Ancient Greek · ~14 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.20.1
Not analysed yet
καὶ βασιλεύσας ἴτη εἴκοσι καὶ ἑπτά, τέθνηκεν τῆς βασιλείας δὲ ἐπελάβετο Ἰωάχαζ ὁ υἱὸς αὐτοῦ. οὗ βασιλεύοντος ὁ τῶν Σύρων ἀρχηγὸς τὴν χώραν ἐκάκωσε, πόλεις τε πολλὰς αὐτοῦ κατασχὼν τὴν στρατιὰν αὐτοῦ μαχαίρας ἔργον πεποίηκεν. ἐν τούτω δὲ ὁ Ἰωάχαζ τοῦ θεοῦ δεηθεὶς σωτηρίαν εὕρατο καὶ ἀνακωχὴν τῶν δεινῶν. ἑπτακαίδεκα δὲ · βασιλεύσας ἔτη θνήσκει, διάδοχον τῆς βασιλείας ἐσχηκὼς Ἰωὰς τὸν υἱόν, ὁμωνυμοῦντα τῷ τῆς Ἰούδα φυλῆς βασιλεύοντι. οὐχ ὅμοιος δὲ τῷ πατρὶ ὁ Ἰωὰς οὗτος ἐγένετο, ἀγαθὸς δέ. ὃς καὶ τοῦ Ἐλισσαίου νοσήσαντός τε καὶ θνήσκοντος ἐθρήνει, πατέρα αὐτὸν καὶ ὅπλον καλῶν, ὡς δι᾿ αὐτοῦ κρατῶν τῶν ἐχθρῶν. ὁ δὲ προφήτης παρεμυθεῖτο αὐτόν· καὶ τόξον ἐκέλευε λαβόντα βέλη βαλεῖν. τρισσάκις δὲ τοῦ βασιλέως τοξεύσαντος καὶ παυσαμένου, εἶπεν ὁ Ἐλισσαῖος “εἰ μὲν πλείω ἀφῆκας βέλη, ἐξέκοψας ἂν ῥιζόθεν τὴν τῶν Σύρων ἀρχήν· νῦν δ᾿ ἰσαρίθμους τοῖς βέλεσι νίκας νικήσεις αὐτούς, καὶ τὴν χώραν ἣν ἐκεῖνοι ἀφείλοντο ἐπανασώσεις σου τῇ ἀρχῇ.” εἶτα ὁ προφήτης ἐξέλιπε καὶ ἔτυχε ταφῆς μεγαλοπρεποῦς. λῃσταὶ δέ τινα ἀνελόντες εἰς τὸν τάφον τοῦ προφήτου αὐτὸν ἔρριψαν· καὶ ἀνέζησεν ὁ ῥιφεὶς καὶ ἀνέστη. ἀπέθανε δὲ καὶ Ἀζαὴλ ὁ βασιλεὺς Συρίας ἐπὶ διαδόχῳ τῷ υἱῷ Ἄδερ· ᾧ συμβαλὼν Ἰωὰς ὁ τῶν Ἰσραηλιτῶν βασιλεύς, καὶ τρισσάκις ἡττήσας, ἐπανεσώσατο τῷ Ἰσραὴλ τὴν χώραν καὶ τὰς πόλεις ἃς Ἀζαὴλ ἀφείλετο ὁ τοῦ Ἄδερ πατήρ. Ἰωὰς δὲ ὁ βασιλεὺς Ἰούδα ἐτῶν μὲν ὢν ἑπτὰ ὅτε ἀνερρήθη, βασιλεύσας δὲ ἐνιαυτοὺς τεσσαράκοντα, ἐτελεύτησεν, ἀναιρεθεὶς παρὰ τῶν θεραπόντων αὐτοῦ. καὶ τὴν βασιλείαν τῆς Ἱερουσαλὴμ ὁ υἱὸς αὐτοῦ Ἀμεσίας περιεζώσατο, εὐσεβὴς γεγονώς, ἐτῶν ὢν ὅτε τῆς ἀρχῆς ἐπέβη πέντε καὶ εἴκοσιν, ἠνυκὼς δὲ τὴν βασιλείαν ἐπ᾿ ἐνιαυτοὺς ἐννέα καὶ εἴκοσι. καὶ τοὺς ἀνελόντας τὸν πατέρα αὐτοῦ κολάσας, τοὺς ἐκείνων παῖδας