Ancient Greek
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.3.1
Not analysed yet
Κατὰ δὲ τὸν τότε χρόνον τέθνηκεν ὁ τῶν Ἀμμανιτῶν βασιλεύς, φίλος ὢν τῷ Δαβίδ, ἐπὶ υἱῶ Ἀννών, ὃς τὴν πατρικὴν ἀρχὴν διεδέξατο. ἔπεμψεν οὖν πρὸς Ἀννὼν ὁ Δαβὶδ τοὺς παρηγορήσοντας τὴν ἐπὶ τῷ πατρὶ λύπην αὐτοῦ καὶ τηρεῖν τὴν φιλίαν ἀπαγ- γελοῦντας καὶ ἐπ’ αὐτῷ τὸν Δαβίδ. ὁ δὲ κατασκόπους εἶναι τοὺς πεμφθέντας ὑπειληφώς, ξυρήσας αὐτῶν παρὰ μέρος τοὺς πώγωνας καὶ περιτεμὼν τὰ ἡμίση τῶν ἐπωμίδων αὐτῶν, ἐξαπέστειλε τοὺς ἄνδρας. οὖς οὕτω διακειμένους ἰδὼν ὁ Δαβὶδ τὸ τῆς στρατιᾶς ἀκμαιότατον τῷ ἀρχιστρατήγῳ δοὺς Ἰωὰβ κατὰ τῶν Ἀμμανιτῶν ἐξαπέστειλε. καὶ συμβαλὼν ἐκείνοις ὁ Ιωὰβ αὐτούς τε καὶ τοὺς συμμάχους Σύρους ἡττᾷ· καὶ τρέπονται εἰς φυγήν. οἱ δὲ καὶ πάλιν συμμάχους προσειληφότες πρὸς πόλεμον ᾔεσαν. καὶ ὁ Δαβὶδ σὺν πάσῃ τῇ στρατιᾷ συμβαλὼν αὐτοῖς πολλοὺς μὲν ἀνεῖλεν, ὁ δ’ ἐξάρχων τῆς τῶν ἐναντίων δυνάμεως Σωβὰκ τρωθεὶς καιρίως ἐν τῷ πολέμῳ τέθνηκεν ἐκ τοῦ τραύματος. οἱ σύμμαχοι δὲ τῶν Ἀμμανιτῶν, Σύροι ὄντες ἐκ Μεσοποταμίας, ἑαυτοὺς παρέδωκαν τῷ Δαβίδ. αὖθις δὲ τὸν Ἱωὰβ ἐκπέπομφε κατὰ τῶν Ἀμμανιτῶν· ὃς συγκλείσας αὐτοὺς εἰς τὴν τῆς χώρας αὐτῶν μητρόπολιν ἐπολιόρκει. Δαβὶδ δὲ ἐν Ἱεροσολύμοις διάγων καὶ ἐκ τῶν βασιλείων ἰδὼν γυναῖκα κατ’ οἶκον λουομένην, Βηρσαβεὲ καλουμένην, ἠράσθη αὐτῆς. καὶ μεταστειλάμενος τὴν γυναῖκα ἐμίγη αὐτῇ. συλλαβοῦσα δὲ τῷ βασιλεῖ τὸ πρᾶγμα ἐδήλωσεν. ὁ δὲ τὸν ἄνδρα αὐτῆς ἐκ τῆς πολιορκίας ἐκάλεσεν, Οὐρίαν ὠνομασμένον, καὶ ἐρωτήσας περὶ τῆς στρατιᾶς, καὶ ἐκ τοῦ δείπνου αὐτῷ παρασχών, εἰς τὸν οἶκον αὐτοῦ ἐκέλευσεν ἀπελθεῖν. ὁ δὲ οὐκ ἀπῆλθε, μὴ δίκαιον εἶναι φήσας τὸν στρατηγὸν καὶ τοὺς συστρατιώτας ταλαιπωρεῖσθαι ἐν τῇ παρεμβολῇ, αὐτὸν δὲ μετὰ τῆς γυναικὸς συνευνάζεσθαι. πάλιν δὲ τοῦ βασιλέως προτρεπομένου αὐτὸν οἴκαδε ἀπελθεῖν, καὶ δεξιωσαμένου αὐτὸν προπόσεσιν, ὡς καὶ εἰς μέθην σχεδὸν προαχθῆναι, ἐκεῖνος πρὸ τῶν θυρῶν τῶν βασιλείων κατέδαρθεν. ἀπέστειλεν οὖν πάλιν εἰς τὸ στρατόπεδον τὸν Οὐρίαν ὁ βασιλεύς, γραφὴν αὐτῷ ἐγχειρίσας πρὸς Ἰωὰβ ἐντελλομένην στῆσαι τὸν Οὐρίαν ἔνθα τῶν πολεμίων τὸ δυσμαχώτατον, καὶ ἀποστραφῆναι τοὺς σὺν αὐτῷ, μόνον λιπόντας ἐκεῖ, ἵν᾿ οὕτως ἀναιρεθῇ. καὶ γέγονε κατὰ τὸ τοῦ βασιλέως ἐπίταγμα, καὶ ὁ Οὐρίας ἀπέθανεν. ἡ δὲ γυνὴ αὐτοῦ ἐπένθησεν ἐπὶ τῷ ἀνδρί, παυσαμένην δὲ τοῦ πένθους ὁ Δαβὶδ αὐτὴν ἔλαβεν εἰς γυναῖκα· καὶ ἔτεκεν αὐτῷ υἱόν. ὁ δὲ θεὸς ὠργίσθη, καὶ τὸν Νάθαν ἔστειλε πρὸς Δαβίδ. ὁ δὲ πρὸς τὸν βασιλέα ἐλθὼν ἔφη “δύο ἦσαν ἄνδρες, ὁ μὲν ἔχων ποίμνια καὶ βουκόλια, ὁ δὲ μίαν ἀμνάδα ἐκέκτητο. ξενισθέντος δέ τινος τῷ πλουσίῳ, οὐκ ἐκ τῶν οἰκείων ἔθυσεν, ἀλλὰ τὴν μίαν λαβὼν ἀμνάδα τοῦ πένητος ἔσφαξε καὶ τὸν φίλον εἱστίασεν.” καὶ ὁ Δαβὶδ τὸν τοῦτο ποιήσαντα τὴν μὲν ἀμνάδα εἰς τετραπλοῦν ἀποδοῦναι, ἐκεῖνον δὲ θανεῖν κατεδίκασε. Νάθαν δέ “καθ᾿ ἑαυτοῦ τὴν ψῆφον” εἶπεν “ἤνεγκας, βασιλεῦ· σὺ γὰρ εἶ ὁ εἰργασμένος τουτὶ τὸ ἀνόμημα.” καὶ τὴν μοιχείαν αὐτῷ καὶ τὸν φόνον κατέλεγε, καὶ τὴν διὰ ταῦτα ὀργὴν τοῦ θεοῦ, καὶ ὅσα πείσεται προκατήγγειλε, θανεῖσθαι δὲ καὶ τὸν υἱὸν τὸν ἐκ τῆς μοιχείας αὐτῷ γεννηθέντα. ὁ δὲ Δαβίδ “ἡμάρτηκα τῷ κυρίῳ” περιπαθῶς ἀνεβόησε, καὶ ὁ Νάθαν παρα- βιβασθῆναι αὐτό παρὰ τοῦ θεοῦ τὸ ἁμάρτημα ᾀπεκρίνατο. D ἐνόσει μετέπειτα ὁ ἐκ τῆς Βηρσαβεὲ γεννηθείς. καὶ ἤλγει σφόδρα Δαβίδ, ἐφ’ ἡμέραν τε ἑρδόμην ἀπόσιτος ἦν καὶ μελανειμονήσας, καὶ ἐπὶ σάκκου πεσὼν ἐδέετο τοῦ θεοῦ ὑπὲρ τῆς ζωῆς τοῦ παιδός. τῇ δ’ ἑβδόμῃ τέθνηκε μὲν ὁ παῖς, αὐτὸς δὲ τοῦτο μαθὼν ἐξανίσταται καὶ λουσάμενος καὶ μεταμφιασάμενος τῷ θεῷ τε ηὐχαρίστησε καὶ τράπεζαν αὐτῷ ἑτοιμασθῆναι ἐκέλευσεν. ὡς δ’ ἐθαύμαζον ἐπὶ τοῖς γενομένοις οἱ τοῦ βασιλέως θεράποντες, ἐκεῖνος ‘‘ἔτι μὲν ζῶντος τοῦ παιδός” εἶπεν, “ἐλπίζων παρακληθήσεσθαι τὸν θεὸν ἐταπείνουν ἑαυτὸν καὶ ἱκέτευον.” ἤδη δὲ θανόντος εἰς μάτην τὴν λύπην καὶ τὴν περὶ ἐκείνου γίνεσθαι δέησιν. ἔτι δὲ ἔτεκε Βηρσαβεὲ τῷ Δαβὶδ υἱόν, καὶ ἐκάλεσεν αὐτὸν Σολομῶντα. Ἰωὰβ δὲ πολιορκῶν τοὺς Ἀμμανίτας ἐν στενῷ κομιδῇ τὴν ἅλωσιν εἶχε τῆς πόλεως, καὶ δηλοῖ τοῦτο τῷ βασιλεῖ. ὁ δὲ ἀπῆλθεν ἐκεῖ καὶ τὴν πόλιν παρέλαβε καὶ εἰς διαρπαγὴν τῇ στρατιᾷ ἀφῆκεν αὐτήν, τὸν δὲ τοῦ βασιλέως αὐτῆς στέφανον αὐτὸς λαβὼν ἐφόρει, ἕλκοντα χρυσίου τάλαντον καὶ λίθον ἔχοντα τῶν πολυτίμων· τὸ δὲ τῆς πόλεως πλῆθος διέφθειρεν. οὕτως δὲ καὶ ταῖς ἄλλαις πόλεσι πεποίηκε τῶν Ἀμμανιτῶν, καὶ εἰς Ἰερουσαλὴμ ἐπανέζευξεν.