Ancient Greek · ~21 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.23.1
Not analysed yet
Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἐζεκίου τοῦ τῆς Ἱερουσαλὴμ βασιλέως ὁ τῶν Ἀσσυρίων βασιλεύων Σεναχηρεὶμ ἐπῆλθε τῇ Ἰουδαίᾳ καὶ πάσας εἶλε τὰς πόλεις τῶν δύο φυλῶν. δείσας δὲ Εζεκίας περὶ τῇ Ἱερουσαλήμ, διαπέμπεται πρὸς αὐτὸν ὑπισχνούμενος διδόναι φόρον ὃν ἂν ἐπενέγκοι. Σεναχηρεὶμ δὲ τριακόσια μὲν ἀργύρου τάλαντα, χρυ- σοῦ δὲ τριάκοντα ᾔτησε, καὶ πίστεις ἐνωμότους παρέσχεν ἦ μὴν ἀναχωρήσειν, εἰ ταῦτα λάβοι. λαβὼν δὲ αὐτὸς μὲν ἐπ’ Αἰγυπτίους ὥρμησε καὶ Αἰθίοπας, τὸν δ᾿ ἀρχιστράτηγον αὐτοῦ Ῥαψάκην σὺν δυσὶ στρατηγοῖς ἑτέροις καὶ δυνάμει βαρείᾳ κατέλιπε τὴν Ἱερουσαλὴμ ἐκπορθήσοντας. οἱ δὲ πρὸ τῶν τειχῶν βαλόμενοι χάρακα ἐντυχεῖν ἐζήτουν τῷ Ἐζεκίᾳ. ἀλλ’ ἐκεῖνος μὲν ἀπεδειλίασεν ἐξελθεῖν, τρεῖς δὲ τιμωμένους τῶν ὑπ’ αὐτὸν ἔπεμψε. κἀκεῖνοι εἰ ἐπὶ τοὺς Αἰγυπτίους πέποιθεν Ἐζεκίας” ἔφησαν, “μωραίνει ἐπ’ ἐσῆς ἀνθρώπῳ καλαμίνῃ ῥάβδῳ ἐρειδομένῳ, καὶ αὐτῇ τεθλασμένῃ, ἣ οὐδὲν ἤμυνε τῷ κατέχοντι, ἀλλ’ αὐτός τε συμπέπτωκε καὶ ὁ κάλαμος τὴν αὐτοῦ χεῖρα διέτρησε. τοιοῦτός ἐστι Φαραὼ ὁ Αἰγύπτιος.’ ταῦτα ἑβραϊστὰ ὁ Ῥαψάκης τοῖς πεμφθεῖσιν ὡμίλει. οἱ δὲ τῇ τῶν Σύρων διαλέκτῳ ὁμιλεῖν αὐτοῖς ἠξίουν αὐτόν, ἵνα μὴ τὸ πλῆθος τῶν λεγομένων συνίησιν. ὁ δὲ μᾶλλον τὴν φωνὴν ἐπάρας ἑβραϊστὶ πάλιν ἔλεγεν εἰς ἐπήκοον πάντων “μὴ ἀπατάτω ὑμὰς Ἐζεκίας λέ- γων, κύριος ῥύσεται ἡμᾶς. μὴ ἐρρύσατο Σαμάρειαν;” καὶ ἀπήγγειλαν ταῦτα τῷ Ἐζεκίᾳ. ὁ δὲ ἀκούσας διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον, καὶ πεσὼν ἐδέετο τοῦ θεοῦ, βοήθειαν ἐπ᾿ ἀνελπίστοις αἰτῶν· καὶ πρὸς Ἡσαΐαν τὸν προφήτην πέμψας παρεκάλει αὐτὸν δέεσθαι τοῦ θεοῦ ἵν᾿ ἵλεως ἔσοιτο τῷ λαῷ. ὁ δὲ ἀμαχητὶ τοὺς πολεμίους προέλεγεν ἡττηθήσεσθαι καὶ τὸν Σεναχηρεὶμ κτανθῆναι ἄπρακτον ἀπ᾿ Αἰγύπτου ἐπανελθόντα. ἐπέστειλε δὲ καὶ Σεναχηρεὶμ τῷ Ἐζεκίᾳ “μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ᾿ ᾧ πέποιθας μὴ παραδοθῆναι τὴν Ἱερουσαλὴμ εἰς χεῖράς μου· ἀναλόγισαι ποῦ εἰσιν οἱ βασιλεῖς τῶν ἐθνῶν οὓς διέφθειραν οἱ πατέρες μου.” ταύτην τὴν ἐπιστολὴν ἀναγνοὺς Ἐζεκίας κατέθετο εἰς τὸ ἱερὸν καὶ ἱκέτευσε τὸν θεόν “ἴδε” λέγων “κύριε, καὶ ἄκου- σον τοὺς λόγους Σεναχηρείμ, οὓς ἔστειλεν ὀνειδίζων σε τὸν ζῶντα θεόν, καὶ σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ.” Ἡσαΐας δὲ παρεθάρρυνε τὸν βασιλέα, ἐπακοῦσαι φάσκων αὐτοῦ τὸν θεόν. καὶ τῇ νυκτὶ ἄγγελος ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ μεθ᾿ ἡμέραν νεκρὰ τὰ τούτων σώματα εὑρέθησαν. καὶ ἀπῆρε τὸ περιλειφθὲν τῆς στρατιᾶς ἐξ Ἱερουσαλήμ. Σεναχηρεὶμ δὲ πολιορκῶν τὸ Πηλούσιον ἔλυσε τὴν πολιορκίαν, μυῶν ἐν νυκτὶ μιᾷ καταφαγόντων τὰ τόξα τῶν Ἀσσυρίων καὶ τὰ λοιπὰ τῶν ὅπλων αὐτῶν. τοῦτο ἐν μὲν τῇ τῶν Βασιλειῶν οὐκ ἀναγράφεται βίβλῳ, Ἰώσηπος δὲ ἱστορεῖ ἐν Ἡροδότῳ εὑρών. τὸν δὲ Βηρωσὸν τὰ Χαλδαϊκὰ συγγραψάμενον φάσκειν φησὶν ὡς ἐπανελθὼν ὁ Σεναχηρεὶμ ἀπὸ τοῦ τῶν Αἰγυπτίων πολέμου κατέλαβε τὴν σὺν τῷ ῾Ραψάκῃ στρατιὰν εἰς Ἱεροσόλυμα· καὶ τοῦ θεοῦ λοιμώδη νόσον ἐνσκήψαντος τοῖς Ἀσσυ- ρίοις, ἐν μιᾷ νυκτὶ μυριάδες ὀκτωκαίδεκα φθείρονται καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις. δείσας οὖν ἐκεῖνος περὶ τῇ λοιπῇ στρατιᾷ, ἀπαίρει ἐκεῖθεν μετὰ τῆς περιλειφθείσης δυνάμεως καὶ ἄπεισιν εἰς Νινευί. καὶ μετ’ ὀλίγον ἐπιβουλευθεὶς παρὰ τῶν πρεσβυτέρων παίδων ἀνῃρέθη, τῶν μὲν ἀνῃρηκότων αὐτὸν φυγόντων, Ναχορδὰν δὲ τοῦ υἱοῦ αὐτοῦ τὴν ἀρχὴν διαδεξαμένου. Ἐζεκίας δὲ τοῦ φόβου ἀπαλλαγεὶς τῷ θεῷ ηὐχαρίστει. καὶ μετ’ ὀλίγον νοσήσαντι αὐτῷ προσελθὼν Ἠσαίας κατ᾿ ἐντολὴν τοῦ θεοῦ εἶπε τάξαι τῷ οἴκῳ σου· οὐ γὰρ ζήσῃ.” τῷ δὲ ἡ τοῦ θνήσκειν ἐλπίς, καὶ ὅτι παῖδας μὴ ἔχων ἔρημον ἔμελλε τὴν βασιλείαν καταλιπεῖν γνησίας διαδοχῆς, ἐποίει μείζω τὴν συμφοράν 9 καὶ ἀθυμῶν ἐπὶ τούτοις ἔκλαυσε, ζωὴν ἐπιδαψιλευθῆναι αὐτῷ ἐξαιτούμενος τὸν θεόν. ἐλθὼν δὲ αὖθις Ἠσαίας ὑγείαν