Ancient Greek
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.2.1
Not analysed yet
Ἀπῆρε δ’ ἐκ Χεβρὼν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ, καὶ παραγέγονεν εἰς Ἱεροσόλυμα. κατῴκουν δὲ τότε τὴν πόλιν καὶ τὴν γῆν ἐκείνην Ἰεβουσαῖοι, ὅθεν Ἰεβοῦς ἐκαλεῖτο ἡ πόλις· Χαναναίοις δ’ ἦσαν κατὰ γένος προσήκοντες. οἳ τοὺς τυφλοὺς καὶ χωλοὺς καὶ ἄλλως πεπηρωμένους στήσαντες ἐπὶ τῶν ἐπάλξεων ἐπὶ χλεύῃ, μὴ παραχωρεῖν αὐτοὺς ἔλεγον τῷ Δαβὶδ τῆς εἰς τὴν πόλιν εἰσόδου. ὀργισθεὶς δὲ διὰ ταῦτα Δαβὶδ πολιορκίᾳ τὴν πόλιν εἶλε, καὶ τοὺς Ἰεβουσαίους ἐκεῖθεν ὠσάμενος καὶ ἀνοικοδομήσας αὐτὴν εἰς ὄνομα οἰκεῖον πόλιν Δαβὶδ ἐπωνόμασεν, ἐπὶ Ἀβραὰμ Σόλυμα καλουμένην. καὶ διέτριβεν ἐν αὐτῇ βασίλεια δομησάμενος. ἐγένοντο δὲ ἔτι παῖδες αὐτῷ ἐκ γυναικῶν πλειόνων καὶ παλλακῶν. καὶ οἱ ἀλλόφυλοι ἐστράτευσαν κατὰ τοῦ Δαβίδ, ὁ δὲ τοῦ θεοῦ ἐπινεύσαντος ἔξεισι κατ’ αὐτῶν μετὰ τῆς ἑαυτοῦ στρατιᾶς καὶ νικᾷ. οἱ δὲ πολὺ πλείους συναθροισθέντες πάλιν ἐπῄεσαν. ἐρομένου δὲ καὶ αὖθις τὸν θεὸν τοῦ Δαβίδ, ἐν τοῖς ἄλσεσι τοῦ Κλαυθμῶνος προσέταξεν ὁ θεός αὐλίζεσθαι σὺν τῇ στρατιᾷ, καὶ μὴ ἄλλως προσβάλλειν τοῖς ἐναντίοις πρὶν ἂν τὰ ἄλση σαλεύεσθαι ἄρξωνται. καὶ οὕτω ποιήσας τρέπει τοὺς πολεμίους, καὶ ἄχρι τόν ὁρίων αὐτῶν διώκων αὐτοὺς ἔκτεινε. μετὰ ταῦτα συνεκάλεσε Δαβὶδ τοὺς ἱερεῖς καὶ Λευίτας καὶ ἅπαντα τὸν λαὸν εἰς Καριαθιαρείμ. καὶ ἐπεβίβασαν οἱ ἱερεῖς τὴν κιβωτὸν κυρίου ἐφ’ ἄμαξαν καινήν, κατάγοντες αὐτὴν εἰς Ἱεροσόλυμα. καὶ ὁ λαὸς καὶ ὁ βασιλεὺς ᾖδον ἔμπροσθεν αὐτῆς πορευόμενοι. ἀνατραπῆναι δὲ κινδυνευούσης τῆς κιβωτοῦ, ὀζᾶν ὁ υἱὸς τοὐ Ἀμιναδὰβ ἐκτείνας τὴν χεῖρα κατέσχεν αὐτὴν καὶ ἐπεστήριξε μὴ πεσεῖν. θνήσκει οὑν αὐτίκα, ὀργισθέντος τοῦ θεοῦ ὅτι ἥψατο τῆς κιβωτοῦ, ἐπεὶ μὴ ἱέρωτο· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος ἐντεῦθεν Διακοπή. καὶ ηὐλαβήθη Δαβὶδ εἰσαγαγεῖν εἰς τὴν πόλιν τὴν κιβωτόν, κατέθετο δὲ αὐτὴν εἰς τὸν οἶκον Ἀβεδδαρὰ Λαυίτου ἀνδρός· καὶ ἦν ἐκεῖ μῆνας τρεῖς, καὶ ἀπήλαυσεν ὁ οἶκος τοῦ ἀνδρὸς ἐκείνου πολλόν ἀγαθῶν. καὶ ἀκούσας Δαβὶδ μετεκόμισεν ἐκεῖθεν τὴν κιβωτὸν εἰς τὴν πόλιν τὴν ἑαυτοῦ, ἑπτὰ χορῶν προαγόντων. καὶ αὐτὸς τὴν κινύραν ἔκρουε καὶ ἐχόρευε παίζων. ξ ἰδοῦσα δὲ αὐτὸν ὀρχούμενον καὶ σκιρτῶντα ἡ γυνὴ αὐτοῦ Μελχὸλ ἐμέμψατο αὐτῷ ὡς ἀσχημονοῦντι· ὁ δὲ οὐκ αἰδεῖσθαι εἶπεν, ἐπεὶ μὴ ἀσχημοσύνη ταῦτα, γινόμενα εἰς θεόν. εἰσήνεγκαν δὲ τὴν κιβωτὸν καὶ κατέθεντο εἰς τὴν σκηνὴν ἣν ἔπηξεν αὐτῇ ὁ Δαβίδ. εἶτα οἶκον δομήσασθαι τῇ κιβωτῷ ἠβουλήθη. καὶ ὁ θεὸς τῷ προφήτῃ Νάθαν ἐντέλλεται εἰπεῖν τῷ Δαβὶδ ὅτι. “οὐ σὺ οἰκοδομήσεις μοι οἶκον, ἀλλ’ ὁ υἷός σου, ὃς σοῦ θανόντος τὴν βασιλείαν σου διαδέξεται.” ταῦτα τοῦ προφήτου τῷ Δαβὶδ ἀπαγγείλαντος ἐκεῖνος εἶς εὐχαριστίαν ἐτράπετο. καὶ μετὰ ταῦτα ἐπάταξε τοὺς ἀλλοφύλους καὶ κατετροπώσατο αὐτοὺς καὶ τοὺς συμμάχους αὐτῶν, καὶ τὴν Συρίαν ὑπόφορον ἐποιήσατο, φρουρὰν ἐν Δαμασκῷ καταστήσας. καὶ ἐν τῷ ἐπαναζευγνύειν ἐπάταξε τὴν Ἰδουμαίαν, καὶ ἐγένοντο πάντες Ἰδουμαῖοι δοῦλοι τῷ Δαβίδ. μνησθεὶς δὲ ὁ Δαβὶδ τῶν πρὸς Ἰωνάθαν τὸν τοῦ Σαοὺλ συνθηκῶν, ἐζήτησεν εἴ τις ἐκ τοῦ γένους τοῦ Σαοὺλ ὑπολέλειπται· καὶ μαθὼν περιεῖναι τοῦ Ἰωνάθαν υἱὸν βεβλαμμένον τοὺς πόδας, Μεμφιβοσθὲ κεκλημένον, μετεκαλέσατο αὐτὸν καὶ ἐχαρίσατο τὴν τοῦ πάππου πάσαν ὕπαρξιν τῷ ἀνδρί, καὶ ὁμοδίαιτον ἑαυτῷ διόλου εἶναι ἐκέλευσε, καὶ τοὺς πατρῴους οἰκέτας αὐτῷ προσαπένειμεν ὧν ἑνὶ Σιβὰ καλουμένῳ ἐπιτροπεύειν τῶν δεδωρημένων τῷ αὐτοῦ κυρίῳ ἐπέτρεψε καὶ προσάγειν ἐκείνῳ τὴν ἐκεῖθεν ὠφέλειαν. ὁ δὲ Μεμφιβοσθὲ ἐν Ἰεροσολύμοις ᾤκει καὶ συνειστιᾶτο τῷ βασιλεῖ.