Ancient Greek · ~15 min
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.1.1
Not analysed yet
Ναβουζαρδὰν δὲ κατασκάψας τὴν Ἰερουσαλὴμ τόν τε λαὸν καὶ τὸν ἀρχιερέα Σαβαῖον καἰ τὰ σκεύη τὰ ἱερὰ εἰς Βαβυλῶνα ἐκόμισε. Ναβουχοδονόσορ δὲ τὰ σκεύη τοῦ θεοῦ τοῖς ἑαυτοῦ θεοῖς ἀνατέθεικε, τοὺς δὲ αἰχμαλώτους εἰς τὴν οἰκείαν χώραν κατῴκισε. τοὺς δ’ αὐτομολήσαντας ἐν τῇ πολιορκίᾳ πρὸς τοὺς Βαβυλωνίους ἐν Ἰουδαίᾳ καταλιπὼν ὁ Ναβουζαρδὰν καὶ τοὺς πένητας, ἡγεμόνα τούτοις ἐπέστησε Γοδολίαν, ἄνδρα τῶν εὖ γεγονότων ἐπιεικῆ τε καὶ δίκαιον, καὶ τὴν χώραν ἐργάζεσθαι αὐτοῖς ἐνετείλατο, καὶ δασμοφορεῖν τῷ Ναβουχοδονόσορ ἐπέταξε. τῷ δὲ προφήτη Ἱερεμίᾳ εἲς Βαβυλῶνα ἀπελθεῖν προετρέπετο· ὁ δὲ ἐν τοῖς ἐρειπίοις τῆς πατρίδος ἤθελε διατρίβειν. καὶ ἀφῆκεν αὐτὸν ἐκεῖ, τῷ Γοδολίᾳ ἐπιτάξας πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν. ἀπέλυσε δὲ αὐτῷ καὶ τὸν φοιτητὴν Βαρούχ, τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον. ὅσοι δ᾿ ἐκ τῆς Ἱερουσαλὴμ διὰ τὴν πολιορκίαν ἀπέδρασαν ἧκον πρὸς Γοδολίαν. ὁ δὲ γεωργεῖν τὴν χώραν αὐτοῖς συνεβούλευε καὶ κατοικεῖν ἣν ἕκαστος βούλεται πόλιν καὶ ἀνοικοδομεῖν τὰ ἐρείπια. γνόντες δὲ τὸν Γοδολίαν ἄνδρα χρηστόν, ὑπερηγάπησαν αὐτόν. Ἐπανῆλθε δὲ σὺν τοῖς ἄλλοις καί τις καλούμενος Ἰσμαήλ, ἐκ τοῦ βασιλείου γένους ὑπάρχων, ὃς πρὸς τοὺς Ἀμμανίτας ἀπέδρα κατὰ τὸν τῆς πολιορκίας καιρόν. τοῦτον προσελθόντα τῷ Γοδολίᾳ τινὲς ἐπιβουλεύειν αὐτῷ ἔλεγον· εἰ δ’ ἐπιτρέψει αὐτοῖς κτεῖναι τὸν ἄνδρα, διαφεύξεται τὴν ἐπιβουλήν. ὁ δ’ ἠπίστει, ἢ καὶ βέλτιον ἔλεγεν ἡγεῖσθαι αὐτὸς ἀποθανεῖν ἢ ἄνθρωπον κτεῖναι πιστεύσαντα αὐτῷ ἑαυτόν. μετὰ καιρὸν δὲ σὺν ἑτέροις ὁ Ἰσμαὴλ οὗτος πρὸς Γοδολίαν ἐλθὼν καὶ ξενισθεὶς ἀπέκτεινε τόν τε Γοδολίαν καὶ τοὺς συμποσιάζοντας. εἶτα νυκτὸς ἐπιθέμενος τοῖς καταλειφθεῖσιν ἐν τῇ πόλει Βαβυλωνίοις αὐτούς τε ἀνεῖλε καὶ πάντας τοὺς ἐκεῖ Ἰουδαίους. τῇ ἐπαύριον δὲ ὀγδοήκοντα ἀνδρῶν ἐκ τῆς χώρας σὺν δώροις πρὸς Γοδολίαν ἐλθόντων, καὶ τούτους ἀνεῖλεν ὁ Ἰσμαήλ, ἄνευ ὀλίγων τινῶν, οἳ κεκρυμμένα ἐν τοῖς ἀγροῖς ἔπιπλά τε καὶ ἐσθῆτας καὶ σῖτον ὑπέσχοντο δείξειν αὐτῷ. λαβὼν δὲ καὶ αἰχμαλωσίαν πολλὴν ἀπῄει πρὸς