Ancient Greek · ~20 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.24.1
Not analysed yet
Ἡ βασιλεία δὲ πρὸς Ἀμὼς μετῆλθε τὸν παῖδα αὐτοῦ, μιμησάμενον τὰ τῆς νεότητος τοὐ πατρὸς αὐτοῦ. ἀπέθανε δὲ ἐπιβουλευθείς, ζήσας ἐνιαυτοὺς ἐπὶ τέσσαρσιν εἴκοσι, δύο δὲ βασιλεύσας. τοὺς δὲ αὐτὸν ἀνελόντας ἐτιμωρήσατο ἡ πληθὺς καὶ βασιλέα τὸν υἱὸν ἐκείνου ἀνέδειξεν Ἰωσίαν, ὄγδοον τῆς ἠλικίας ἀνύοντα χρόνον ὃς εὐσεβὴς ἐγένετο καὶ τὸν λαὸν ἀνέπειθεν εὐσεβεῖν. ἐπισκευάσαι δὲ βουληθεὶς τὸν ναὸν παρῄνει τοῖς ὑπὸ χεῖρα διδόναι εἰς τὴν ἐπισκευὴν ὅσον ἕκαστος βούλεται. καὶ οὕτω συναχθέντων χρημάτων ὅ τε ναὸς ἀνεκαινίσθη καὶ τοῖς περιττεύσασιν εἰς κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας ἐχρήσατο, τοῦ ἀρχιερέως Χελκίου τούτοις ἐπιστατοῦντος. ὃς ἐντυγχάνει ταῖς ἱεραῖς τοῦ Μωυσέως βίβλοις ἐν τῷ ἐξάγειν τοῦ ἱεροῦ ταμείου τὸ ἀργύριον, ἀποκειμέναις ἐκεῖ, καὶ στέλλει ταύτας διὰ τοῦ γραμματέως τῷ βασιλεῖ. ὡς δ’ ἀνεγνώσθησαν αὐτῷ, τὴν ἐσθῆτα διέρρηξε καὶ πρὸς τὴν προφῆτιν Ὀλδὰν γυναῖκα Σελοὺμ ἔπεμψε τὸν ἀρχιερέα Χελκίαν καὶ ἄλλους, ἱλεώσασθαι τὸν θεὸν ἀξιῶν αὐτήν. ἡ δὲ τὸ μὲν θεῖον ἤδη ψῆφον εἶπεν ἐξενεγκεῖν κατὰ τῆς χώρας καὶ τοῦ λαοῦ ἀσεβήσαντος, διὰ δὲ τὸν βασιλέα δίκαιον ὄντα οὐκ ἐπάξει νύν τὰ κακά, ἀλλ’ αὐτοῦ παρελθόντος γενήσεται τὰ ἐψηφισμένα. ὁ δὲ τούτων ἀκούσας συνήγαγε τὸν λαὸν εἰς Ἱεροσόλυμα, καὶ εἰς ἐπήκοον πάντων τὰς ἱερὰς βίβλους ἀναγνωσθῆναι πεποίηκεν. εἶτα ὅρκους ἐκ πάντων ἀπῄτησε φυλάττειν τοὺς νόμους καὶ σέβεσθαι τὸν θεόν. καὶ θύων ὁ λαὸς ἐξιλεοῦτο τὸν κύριον. ἐνέπρησε δὲ καὶ τὰ ἀναθήματα τῶν εἰδώλων, καὶ τοὺς ἱερεῖς αὐτῶν ἐθανάτωσε, καὶ τὰ τῶν ψευδοπροφητῶν ὀστᾶ κατέκαυσεν ἐπὶ τοῦ βωμοῦ ὃν ἀνέστησεν Ἱεροβοὰμ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου, ὃς θυσιάζοντι προσῆλθεν ἐκείνῳ καὶ προεῖπε ταῦτα