναλαμβάνεσθαι μέλλων ἐπορεύθη μετὰ Ελισσαιέ. καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην τῇ μηλωτῇ αὐτοῦ τὸ ὕδωρ ἐπάταξε, καὶ διῃρέθη τὸ ὕδωρ, καὶ διῆλθον ἄμφω ἐπὶ ξηρὰς. εἶτα “αἴτησαι” εἶπε Ελισσαιέ “τί ποιήσω σοι.” ὁ δὲ διπλῆν τὴν ἐν αὐτῷ τοῦ πνεύματος χάριν γενέσθαι ᾔτησεν ἐπ’ αὐτόν. Ηλίας δὲ φορτικὸν εἶπεν εἶναι τὸ αἴτημα, “πλὴν εἰ ὄψει με ἀναλαμβανόμενον, γενήσεταί σοι.” ἔτι δὲ λαλούντων αὐτῶν ἅρμα ἔμπυρον σὺν ἵπποις ὁμοίοις ἐπέστη καὶ ἥρπασε τὸν Ἠλίαν. ἀναφερόμενος δὲ τὴν μηλωτὴν αὐτοῦ ἐπέρριψε τῷ Ἐλισσαιέ. καὶ ὃς λαβὼν αὐτὴν μηκέτι τὸν Ἠλίαν ὁρῶν ὑπέστρεψε. καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην ἀπόπειραν ἐποιεῖτο εἰ ἔλαβε τὴν χάριν ὡς ᾔτησε, καὶ ἐπάταξε τὸ ὕδωρ τῇ μηλωτῇ· τὸ δὲ οὐ διῄρητο. καὶ εἶπε “ποῦ ὁ θεὸς Ἠλίου; καὶ ἐπάταξε πάλιν· καὶ διέστη τὸ ὕδωρ, καὶ διῆλθεν. ἰδόντες δὲ αὐτὸν υἱοὶ τῶν προφητῶν πεντήκοντα εἶπον “ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἐλισσαιέ,” καὶ ἠκολούθησαν αὐτό. καὶ ἐζήτουν πορευθῆναι, ἐρευνήσοντες μήποτε ἦρε τὸν Ἠλίαν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐφ᾿ ἓν τῶν ὀρέων ἢ τῶν βουνῶν· Ἐλισσαιὲ δὲ οὐκ ἐπέτρεπεν· ἐγκειμένων δ᾿ ἐκείνων κατένευσε. καὶ ἐπορεύθησαν πεντήκοντα ἄνδρες καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον. Ἐλισσαιὲ δὲ ἐν Ἱεριχῷ ἦν. καὶ ἦλθον οἱ ἄνδρες τῆς πόλεως πρὸς αὐτὸν δεόμενοι μεταβληθῆναι παρ᾿ αὐτοῦ τὰ ὕδατα τοῦ τόπου ἐκείνου πονηρὰ ὄντα καὶ ἀτεκνοῦντα. ὁ δὲ ἐν ἀγγείῳ καινῷ ἅλας αὐτῷ κομισθῆναι ἐζήτησε, καὶ κομισθέντος εἰς τὴν πηγὴν τῶν ὑδάτων καθῆκεν ἅλας ἐπικαλούμενος τὸν θεόν, καὶ τὰ ὕδατα ἐκ πικρίας εἰς γλυκύτητα μετεβλήθησαν καὶ οὐδὲν αὐτοῖς ἐναπέμεινε βλαβερόν. ἀπιόντος δέ που τοῦ προφήτου Ἐλισσαιὲ παιδάρια μικρὰ κατέπαιζον αὐτοῦ βοῶντα “ἀνάβαινε, φαλακρέ.” ἀλγήσας δ᾿ ἐπὶ τούτῳ κατηύξατο αὐτῶν. καὶ ἐξῆλθον ἄρκτοι ἀπὸ τοῦ ὄρους καὶ ἀπέκτειναν ἐκ τῶν παιδίων δύο καὶ τεσσαράκοντα. Ἰωρὰμ δὲ ὁ υἱὸς Ἀχαὰβ μέλλων κατὰ Μωαβιτῶν ἐκστρατεύειν, Ἰωσαφὰτ τὸν βασιλέα τῆς Ἰουδαίας ἠξίου