Ancient Greek
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.4.1
Not analysed yet
Ἦν δὲ τῷ Δαβὶδ θυγάτηρ Θάμαρ ὠνομασμένη, ὁμομήτριος ἀδελφὴ τῷ Ἀβεσαλώμ· ταύτης ἤρα Ἀμνὼν Β ὁ πρωτότοκος υἱὸς τοῦ Δαβίδ, καὶ ἦν ὁ ἔρως πολὺς ὡς καὶ νοσῆσαι τὸν ἐρῶντα. ἀφικομένου δὲ τοῦ πατρὸς πρὸς ἐπίσκεψιν αὐτοῦ, ἠξίωσεν αὐτὸν παραγενέσθαι τὴν Θάμαρ εἰς ὑπηρεσίαν αὐτοῦ· ὁ δὲ κατέ- νεῦσεν. ἧκεν οὖν ἡ Θάμαρ καὶ ἡτοίμασεν αὐτῷ κολλυρίδας. ὁ δὲ πάντας ἐξέπεμψε, μόνην δὲ τὴν ἀδελφὴν ὑπηρετήσασθαι ἠξίου αὐτῷ. τῆς δὲ κόρης μόνης περιλειφθείσης βιάζεται αὐτήν, καὶ διακορήσας αὐτὴν μῖσος αὐτίκα ἔσχεν ἀντίθετον τοῦ πρὶν ἔφωτος, καὶ ἀπιέναι παραχρῆμα ἐκέλευε, καὶ κελεύει τῷ οἰκέτῃ αὐτὴν ἐκβαλεῖν. ἐκείνη δὲ διά τε τήν βίαν καὶ τὴν ὕβριν περιαλγήσασα διαρρήγνυσι τὸν χιτῶνα, καὶ κόνιν καταπασσομένη τῆς κεφαλῆς ἐπορεύετο θρηνοῦσα. ὁ δὲ ἀδελφὸς Ἀβεσαλὼμ ἡσυχάσαι αὐτῇ συνεβούλευσεν, ἐμηνία δὲ τῷ Ἀμνὼν διὰ τὴν ἀδελφήν. ὁ δὲ βασιλεὺς μαθὼν τὸ συμβὰν ἤχθετο μέν, λυπῆσαι δὲ τὸν Ἀμνῶν οὐκ ἤθελεν, ὅτι πρωτότοκος ἢν αὐτῷ. διετηρίδος δὲ παρελθούσης κείρειν ἔμελλεν ἄρτι τὰ ἴδια ποίμνια ὁ Ἀβεσαλώμ, καὶ εἶς πότον τοὺς ἀδελφοὺς συνεκάλεσεν. ἐνετείλατο δὲ τοῖς ὑπηρετουμένοις αὐτῷ προχωροῦντος τοῦ πότου πατάξαι τὸν Ἀμνὼν καὶ ἀποκτεῖναι. καὶ ἐποίησαν οὕτως οἱ παῖδες Ἀβεσαλώμ. ἰδόντες δὲ οἱ λοιποὶ τοῦ βασιλέως υἱοὶ τὸ γενόμενον ἔφυγον. φήμης δὲ προελθούσης ὡς ἔκτεινε πάντας τοὺς τοῦ βασιλέως υἱοὺς ὁ Ἀβεσαλώμ, διέρρηξε τὴν ἐσθῆτα αὐτοῦ ὁ Δαβὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν θρηνῶν. ἐν τοσούτῳ δ’ ἥκασιν οἱ τοῦ βασιλέως υἱοὶ καὶ τὸν φόνον τοῦ Ἀμνὼν πενθοῦντες ἀπήγγειλαν. Ἀβεσαλὼμ δὲ ἀπέδρα πρὸς τὸν πάππον τὸν πρὸς μητρός, τὸν βασιλέα τῆς Γέθ, καὶ ἐπὶ τριετίαν ἦν διάγων ἐκεῖ. τῆς ὀργῆς δὲ τῷ χρόνῳ λωφησάσης καταλλαγῆναι τὸν βασιλέα τῷ Ἀβεσαλὼμ ἐσοφίσατο ὁ Ἰωάβ. γύναιον γάρ τι παρεσκεύασεν ὡς πενθοῦν τῷ βασιλεῖ προσελθεῖν καὶ ἀποδύρεσθαι, ὅτι δύο παίδων ὄντων αὐτῇ, καὶ θατέρου τὸν ἕτερον κτείναντος, οἱ συγγενεῖς ἀνελεῖν ζητοῦσί τὸν περιόντα διὰ τὸν φόνον τοῦ ἀδελφοῦ· καὶ δέεσθαι τοῦ βασιλέως χαρίσασθαι αὐτῇ τὴν τοῦ παιδὸς σωτηρίαν. ἡ μὲν οὑν προσελθοῦσα τῷ βασιλεῖ περιπαθῶς εἶπε ταῦτα, ὁ δὲ βασιλεὺς τὴν ζωὴν αὐτῇ χαρίσασθαι τοῦ παιδὸς ἐπηγγείλατο. καὶ ἡ γυνὴ χάριτας ὡμολόγει