ποιήσειν ἀπόγονον τοῦ Δαβὶδ Ἰωσίαν μετὰ τριακόσια ἔτη καὶ ἑξήκοντα πρὸς τῷ ἑνί. καὶ πρὸς τοὺς Ἰσραηλίτας δὲ πορευθεὶς Ἰωσίας, ὅσοι τὴν αἰχμαλωσίαν διέφυγον, τὸν πάτριον παρῄνει θρησκεύειν θεὸν καὶ κατὰ νόμους βιοῦν. καὶ ἐξ ἀπάσης τῆς χώρας ἀφανίσας τὰ εἴδωλα, εἰς Ἱερουσαλὴμ τὸ πλῆθος συνήγαγε, καὶ τὴν τῶν ἀζύμων ἑορτήν, ἣν πάσχα καλοῦσιν, ἑώρτασε. βίον δὲ εἰρηνικὸν διαγαγών, τοξευθεὶς ἐπὶ τέλει τὸν βίον κατέστρεψεν. ὁ γὰρ τῶν Αἰγυπτίων βασιλεὺς Νεχαὼ Μήδους πολεμήσων ἀπῄει, εἶργε δὲ αὐτὸν Ἰωσίας διὰ τῆς χώρας αὐτοῦ παρελθεῖν. ὁ δὲ μὴ ἐπ᾿ αὐτὸν στρατεύειν ἐδήλου αὐτῷ. Ἰωσίας δὲ οὐ μεθίετο. ἤδη οὖν παρετάσσοντο μαχεσόμενοι, καὶ Ἰωσίαν διατάσσοντα τὸν οἰκεῖον λαὸν τοξεύσας Αἰγύπτιος τὸν πόλεμον ἔλυσεν. ὁ δὲ βασιλεὺς ἀναζεύξας εἰς Ἱεροσόλυμα τελευτᾷ, βασιλεύσας ἔτη τριάκοντα πρὸς ἑνί, ζήσας δὲ πρὸ τῆς βασιλείας ὀκτώ. ἐπὶ τούτου Ἱερεμίας ἦν ὁ προφήτης, ὃς καὶ τὰ συμβήσεσθαι μέλλοντα τῇ Ἱερουσαλὴμ δεινὰ προηγόρευσε καὶ τὴν ὑπὸ ῾Ρωμαίων αὐτῆς ἅλωσιν. οὐ μόνον δὲ οὗτος περὶ τούτων προέγραψεν, ἀλλὰ καὶ Ἰεζεκιὴλ πρῶτος περὶ τούτων δύο βιβλία κατέλιπεν. ἦσαν δὲ ἄμφω τῆς ἱερατικῆς φυλῆς. Τελευτήσαντος δὲ Ἰωσίου Ἰωάχαζ ὁ παῖς αὐτοῦ ἦρξεν, εἴκοσιν ἐπὶ τρισὶν ἐνιαυτῶν ὤν, ἀσεβὴς γε- γονώς· ὃν ἀπὸ τοῦ πολέμου ἀναζευγνὺς ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἔδησε, καὶ τὴν μὲν βασιλείαν τῷ πρεσβυτέρῳ ἀδελφῷ Ἐλιακεὶμ δέδωκεν, Ἰωακεὶμ μετονομάσας αὐτόν, καὶ εἰσφορὰν τῇ χώρᾳ ἐπιτάξας ἑκατὸν ἀργυρίου τάλαντα, ἓν δὲ χρυσοῦ. τὸν Ἰωάχαζ δὲ ἀπήγαγεν εἰς Αἴγυπτον, ὅπου καὶ ἐτελεύτησεν. ὁ δὲ χρόνος τῆς βασιλείας αὐτοῦ τρεῖς ἦσαν μῆνες ἐπὶ δέκα ἡμέραις. Ἰωακεὶμ δὲ ἀσεβεῖ τε ὄντι καὶ κακούργῳ ἔτος ἤδη τῆς βασιλείας ἠνύετο τέταρτον καὶ τὴν Βαβυλωνίων ἀρχὴν Ναβουχοδονόσορ περιεζώσατο. οὗτος τὸν Αἰγύπτιον Νεχαὼ νικήσας πολὺ μέρος τῆς χώρας αὐτοῦ παρεσπάσατο. ἐν ὀγδόῳ δ᾿ ἔτει τῆς βασιλείας Ἰωακεὶμ ἐπιστρατεύει τῇ Ἰουδαίᾳ μετὰ βαρείας δυ- νάμεως. Ἰωακεὶμ δὲ δείσας ὑπόφορον ἔθετο τῷ Βαβυλωνίῳ τὴν χώραν τὴν ἑαυτοῦ. καὶ τρισὶ μὲν ἔτεσι προσῆγε τοὺς φόρους, εἶτα τοὺς Αἰγυπτίους χωρεῖν ἀκούσας κατὰ τοῦ Βαβυλωυίου, ἐπέσχε τὴν τῶν φόρων καταβολήν, καίτοι τοῦ προφήτου Ἱερεμίου προλέγοντος τὴν ὑπὸ τοῦ Βαβυλωνίου τῆς πόλεως ἅλωσιν καὶ τὴν τοῦ βασιλέως Ἰωακεὶμ ἀναίρεσιν, καὶ οὐ μόνον εἰπόντος, ἀλλὰ καὶ γράψαντος καὶ εἰς ἐπήκοον τοῦ πλήθους ἀναγνόντος τὴν συγγραφήν. ἣν λαβόντες οἱ ἡγεμόνες τῷ βασιλεῖ προσήνεγκαν· ὁ δὲ ἐπὶ τοῖς γεγραμμένοις χολωθεὶς πυρὶ τὸ σύγγραμμα κατῃθάλωσε, τὸν δὲ προφήτην καὶ Βαροὺχ τὸν γραμματέα αὐτοῦ κολάσαι ἐζήτει. ἀλλ᾿ οἱ μὲν φυγόντες ἐξέκλιναν τὴν ὀργὴν αὐτοῦ· μετ᾿ οὐ πολὺ δὲ κατ᾿ αὐτοῦ στρατεύει ὁ Βαβυλόνιος, Ἰωακεὶμ δὲ ἀπραγμόνως αὐτὸν εἰς τὴν πόλιν εἰσδέχεται. ὁ δὲ τούς τε κρείττους τῶν πολιτῶν καὶ αὐτὸν τὸν βασιλέα ἐφόνευσε, τρισχιλίους δὲ τοὺς καλλίστους αἰχμαλώτους ἀπήγαγεν, ἐν οἷς ἦν καὶ ὁ προφήτης Ἰεζεκιὴλ παῖς ὤν, τὸν δὲ υἱὸν τοῦ κτανθέντος βασιλέως, Ἰωακεὶμ ὀνομαζόμενον καὶ αὐτόν, ἀναδείξας βασιλέα τῆς Ἰουδαίας. Οὕτω μὲν ἔσχε τέλους Ἰωακείμ, ἐνιαυτοὺς βιώσας ἓξ καὶ τριάκοντα, βασιλεύσας δὲ ἕνδεκα. ὁ δὲ Βαβυλώνιος ὑποπτεύσας μνησικακῆσαι τὸν ἐκείνου υἱὸν διὰ τὸν φόνον τὸν τοῦ πατρὸς καὶ ἀποστατῆσαι, πέμψας ἐπολιόρκει αὐτόν. ὁ δὲ μὴ θέλων τὴν πόλιν δι᾿ αὐτὸν κινδυνεῦσαι, παραδίδωσιν ἑαυτὸν καὶ τοὺς προσήκοντας αὐτῷ τοῖς πολεμίοις ἐπὶ συνθήκαις μή τι κακῶσαι τὴν πόλιν ἢ αὐτούς· ἃς παρέβη ὁ Βαβυλώνιος, κελεύσας τὴν ἐν τῇ πόλει πᾶσαν νεότητα καὶ τοὺς τεχνίτας ἀπαγαγεῖν πρὸς αὐτόν, οἳ πρὸς ὀκτα- κοσίοις τριάκοντα δύο εἰς δέκα χιλιάδας ἠρίθμηντο. τὸν Ἰωακεὶμ δὲ καὶ τὴν μητέρα αὐτοῦ καὶ τοὺς φίλους καθείρξας ἐφύλαττε, μῆνας τρεῖς βασιλεύσαντα