συμμαχῆσαι αὐτῷ. ὁ δὲ καὶ τὸν Ἰδουμαίων βασιλέα ὑπείκοντα αὐτῷ προσλαβέσθαι σύμμαχον ἐπηγγείλατο. ἑνωθέντες δ᾿ οἱ τρεῖς βασιλεῖς διὰ τῆς ἐρήμου ἀπῄεσαν ἐπὶ ἡμέρας ἑπτά. καὶ τὸ ὕδωρ ἐπέλειψε τοῖς στρατεύμασιν. ἦλθον οὖν πρὸς Ἐλισσαιὲ οἱ τρεῖς βασιλεῖς καὶ ἐδέοντο σώζειν αὐτοὺς καὶ τὴν στρατιάν. ὁ δὲ τῷ Ἰωρὰμ ἔφη “πρὸς τοὺς τοῦ πατρός σου καὶ τῆς μητρός σου ἄπιθι προφήτας,” καὶ ὤμοσε μὴ ἂν ἀποκριθῆναι αὐτῷ εἰ μὴ διὰ Ἰωσαφάτ. εἶτα ψάλλοντά τινα κληθῆναι ἐκέλευσε. ψάλλοντος δ᾿ ἐκείνου πνεῦμα κυρίου ἐνέπνευσε τῷ προφήτῃ, καὶ ἐπέταξε βόθρους πολλοὺς ὀρύξαι παρὰ τὸν χείμαρρον· “ὄψεσθε γάρ” ἔφη “πλήρη τὸν χείμαρρον οὔτε πνεύματος πνεύσαντος οὔθ’ ὑετοῦ γεγονότος, καὶ πίεσθε εἰς κόρον, καὶ τῶν ἐχθρῶν κυριεύσετε. καὶ ὁ μὲν οὕτως προείρηκεν· ἕωθεν δὲ τῇ ἐπαύριον ὁ χείμαρρος ὑδάτων ἐπέπληστο, καὶ πλημμύρας γενομένης ἅπαν τὸ πρόσωπον τῆς γῆς ἐκείνης τὸ ὕδωρ ἐκάλυψεν. ἀνατείλαντος δὲ τοῦ ἡλίου πυρώδους καὶ προσβαλόντος τοῖς ὕδασιν, ἐρυθρὰ ταῦτα πρὸς τὴν αὐγὴν τοῦ ἡλίου ἐφαίνοντο. οἱ οὖν Μωαβῖται ἐν τοῖς ὄρεσιν ἐστρατοπεδευκότες καὶ ὑψόθεν κατασκοποῦντες, αἷμα τὸ ὕδωρ ὑπολαβόντες, καὶ νομίσαντες τοὺς βασιλεῖς πρὸς ἀλλήλους μαχέσασθαι καὶ ἀποκτεῖναι ἀλλήλους τοὺς στρατιώτας αὐτῶν, ὥρμησαν ἀσυντάκτως εἰς τὴν τῶν σκύλων διαρπαγήν. καὶ τῶν ἐχθρῶν περιστάντων αὐτούς, οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ἔφυγον. οἶ δὲ Ἰσραηλῖται διώκοντες εἰς τὴν Μωαβῖτιν ἐνέβαλον καὶ τάς τε πόλεις καθεῖλον καὶ τὴν χώραν ἠρήμωσαν. ὁ βασιλεὺς δὲ Μωὰβ εἰς τὴν πόλιν ἐπανελθών, τὸν πρωτότοκον υἱὸν αὐτοῦ ἐπὶ τὸ τεῖχος ἀναγαγὼν ἐξ ἀπογνώσεως ἔθυσε καὶ ὡλοκαύτωσε τῷ θεῷ. τοῦτο οἱ βασιλεῖς ἰδόντες καὶ τῆς ἀπογνώσεως ἐκεῖνον οἰκτείραντες ἔλυσαν τὴν πολιορκίαν. Ἰωσαφὰτ δὲ ἐπανελθὼν εἰς Ἱεροσόλυμα τελευτᾷ, ζήσας μὲν ἔτη ἑξήκοντα, βασιλεύσας δ’ ἐκ τούτων πέντε καὶ εἴκοσιν, ἀνὴρ γενόμενος θεοσεβής τε καὶ δίκαιος. πολλοὺς δὲ παῖδας λιπών, διάδοχον τῆς βασιλείας τὸν πρεσβύτατον ἐποιήσατο, Ἰωρὰμ κεκλημένον ὁμωνύμως τῷ Ἰσραηλιτῶν βασιλεῖ μητραδέλφῳ ὄντι αὐτοῦ.