Ancient Greek · ~17 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.18.1
Not analysed yet
Ὁ δὲ τοῦ Ἰοῦδα βασιλεὺς Ἰωράμ, ἡ γὰρ αὐτὴ κλῆσις ἀμφοῖν τοῖν βασιλέοιν προσῆν, εἰς ἀσέβειαν ἐξεκυλίσθη παρὰ τῆς γυναικὸς αὐτοῦ Γοθολίας, θυγατρὸς οὔσης τοῦ Ἀχαάβ, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἀνεῖλε καὶ τοὺς πατρῴους θεράποντας, καὶ τὸν λαὸν συνασεβεῖν αὐτῷ κατηνάγκαζεν. οὕτω δὲ βιοῦντι ὁ προφήτης ἐπέστειλε, μηνύων αὐτῷ τὸν ἐσόμενον ὄλεθρον καὶ τὴν τῶν γυναικῶν αὐτοῦ καὶ τῶν τέκνων φθορὰν διὰ τὴν ἀσέβειαν καὶ τὴν τοῦ λαοῦ κάκωσιν· ἃ καὶ εἰς ἔργον ἐξέβησαν, Ἀράβων ἐπιστρατευσάντων τῇ Ἰουδαίᾳ, ἑνὸς τῶν υἱῶν αὐτοῦ περισωθέντος τοὐ Ὀχοζίου. Ἰωρὰμ δὲ μετὰ ταῦτα νοσήσας, ὡς ὁ προφήτης προείρηκε, βιαίως ἐξέψυξε, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ ὀκτώ. ἡ δ᾿ ἀρχὴ τῷ υἱῷ αὐτοῦ Ὀχοζίᾳ περιελήλυθεν. Ἰωρὰμ δὲ τῷ ἑτέρῳ, τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, κατὰ τῶν Σύρων στρατεύσαντι συνέβη τοξευθῆναι ἐν τῷ πολέμῳ. καὶ ὁ μὲν ἀνεχώρησε θεραπευθησόμενος τὴν πληγήν, ἡγεμόνα τῆς στρατιᾶς καταλείψας Ἰηοῦν τὸν τοῦ Ἀμασῆ· Ἐλισσαῖος δ’ ἕνα τῶν μαθητῶν ἔπεμψε χρίσοντα εἰς βασιλέα τὸν Ἰηοῦν, ὡς τοῦ C θεοῦ αὐτὸν ᾑρημένου. ὁ δ’ ἐλθὼν ἰδίᾳ τῶν ἄλλων ἀπολαβὼν τὸν Ἰηοῦν, ὡς δή τι λέξων αὐτῷ μυστι- κώτερον, εἰς τὸ ταμιεῖον εἰσδὺς τὸ ἔλαιον κατέχεε τῆς αὐτοῦ κεφαλῆς, φήσας αἱρεῖσθαι τὸν θεὸν εἰς βασιλέα αὐτόν, ἵν’ ἀφανίσῃ τὸ γένος τοῦ Ἀχαάβ. καὶ ὁ μὲν ἄμα τε εἶπε καὶ ἐκ τοῦ ταμιείου σπουδαίως ἐξέδραμε, πυνθανομένων δὲ τῶν σὺν αὐτῷ τί ἂν βούλοιτο ὁ καλέσας αὐτόν, καὶ μεμηνότι παρεικαζόντων ἐκεῖνον, “ὀρθῶς ἐκρίνατε” ἔφη, “ἐπεὶ καὶ λόγους μοι μεστοὺς μανίας ἀπήγγειλεν· εἴρηκε γὰρ βασιλέα με χειροτονεῖν τὸν θεόν.’ καὶ ὁ λαὸς ἀκούσας ταῦτα σαλπίζων ἀνηγόρευε βασιλέα τὸν Ἰηοῦν. ὁ δὲ αὐτίκα τοὺς λογάδας τῶν ἰππέων παραλαβὼν ἐξώρμησεν, ἵν ἀθρόον ἐπέλθῃ τοῖς περὶ τὸν Ἰωράμ. τοῦ δὲ σκοποῦ τῷ Ἰωρὰμ ἱππεῖς ἥκειν φήσαντος, ἔστειλέ τινα ἐκεῖνος ἐρωτῶντα τί ἂν βούλοιντο. Ἰηοῦς δὲ μηδὲν ἀποκριθεὶς ἕπεσθαι αὐτῷ προετρέπετο. εἶτα καὶ δεύτερον ἔστειλεν· οὐδ’ ἐκείνου δὲ ἀναστρέψαντος, αὐτὸς ὁ Ἰωρὰμ τοῦ ἄρματος ἐπιβάς, σὺν Ὀχοζίᾳ ἐλθόντι πρὸς ἐπίσκεψιν αὐτοῦ, ἀδελφῆς αὐτοῦ ὄντι υἱῷ, συνήντησεν ἐν ἀγρῷ Ναβουθαὶ τῷ Ἰηοῦ, καὶ ἤρετο περὶ τῆς στρατιᾶς ὅπως ἔχει· ὁ δὲ βλασφημίας αὐτοῦ κατέχεεν. Ἰωρὰμ δὲ στραφεὶς ἀπεδίδρασκε δεδιώς. καὶ Ιηοῦς τὸ τόξον ἐντείνας βάλλει αὐτόν. καὶ τοῦ ἅρματος ἐκπεσὼν τέθνηκε, καὶ ἐρρίφη εἰς τὸν τοῦ Ναβουθαὶ ἀγρὸν κατὰ τὴν πρόρρησιν Ἠλιού, ἣν πρὸς Ἀχαὰβ ἐποιήσατο. καὶ Ὀχοζίαν δὲ φεύγοντα ἐτόξευσεν Ἰηοῦ, καὶ ἐκ τῆς πληγῆς μετὰ μικρὸν ἐτελεύτησεν, ἕνα βασιλεύσας ἐνιαυτόν. Ἰεζάβελ δ᾿ ἐκ ’τον πύργου προκύπτουσα, κεκαλλωπισμένη πρὸς τὸ ἐπαγωγότερον, “ἀγαθός εἶπε “δοῦλος ὃς τὸν δεσπότην ἀνεῖλεν.” Ἰηοὺ δὲ ἄνωθεν αὐτὴν ῥῖψαι τοῖς εὐνούχοις προσέταξε. καὶ καταφερομένης αὐτῆς περιερράνθη τὸ τεῖχος τῷ αἵματι· ἡ δὲ τέθνηκεν. Ἰηοὺ δὲ ταφῆναι αὐτὴν προστάξαντος διὰ τὸ γένος αὐτῆς τὸ βασίλειον, οἱ προσταγέντες οὐδὲν εὗρον ἐκ τοῦ σώματος αὐτῆς ἢ μόνα ὀστᾶ· ὑπὸ γὰρ κυνῶν διεσπάρακτο, ὡς Ἠλιοὺ προεφήτευσεν. Ἦσαν δ᾿ ἐν Σαμαρεέᾳ τῷ Ἀχαὰβ υἱοὶ ἑβδομήκοντα. ἐπέστειλεν οὖν Ἰηοὺ τοῖς ἄρχουσι Σαμαρείας καὶ τοῖς παιδαγωγοῖς τῶν υἱῶν Ἀχαάβ, δηλῶν τὸν κρείττω τούτων βασιλεῦσαι αὐτούς. πειρώμενος δὲ τῶν ἀνδρῶν ἔγραψε ταῦτα. οἱ δὲ αὐτὸν ἔχειν δεσπότην ἀντέγραψαν. καὶ αὖθις ἐπέστειλεν Ἰηού, εἰ δουλείαν ὁμολογοῦσιν αὐτῷ, τὰς κεφαλὰς πάντων τῶν παίδων τοῦ Ἀχαὰβ κομίσειν αὐτῷ. κἀκεῖνοι τὸ ἐπιταχθὲν πεποιήκασιν. ὁ δὲ πρὸ τῆς πύλης τῆς πόλεως τεθῆναι τὰς κεφαλὰς ἐν δυσὶ τόποις ἐκέλευσε. καὶ τούτου γενομένου προελθών “ἐγὼ μὲν” εἶπε “τὸν βασιλέα ἀνῄρηκα, οὗτοι δὲ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου ἀπώλοντο·” καὶ πάντας δὲ τοὺς συγγενεῖς Ἀχαὰβ ἐρευνήσας ἀπέκτεινεν Ἰηού. ἀπιόντι δὲ αὐτῷ εἰς Σαμάρειαν συναντᾷ Ἰωναδάβ, καὶ προσειπὼν εὐλόγησεν αὐτὸν ὅτι ἐξωλόθρευσε τὸ γένος τοῦ Ἀχαάβ. Εἶτα ἵνα μή τις λάθῃ τῶν ψευδοπροφητῶν καὶ τῶν ἱερέων τοῦ Βάαλ, θυσίαν ἐκήρυξε μέλλειν θῦσαι πολυτελῆ, καὶ πάντας τοὺς ἱερεῖς τοῦ Βάαλ καὶ τοὺς προφήτας παρεῖναι ἐκέλευσεν· εἰ δέ τις μὴ παρείη, θάνατον εἶναί οἱ ἔφη τὸ ἐπιτίμιον. ἀθροισθεῖσι δὲ ἐνδύματα δούς, καὶ μετ᾿ αὐτῶν εἰς τὸν οἶκον ἀπελθὼν τοῦ Βάαλ, μή τινα αὐτοῖς ἕτερον ἀναμεμῖχθαι προσέταξεν. τῶν δὲ μηδένα παρεῖναι φησάντων ἕτερον, στρατιώτας περιέστησεν ἔξω, κελεύσας ἀποκτεῖναι τοὺς ἔνδον. οἳ ἐκείνους τε πάντας ἀνεῖλον καὶ τὸν οἶκον τοῦ Βάαλ ἐνέπρησαν καὶ τὴν στήλην αὐτοῦ· τὰς δὲ χρυσᾶς δαμάλεις οὐ περι- εἷλεν. ὁ δὲ θεὸς αὐτῷ ἐπηγγείλατο τὸν οἶκον ἐξαφανίσαντι Ἀχαὰβ ἐπὶ τετάρτην γενεὰν τῶν παίδων αὐτοῦ διαρκέσειν τὴν βασιλείαν.