Ἀμμανίτας. ταῦτα δὲ μαθόντες ἡγεμόνες τῶν Ἰουδαίων τινές, καὶ τοὺς σὺν αὐτοῖς παραθήξαντες, κατεδίωξαν αὐτόν· καὶ τὴν μὲν αἰχμαλωσίαν ἐπανεσώσαντο, Ἰσμαὴλ δὲ σὺν ἀνδράσιν ὀκτὼ διαπεφευγεν. Οἱ δὲ περισωθέντες τοὺς Βαβυλωνίους δεδοικότες ἀπιέναι πρὸς Αἴγυπτον ἐβουλεύοντο. καὶ τοῦ Ἱερεμίου μένειν αὐτοῖς συμβουλεύοντος, μένουσι γὰρ τὸ θεῖον αὐτοῖς προμηθεύσεσθαι μή τι πείσεσθαι κακόν, ἀπιοῦσι δὲ μὴ συνέσεσθαι αὐτοῖς, οὐκ ἐπίστευον, ἀλλ’ ἀπειθήσαντες ἀπῆραν εἰς Αἴγυπτον, ἄγοντες καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαρούχ. ἀπελθόντι δ’ ἐκεῖ τῷ προφήτῃ δηλοῖ τὸ θεῖον τὰ μέλλοντα. ὁ δὲ προύλεγε τοῖς ὁμοφύλοις ὡς ἐπὶ τοὺς Αἰγυπτίους στρατεύσει ὁ Βαβυλώνιος καὶ τῆς Αἰγύπτου κρατήσει, καὶ ὡς τοὺς μὲν αὐτῶν κτενεῖ, τοὺς δὲ δορυαλώτους ἀπάξει. δι’ ἆ καὶ καταλευσθεὶς ὑπὸ τῶν συμφυλετῶν τέθνηκεν. ἆ δὲ προείρηκε γέγονε· πέμπτον γὰρ ἰτὸς μετὰ τὴν τῶν Ἱεροσολύμων ἠνύετο πόρθησιν καὶ Ναβουχοδονόσορ κατὰ τῆς Κοίλης Συρίας ἐξώρμησε, καὶ κατασχὼν αὐτὴν Ἀμμανίταις ἐπῆλθε καὶ Μωαβίταις, κἀκεῖθεν ἐπ’ Αἴγυπτον ἐξεστράτευσε, καὶ ὑποτάξας αὐτὴν κτείνει τὸν βασιλεύοντα, ἕτερον δ’ ἐγκαθίστησι, τοὺς δ᾿ ἐκεῖ Ἰουδαίους εἰς Βαβυλῶνα μετήνεγκεν. Ἱερεμίου δ’ ἐν Αἰγύπτῳ ταφέντος, λέγεται ὁ βασιλεὺς Ἀλέξανδρος, κυριεύσας τῆς Αἰγύπτου μετὰ τῶν ἄλλων, ἐξυμνούντων τὸν προφήτην τῶν Αἰγυπτίων, μετενεγκεῖν τὰ ὀστᾶ ἐκείνου εἰς τὴν παρ’ αὐτοῦ κτισθεῖσαν πόλιν τὴν Ἀλεξάνδρειαν. Ὁ μὲν οὖν προφήτης προεῖπεν, ὡς εἴρηταί μοι, τὰ συμβησόμενα· τὸ δὲ τῶν Ἑβραίων γένος τοιοῦτον εὕρατο τέλος, πέραν Εὐφράτου μετενεχθέν. αἶ μὲν γὰρ δέκα φυλαὶ Ὠσηὲ βασιλεύοντος εἰς Σαμάρειαν παρὰ τῶν Ἀσσυρίων ᾐχμαλωτίσθησαν, αἱ δὲ δύο φυλαὶ μετὰ ταῦτα παρὰ Ναβουχοδονόσορ ἐλήφθησαν δορυάλωτοι, καὶ ὅσοι μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν ὑπελείφθησαν. καὶ ὁ μὲν Σαλμανασὰρ τὸ τῶν Χουθαίων ἔθνος ἐκ Πέρσιδος μετῴκισεν εἰς Σαμάρειαν, ὁ δὲ Ναβουχοδονόσορ ἔρημον ἀφῆκε τὴν Ἰουδαίαν, καὶ ἔμεινεν οὕτως ἐπὶ ἐνιαυτοὺς ἑβδομήκοντα. ὁ μεταξὺ δὲ τῆς τῶν δέκα φυλῶν αἰχμαλωσίας ἐκ Σαμαρείας καὶ τῆς τῶν δύο ἐξ Ἱερουσαλὴμ χρόνος ἑκατὸν τριάκοντα ἔτη καὶ μῆνες ἒξ πρὸς ἡμέραις δέκα ἐγένοντο.