αὐτῷ· “ἵνα δ’ ἐχέγγυον εἴη μοι τῶν ὑπεσχημένων” εἶπε, πρῶτος αὐτὸς τῷ οἰκείῳ υἱῷ διαλλάγηθι, καὶ μὴ τῷ φόνῳ τοῦ παρὰ γνώμην σου θανόντος υἰού προσθήσεις ἑκούσιον ἕτερον. συνῆκεν ὁ βασιλεὺς σκῆψιν εἶναι τοὺς λόγους τῆς γυναικός, καὶ τούτους σοφισθῆναι παρ’ Ἰωάβ, καὶ κατάγειν αὐτῷ ἐπέτρεψε τὸν Ἀβεσαλώμ, καὶ πορευθεὶς Ἰωὰβ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήμ· εἰς ὄψιν δ’ ἐλθεῖν οὐ συγκεχώρητο τῷ πατρί. Μετὰ δὲ ταῦτα κατηλλάγη ὁ βασιλεὺς τῷ Ἀβεσαλώμ, καὶ καλέσας αὐτὸν συγγνώμην αἰτήσαντι δέδωκε καὶ ἀμνηστίαν τοῦ ἁμαρτήματος ἐπηγγείλατο. ἵππους δὲ καὶ ἄρματα προσκτησάμενος ὁ Ἀβεσαλὼμ καὶ πολλοὺς ὀπαδούς, καθ’ ἑκάστην ἀπῄει πρὸς τὰ βασίλεια, καὶ πρὸς χάριν τοῖς πλήθεσιν ὁμιλῶν εὐνοεῖν αὐτῷ πολλοὺς παρεσκεύασεν. ἤδη δὲ τετραετίας παραρρυείσης μετὰ τὴν κάθοδον σκήπτεται θυσίας χάριν εἰς Χεβρὼν ἀπελθεῖν, ὡς εὐχὴν τοῦτο πεποιηκὼς τυγχάνων ἐν τῇ φυγῇ· καὶ ἀφείθη πρὸς τοῦ πατρός. ἀπελθὼν δὲ πρὸς πολλοὺς διεπέμψατο, καὶ πλεῖστοι πρὸς αὐτὸν συνερρύησαν, πρὸς δὲ τοῖς ἄλλοις καὶ Ἀχιτόφελ ὁ τού πατρὸς αὐτοῦ σύμβουλος. καὶ ὑπὸ πάντων βασιλεὺς ἀνερρήθη. τοῦτο γνοὺς ὁ Δαβὶδ ἀπῆρε μετὰ τῶν περὶ αὐτὸν ἐξ Ἰερουσαλήμ· καὶ οἶ ἑξακόσιοι ἄνδρες οἱ ἐπὶ Σαοὺλ συνόντες αὐτῷ αὖθις αὐτῷ συνεξώρμησαν. ἠγγέλθη δὲ καὶ Ἀχιτόφελ προσρυεὶς τῷ Ἀβεσαλώμ· ὃ καὶ τὸν φόβον αὐτῷ μείζονα καὶ πλείονα τὴν λύπην ἐποίησεν. ἐπεκαλεῖτο ’δε τὸν θεόν, καὶ τὴν κρίσιν ἐπὶ πᾶσιν ἐκείνῳ ἐπέτρεπε. Χουσὶ δ’ ἑταῖρος ὢν τοῦ Δαβίδ, κατὰ γνώμην αὐτοῦ ψευδαυτομολεῖ πρὸς Ἀβεσαλώμ. πρόσεισι δὲ τῷ Δαβὶδ ἀπιόντι ὁ δοῦλος τοῦ Μεμφιβοσθὲ Σιβά, ζεῦγος ἄγων ὄνων φερόντων τὰ ἐπιτήδεια, καὶ τοῦ δεσπότου κατηγορῶν ὡς μείναντος ἐν Ἱεροσολύμοις καὶ προσδοκῶντος αὐτῷ τὴν βασιλείαν περιελεύσεσθαι, οἶα τοῦ πλήθους αἱρησομένου αὐτόν. ἠγανάκτησεν ἐπὶ τούτοις Δαβίδ, καὶ πάντα ὅσα τῷ Μεμφιβοσθὲ πρὶν ἐδωρήσατο τῷ Σιβὰ ἐχαρίσατο. εἶτα ἔπεισιν αὐτῷ κατὰ τὴν ὁ δὸν Σεμεεί, ἀνὴρ ἐκ τῆς συγγενείας Σαούλ, καὶ λίθους κατὰ τοῦ βασιλέως ἠκόντιζε καὶ κατηρᾶτο αὐτῷ καὶ ἄνδρα αἱμάτων ὠνόμαζε καὶ παράνομον. τῶν δὲ μετὰ Δαβὶδ ὁρμώντων ἀνελεῖν τὸν Σεμεεὶ ὁ βασιλεὺς οὐκ ἀφῆκεν, εἰπών κύριος εἶπεν αὐτῷ ταῦτα ποιεῖν, ἄφετε αὐτόν. καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην ἐκεῖ τοὺς μετ’ αὐτοῦ κεκοπιακότας ἀνέψυξεν.