Ancient Greek · ~13 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.21.1
Not analysed yet
Ἱεροβοὰμ δὲ ὁ υἱὸς Ἰωὰς ἀσεβὴς ἐγένετο καὶ παράνομος. καὶ τοιοῦτος δὲ ὤν, τοῦ θεοῦ τὸν Ἰσραηλίτην λαὸν ἐλεήσαντος ταπεινωθέντα, τοῖς Σύροις πολεμήσας ἐνίκησε, τοῦ προφήτου Ἰωνᾶ αὐτῷ τὴν νίκην προαγορεύσαντος. Τοῦτον τὸν προφήτην ἀπέστειλεν ὁ θεὸς εἰς Νινευὶ τὴν πόλιν κηρύξοντα καταστροφὴν αὐτῆς καὶ τὴν τῶν Νινευιτῶν ἐξολόθρευσιν. ὁ δὲ οὐκ ἀπῄει, ἀλλ᾿ ἀπεδίδρασκεν εἰς πλοῖον ἐμβάς. κλύδωνος δὲ γεγονότος ἡ ναῦς ἐκινδύνευε. καὶ κλήρῳ τῶν ἐμπλεόντων πειρωμένων γνῶναι τὸν αἴτιον, κληροῦται ὁ Ἰωνᾶς. καὶ ὅστις εἴη ἀνακρινόμενος ἐκεῖνος τὰ καθ᾿ ἑαυτὸν διηγήσατο, καὶ ἐμβαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν προετρέπετο· “οὐ γὰρ ἂν ἄλλως” ἔλεγε “τὸν κίνδυνον διαφύγοιτε.” ὁ μὲν οὖν ἐρρίφη, ὁ δὲ κλύδων ἐκόπασε. κῆτος δὲ τὸν προφήτην καταπιὸν μετὰ τρεῖς ἡμέρας καὶ ἴσας νύκτας ζῶντα καὶ σῷον αὐτὸν ἐξήμεσεν. ὁ δὲ συγγνώμην ᾔτει τὸν θεὸν διὰ τὴν παρακοήν, καὶ ἐπέμφθη πάλιν κηρύξαι ἃ προσετέτακτο. ὁ δὲ ἀπελθὼν μετὰ τρεῖς ἡμέρας τὴν Νινευὶ κατα- στραφῆναι ἐκήρυξεν. ὁ δὲ τῆς πόλεως βασιλεὺς καὶ ὁ λαὸς ἅπας τῷ προφήτῃ πιστεύσαντες ἀπέκλιναν εἰς μετάνοιαν καὶ τὸν θεὸν ἱκέτευον ἐλεῆσαι αὐτούς. καὶ ὃς τῇ μετανοίᾳ τοῦ πλήθους καμφθεὶς ἀπέστρεψε τὸν ὄλεθρον ἀπ᾿ αὐτῶν. Ἱεροβοὰμ δὲ τεσσαράκοντα πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς θνήσκει. καὶ μετ᾿ αὐτὸν ἐκράτησε τῆς ἀρχῆς Ἀζαρίας ὀ παῖς αὐτοῦ. Ὁ δὲ βασιλεὺς Ἰερουσαλὴμ Ὀζίας εὐσεβὴς τὰ πρὸς θεὸν καὶ τὰ πρὸς τοὺς ὑπηκόους δίκαιος ἦν· διὸ καὶ πολλοὺς τῶν ἀλλοφύλων ἐνίκησε καὶ ὑποφόρους ἐποίησεν. εὐδαιμονήσας δὲ καὶ τυφωθεὶς ἐκπέπτωκε τοῦ καθήκοντος. καὶ ὡς ἱερεὺς στολισθεὶς ἐπὶ τοῦ χρυσοῦ βωμοῦ θυμιάσαι τῷ θεῷ ἐπεχείρησεν· κωλυόντων δ’ αὐτὸν τοῦ ἀρχιερέως Ἀζαρίου καὶ τῶν ἱερέων καὶ μὴ παρανομεῖν παραινούντων, θάνατον αὐτοῖς ἠπείλησεν, εἰ μὴ ἡσυχάσαιεν. ἐν τούτῳ φῶς οἶον ἐπιλάμψαν ἐν τῷ ναῷ καὶ τῇ τοῦ βασιλέως ὄψει προσβαλὸν λέπραν ἐποίησε κατ’ αὐτῆς ἐξανθῆσαι. οἱ δ’ ἱερεῖς τὴν συμφορὰν ἐδήλουν τῷ βασιλεῖ καὶ ἐξιέναι τῆς πόλεως συνεβούλευον. καὶ οὕτως ζήσας χρόνον τινά, ὑπ’ ἀθυμίας ἀπέθανε, βασιλεύσας ἔτη δύο καὶ πεντήκοντα, ζήσας δὲ τὰ πάντα ἑξήκοντα πρὸς ὀκτώ, τὴν ἀρχὴν παραδοὺς τῷ υἱῷ αὐτοῦ Ἰωάθαμ. Ἀζαρίας δὲ ὁ τοῦ Ἱεροβοὰμ ἐπὶ ἕξ βᾶσ’ ἓξ ἐύς ἃς μῆνας τῶν Ἰσραηλιτῶν ἀπέθανεν ἀσεβῶς βιούς, δολοφονηθεὶς ὑπὸ Σελούμ. Σελοὺμ δὲ ἐφ’ ἡμέρας βασιλεύσας τριάκοντα ἀνῃρέθη παρὰ Μαναΐμ, βασιλεύσαντος ἐπὶ τὸν Ἰσραὴλ ἀντ’ αὐτοῦ. ἀραμένου δὲ πόλεμον πρὸς αὐτὸν Φουὰ τοῦ τῶν Ἀσσυρίων βασιλέως, χίλια δοὺς αὐτῷ τάλαντα ἀργυρίου, ἃ ἐκ τοῦ λαοῦ ἠρανίσατο, τὸν πόλεμον διελύσατο. ἐπὶ ἴτη δὲ βασιλεύσας δέκα ὁ Μαναΐμ, ἀσεβής τε καὶ ἀπηνὴς γεγονώς, τέθνηκε, τὴν βασιλείαν διαβιβάσας εἰς τὸν υἱὸν Φακεσίαν. ἀσεβὴς δὲ καὶ οὗτος καὶ ὠμὸς γεγονὼς ἀνῃρέθη δολοφονηθεὶς παρὰ Φακεὲ τοῦ υἱοῦ Ῥομελίου, βασιλεύσαντος ἀντὶ τοῦ ἀναιρεθέντος, ἀσεβῶς καὶ αὐτοῦ καὶ παρανόμως ἀνύσαντος τὴν ἀρχήν. ὅτε καὶ Θαιγλαφαλασὰρ ὁ τόν Ἀσσυρίων βασιλεὺς τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν ἐπελθὼν πόλεις τε πολλὰς κατεστρέψατο καὶ αἰχμαλωσίαν ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ χώραν οὐκ εὐαρίθμητον. ὁ δὲ τοῦ Ὀζίου υἱὸς Ἰωάθαμ βασιλεὺς Ἱερουσαλὴμ εὐσεβὴς τυγχάνων δίκαιος, τῆς τε πόλεως καὶ τοῦ ναοῦ ἐπεμέλετο καὶ τοὺς Ἀμμανίτας ὑποφόρους ἔθετο, μάχῃ νικήσας αὐτούς. Ναοὺμ δὲ τότε προφητεύων περὶ τῆς τῶν προεῖπε καταστροφῆς· καὶ ἡ πρόρρησις ἐκείνου ἔργον ἐγένετο ἑκατὸν καὶ πεντεκαίδεκα παρελθόντων ἐνιαυτῶν. τῷ δ᾿ Ἰωάθαμ ἐπέλιπε τὸ βιώσιμον ζήσαντι μὲν ἔτη πρὸς ἑνὶ τεσσαράκοντα, δέκα δ’ ἐπὶ ἒξ βασιλεύσαντι.