ἀθῴους ἀφῆκε κατὰ τὸν νόμον, λέγοντα “οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, οὐδὲ μέντοι διὰ πατέρας υἱοί.” ὃς καὶ κατὰ τῶν Ἰδουμαίων καὶ Ἀμαληκιτῶν στρατεύσας συμμάχους ἐκ τῶν Ἰσραη- λιτῶν ἐμισθώσατο. προφήτης δέ τῖς καταλιπεῖν τοὺς συμμάχους αὐτῷ συνεβούλευε καὶ μετὰ μόνων τῶν οἰκείων διαθέσθαι τὸν πόλεμον. ᾧ πεισθεὶς ἀπέλυσε τοὺς Ἰσραηλίτας, καὶ τὸν μισθὸν αὐτοῖς χαρισάμενος. συμβαλὼν οὖν τοῖς ἀλλοφύλοις ἐνίκησεν. οἱ δ ἀπολυθέντες σύμμαχοι ὀργισθέντες τήν τε χώραν τῶν Ἰουδαίων κατέδραμον καὶ πολλοὺς ἀνεῖλον. Ἀμεσίας δὲ διὰ τὸ εὐτύχημα φρονηματισθείς, καὶ ἀσεβήσας εἰς θεόν, διεπέμψατο πρὸς Ἰωὰς τὸν βασιλέα τοῦ Ἰσραήλ, ἀπαιτῶν πρὸς αὐτὸν ἥξειν, ὡς ὑποκεῖσθαί οἱ ὀφείλοντα, ἀπογόνῳ Δαβὶδ καὶ Σολομῶντος τυγχάνοντι. ὁ δὲ ἀνταπέστειλε μηνύων αὐτῷ ὡς “τὴν κέδρον ἡ ἄκνος ἠξίου κῆδος ἐπὶ τοῖς παισὶ τοῖς οἰκείοις ποιήσασθαι. ἐν τοσούτῳ δὲ τὰ θηρία τοῦ ἀγροῦ παρερχόμενα συνεπάτησαν τὴν ἄκνον, καὶ ἀπώλετο. τοῦτό σοι ἀρκετὸν εἰς παράδειγμα· καὶ μὴ ὅτι εὐτύχησας πατάξας τοὺς ἀλλοφύλους μέγα φρόνει, μηδὲ τὸν λαόν σου καὶ ἑαυτὸν εἰς κινδύνους συνώθει.” πρὸς ταῦτα ὀργισθεὶς Ἀμεσίας στρατεύει κατὰ τοῦ Ἰωάς. φόβος δ’ ἐμπίπτει τῇ αὐτοῦ στρατιᾷ, καὶ τρέπεται εἰς φυγήν· μονωθεὶς δὲ Ἀμεσίας συλλαμβάνεται βάνεται παρὰ τῶν πολεμίων καὶ ἀπάγεται πρὸς τὸν Ιωάς. ὁ δὲ δέσμιον ἄγων αὐτὸν ἦλθεν εἰς Ἱερουσαλήμ, καὶ καθελὼν τοῦ τείχους μέρος, εἰσήλασε διὰ τοῦ καθαιρεθέντος εἰς τὴν πόλιν ἐφ’ ἅρματος, καὶ ἀφείλετο τούς τε ἱεροὺς θησαυροὺς καὶ ὅσα ἐν τοῖς βασιλείοις ἀπέκειτο. καὶ λύσας τὸν Ἀμεσίαν ἐπανῆλθεν εἰς τὴν Σαμάρειαν. καὶ βασιλεύσας τὰ πάντα ἔτη ἑξκαίδεκα τελευτᾷ. καὶ ἐβασίλευσεν Ἱεροβοὰμ ὁ υἱὸς αὐτοῦ. Ἀμεσίας δὲ μετὰ ταῦτα ἐπιβουλευθεὶς ἀνῃρέθη, ζήσας τέσσαρας ἐνιαυτοὺς καὶ πεντήκοντα, βασιλεύσας δὲ εἴκοσι καὶ ἐννέα. ἐχρίσθη δὲ βασιλεὺς ὁ υἱὸς αὐτοῦ Ὀζίας, ἐτῶν ὑπάρχων ἑξκαίδεκα.