Ancient Greek · ~15 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.19.1
Not analysed yet
Οὕτω μὲν οὖν τὸ γένος ἐξωλοθρεύθη τοῦ Ἀχαάβ· ἡ δὲ θυγάτηρ ἐκείνου Γοθολία, ἣ Ὀχοζίᾳ συνῴκει τῷ τῆς Ἱερουσαλὴμ βασιλεῖ, θανόντος ἐκείνου τῆς βασιλείας Ἰούδα ἐγκρατής οὖσα, σπούδασμα ἔθετο καὶ αὐτὴ τὸ γένος ἐξολοθρεῦσαι τὸ τοῦ Δαβίδ. καὶ χωρὶς ἑνὸς ἀπέκτεινεν ἅπαντας. ἡ γὰρ ἀδελφὴ Ὀχοζίου Ἰωσαβεὲ καλουμένη, ἀναιρουμένων τῶν υἱῶν τοῦ ἀδελφοῦ αὐτῆς, ἠδυνήθη ἔνα νήπιον ὄντα, ὄνομα Ιωάς, ἀποκρύψαι, καὶ ἔτρεφεν αὐτὸν ἐπὶ ἔτη ἒξ λεληθότως. ἐν δὲ τῷ ἑβδόμῳ Ἰωδαὲ ὁ ἀρχιερεύς, ᾧ συνῴκει ἡ Ἰωσαβεέ, προσκαλεσάμενός τινας τῶν ἑκατοντάρχων, ὑπέδειξεν ἐκείνοις τὸν Ἰωάς, καὶ κοινολογησάμενος τοῖς ἀνδράσι πείθει τῇ μὲν Γοθολίᾳ ἐπαναστῆναι, τῷ δὲ παιδὶ τὴν πατρῴαν βασιλείαν ἐπανασώσασθαι. οἳ καὶ ὅρκοις τὰς ὁμολογίας πιστώσαντες ἀπῆλθον καὶ συνήθροισαν τοὺς ἱερεῖς καὶ Λευίτας καὶ φυλάρχους πρὸς τὸν Ἰωδαέ. ὁ δὲ αὐτοῖς τὸν Ιωὰς ἐνεφάνισε λέγων “οὗτος ὑμῖν βασιλεὺς ἐκ σπέρματος τοῦ Δαβίδ.” καὶ τὸ ἱερὸν περιεκύκλωσε τῷ λαῷ, μέσον δὲ στήσας τὸν Ἰωὰς διάδημά τε αὐτῷ περιέθετο καὶ τὸ τῆς χρίσεως ἔλαιον καταχέας αὐτοῦ βασιλέα ἀπέδειξε· καὶ ὁ λαὸς ἐπευφήμησε. τῆς δὲ βοῆς ἡ Γοθολία ἀκούσασα, τῶν βασιλείων τεθορυβημένη ἐξέθορεν, ἑπομένης αὐτῇ καὶ τῆς στρατιὰς. ἐλθοῦσαν δὲ εἰς τὸ ἱερὸν τὴν μὲν ἐντὸς οἱ ἱερεῖς είσεδέξαντο, τοῖς δὲ περὶ αὐτὴν τὸ πλῆθος ἀπεῖρξε τὴν εἴσοδον. ἡ δὲ τὸν παῖδα ἐστεμμένον ἰδοῦσα ἠπείλησεν ἀνελεῖν τοὺς τὴν ἀρχὴν αὐτῆς ἐπικεχειρηκότας. Ἰωδαὲ δὲ τοῖς ἑκατοντάρχαις ἐπέτρεψεν ἔξω τὴν Γοθολίαν ἑλκύσαντας ἀναιρῆσαι. καὶ οἶ μὲν οὕτως ἐποίησαν, Ἰωδαὲ δὲ τόν τε βασιλέα καὶ τὸν λαὸν ὥρκωσε τιμᾶν τὸν θεὸν καὶ τοὺς νόμους τηρεῖν(??) καὶ ἐπελθόντες αὐτίκα τῷ τοῦ Βάαλ ναῷ κατέσκαψάν τε αὐτὸν καὶ τὰ ἰνδάλματα τοῦ Βάαλ συνέτριψαν καὶ τὸν ἱερέα ἀπέκτειναν. τὸν δὲ βασιλέα ἐγκαθιστᾶσιν εἰς τὰ βασίλεια, ἑπταέτη τότε τυγχάνοντα. τῷ δὲ ἀρχιερεῖ Ἰωδαὲ τήν τε πρὸς τὸ θεῖον πίστιν τηρεῖσθαι καὶ τοὺς νόμους φυλάττεσθαι σφόδρα ἐμέλησεν. Ηβήσας μέντοι ὁ βασιλεὺς καὶ γυναῖκας ἠγάγετο δύο. τοῦ δὲ ναοῦ καθαιρεθέντος ἔν τισι μέρεσι παρὰ Γοθολίας, ὁ Ιωὰς ἀν’ ἀνακαινίσαι αὐτὸν προτεθύμητο. καὶ τὸν ἱερέα καλέσας Ἰωδαὲ ἐκέλευσε πέμψαι τοὺς αἰτήσοντας ἐκ πάσης τῆς χώρας εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ ὑπὲρ ἑκάστης κεφαλῆς ἀργυρίου ἡμίσικλον. Ιωδαὲ δὲ φορτικὸν τοῦτο τῷ λαῷ συνεὶς λογισθήσεσθαι, ἑτέρως μέτεισι τῶν χρημάτων τὸν ἔρανον. κιβώτιον γάρ τι κατασκευάσας πάντοθεν κεκλεισμένον, τρῆμά τι πεποίηκεν ἄνωθεν ἐν αὐτῷ, καὶ ἔθετο αὐτὸ παρὰ τὸν ναόν, καὶ ἠξίου ἐμβάλλειν διὰ τοῦ τρήματος ὅσον ἑκάστῳ ἦν πρὸς βουλῆς εἰς ἀνακαινισμὸν τοῦ ναοῦ. ὅτι γοῦν εἰς τὴν ἑκάστου προαίρεσιν ἀνεῖτο τὸ δοθησόμενον, ἀνεπαχθῶς τε τὴν δόσιν πεποίηντο καὶ ἐφιλοτιμοῦντο περὶ τὴν τῶν χρημάτων καταβολήν, ὥστε πολὺ χρυσίον ἀθροισθῆναι καὶ πλεῖστον αργυριον, ἐξ ὣν ὅ τε ναὸς ἐπεσκευάσθη καὶ σκεύη πολλὰ πρὸς τὰς θυσίας εἰργάσθησαν, αἱ φιλότιμοι μέχρις ἐβίω Ἰωδαὲ προσήγοντο τῷ θεῷ. ἐκείνου δὲ δικαίως καὶ κατὰ νόμον ζήσαντος ἔτη ἑκατὸν πρὸς τριάκοντα καὶ οὕτω τὸν βίον ἐκλελοιπότος, ἀμελῶς περὶ τὴν εἰς τὸ θεῖον διετέθη τιμὴν ὁ βασιλεὺς Ἰωάς, καί οἶ καὶ οἱ φύλαρχοι καὶ οἶ ἄλλως ἐξάρχοντες τοῦ πλήθους συνδιεφθάρησαν, καὶ προφητῶν δὲ διαμαρτυρομένων αὐτοῖς περὶ τῆς εἰς θεὸν ἀσεβείας, οἱ δὲ οὐκ ἐπαύσαντο. Ζαχαρίου δὲ τοῦ υἱοῦ τοῦ ἀρχιερέως Ἰωδαὲ προφητεύοντος καὶ παραινοῦντος τὸν βασιλέα καὶ τὸν λαὸν κατὰ νόμους ζῆν, ὁ Ἰωὰς χαλεπήνας καταλευσθῆναι αὐτὸν ἐκέλευσεν. ἀναιρούμενος δὲ ὁ προφήτης δικάσαι τὸν θεὸν ηὔξατο ἀνθ’ ὅτου τῆς ζωῆς στερεῖται παρὰ τοῦ εὐεργετηθέντος ἐκ τοῦ πατρὸς αὐτοῦ. καὶ μέντοι καἰ ταχέως ἐδίκασεν· ὁ γὰρ τῶν Σύρων βασιλεὺς Ἀζαὴλ ἐπελθὼν ἐπολιόρκει τὴν Ἱερουσαλήμ. ὁ δὲ πάντας τοὺς θησαυροὺς τούς τε θείους καὶ τοὺς βασιλικοὺς ἀφελόμενος καὶ ὅσα ἐν ἀναθήμασι, τῷ Ἀζαὴλ παρέσχετο· ὃς τῷ πλήθει τῶν χρημάτων ἡσθεὶς τῆς πολιορκίας ἀπέσχετο. Τοῖς δὲ Ἰσραηλίταις ὁ Σύρος οὗτος ἐπιτιθέμενος ἐκάκου αὐτοὺς σφόδρα. Ἰηοὺ δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεύς, παραβάτης τῶν θείων γεγονὼς ἐντολῶν,