αὐτῷ μετὰ τρίτην ἡμέραν εὐαγγελίζεται καὶ προσθήκην ζωῆς ἐτῶν πεντεκαίδεκα. ὁ δὲ τὸ ὑπερφυὲς τοῦ θαύματος λογιζόμενος, σημεῖον ᾔτει τὸν προφήτην δείξαι αὐτῷ εἰς πίστωσιν τῶν ἐπηγγελμένων. τοῦ δὲ προφήτου τὸν θεὸν ἱκετεύσαντος σημεῖον γενέσθαι, ἤδη ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ὁ ἥλιος καὶ σκιὰν ποιήσας, ἐπίστρεψεν εἰς τὰ ὀπίσω δέκα ἀναβαθμούς. ἐντεῦθεν Εζεκίας τῆς νόσου ἀπήλλακτο. ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς Βαλαδὰν πρὸς Ἐζεκίαν πρεσβείαν ποιησάμενος καὶ δῶρα στείλας, σύμμαχον αὐτὸν ἔχειν καὶ φίλον ἠξίου. ὁ δὲ τοῖς πρέσβεσι τοὺς θησαυροὺς ὑπέδειξε καὶ τὰ ὅπλα καὶ πᾶσαν τὴν βασιλικὴν πολυτέλειαν, καὶ ἀνταποστείλας δῶρα τῷ Βαβυλωνίῳ ἀπέλυσεν αὐτούς. Ἡσαΐας δὲ εἶπε τῶ Ἐζεκία “ἐλεύσονται ἡμέραι, καὶ ὁ πλοῦτος ὃν ἐθεάτρισας εἰς Βαβυλῶνα μετατεθήσεται, καὶ οἱ υἱοί σου ἔσονται εἰς εὐνούχους τῷ βασιλεῖ Βαβυλῶνος.” Ἐζεκίας δέ, ἐπεὶ μὴ διαπεσεῖν τὸν λόγον τοῦ θεοῦ δυνατόν, ‘‘ἔστω” φησίν “εἰρήνη ἐν ταῖς ἡμέραις μου.” ἐπιβιοὺς δὲ τὸν προστεθέντα αὐτῷ χρόνον εἰρηνικῶς θνήσκει, πεντηκοστὸν καὶ τέταρτον ἔτος ἀνύσας ἐν τῇ ζωῇ, ἐννέα δὲ βασιλεύσας καὶ εἴκοσι. Διαδεξάμενος δὲ τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Μανασσῆς πᾶν εἶδος κακίας καὶ ἀσεβείας πρότερον ἐπεδείξατο, μιάνας τε τὸν ναὸν καὶ μηδὲ τῶν προφητῶν φεισάμενος. ὀργισθεὶς δὲ διὰ ταῦτα ὁ θεὸς τὴν τῶν Βαβυλωνίων στρατιὰν κατὰ τῆς Ἰουδαίας ἐκίνησεν, ἣ τήν τε χώραν ἐληίσατο καὶ τὸν Μανασσῆν ἐχειρώσατο. ὁ δὲ συνεὶς ἑαυτὸν τῆς συμφορᾶς αἴτιον, ἀπέκλινεν εἰς μετάνοιαν καὶ ἱκέτευε τὸν θεὸν λῦσαί οἶ τὰ δυσχερῆ. καὶ ὁ θεὸς ἐπακούσας αὐτοῦ λύει τε τῆς αἰχμαλωσίας αὐτὸν καὶ εἰς τὴν βασθκειαν άποκαθίστησιν. ἐπανελθὼν δὲ ἐκεῖνος εὐσέβειαν αὐτός τε μετῄει καὶ τὸν λαὸν μετιέναι ἀνέπειθεν. οὕτω δὲ ζήσας ζηλωτὸς ἐγένετο διὰ τὴν εὐσέβειαν, καὶ ἐτελεύτησε βασιλεύσας ἐνιαυτοὺς πέντε πρὸς Πεντήκοντα, βιώσας δὲ τοὺς πάντας ἑξήκοντα καὶ ἑπτά.