Ancient Greek · ~17 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.25.1
Not analysed yet
καὶ ἡμέρας δέκα. τὴν δὲ τῆς Ἰερουσαλὴμ βασιλείαν τῷ τοῦ Ἱωακεὶμ πατραδέλφῳ τῷ Σεδεκίᾳ παρέδωκεν, ὀμόσαντι μὴ εὐνοήσειν τοῖς Αἰγυπτίοις, ἀλλ’ αὐτῷ φυλάξειν τὴν χώραν. ὁ δὲ νέος ὤν, εἴκοσι γὰρ καὶ ἑνὸς ἦν ἐτῶν ὅτε παρέλαβε τὴν ἀρχήν, καὶ ὑπερόπτης τοῦ δικαίου τε καὶ τοῦ δέοντος, παραινοῦντι τῷ Ἱερεμίᾳ τὰς ἀσεβείας καὶ τὰς παρανομίας λιπεῖν οὐκ ἐπείθετο, οὐδ’ ἐπίστευε λέγοντι τὰς μελλούσας ἔσεσθαι συμφορὰς αὐτῷ τε καὶ τῷ λαῷ· ἃς καὶ Ἱεζεκιὴλ ἐν Βαβυλῶνι προέλεγε καὶ γράψας ἀπέσταλκεν εἰς Ἱεροσόλυμα. ἠπίστησε δὲ ἀμφοῖν τοῖν προφήταιν ὁ Σεδεκίας ὡς τάχα διαφωνοῦσι. περὶ μὲν γὰρ τῶν ἄλλων συνεφώνουν, περὶ δὲ αὐτοῦ Σεδεκίου ἐδόκουν ἐναντιοῦσθαι. Ἰεζεκιὴλ μὲν γὰρ μὴ ὄψεσθαι τὴν Βαβυλῶνα αὐτὸν προεφήτευεν, Ἱερεμίας δὲ δέσμιον αὐτὸν ἀΠαχθῆναι πρὸς Βαβυλῶνα προέλεγε. συνῳδὰ δὲ τοῖς προφήταις καὶ τὰ περὶ τούτου προείρηντο· τυφλωθεὶς γὰρ ἐν Ἰουδαίᾳ καὶ δέσμιος ἀπαχθεὶς τὴν Βαβυλῶνα οὐκ ἐθεάσατο. Οὗτος ὁ Σεδεκίας ἐπὶ ἔτη ὀκτὼ τηρήσας τὴν πίστιν τὴν πρὸς τὸν Βαβυλώνιον, πρὸς τοὺς Αἰγυπτίους ἀπέκλινε. διὸ στρατεύσας ὁ Ναβουχοδονόσορ ἐπολιόρκει τὴν Ἰερουσαλήμ. τῶν δ’ Αἰγυπτίων εἰς συμμαχίαν ἡκόντων τοῖς Ἰουδαίοις, προυπαντήσας σφίσιν ὁ Βαβυλώνιος καὶ τρεψάμενος αὐτοὺς διώκει. οἱ δὲ ψευδοπροφῆται μηκέτι τοὺς πολεμίους πολιορκήσειν αὐτοὺς ἔλεγον· Ἱερεμίας δὲ καὶ ὑποστρέψαι αὐτοὺς καὶ τὴν πόλιν αἱρήσειν καὶ κατασκάψειν καὶ τὸν ναὸν ἐμπρήσειν καὶ τὸν λαὸν τὸν τέως περιλειφθησόμενον ἀπάξειν προηγόρευε δορυάλωτον, ἐπ’ ἔτη δουλεύσοντα ἑβδομήκοντα, μέχρις οὗ Πέρσαι καὶ Μῆδοι τὴν Βαβυλωνίων ἀρχὴν καταλύσουσι· τότε δὲ λυθῆναι τῆς αἰχμαλωσίας αὐτούς, καὶ τὸν ναὸν αὖθις καὶ τὴν πόλιν ἀνοικοδομῆσαι. ταῦτ’ ἔλεγεν Ἱερεμίας· ὁ δὲ βασιλεὺς καὶ οἶ περὶ αὐτὸν τοὺς λόγους αὐτοῦ ἐμυκτήριζον. ἀπιόντι δὲ τῷ προφήτῃ πρὸς Ἀναθὼθ τὴν πατρίδα συναντήσας τις τῶν ἀρχόντων καὶ κατασχὼν ὡς αὐτόμολον ἤγαγε πρὸς τοὺς ἄρχοντας· οἳ αἰκισάμενοι αὐτὸν ἐτήρουν εἰς κόλασιν. Κατὰ δὲ τὁ ἔνατον ἰτὸς τῆς βασιλείας Σεδεκίου ἔπεισι τὸ δεύτερον κατὰ τῶν Ἱεροσολύμων ὁ Βαβυλύνιος, καὶ ἐφ’ ἔνα πρὸς τῷ ἡμίσει ἐνιαυτὸν κραταιῶς τὴν πόλιν πολιορκεῖ. τῇ δὲ πολιορκίᾳ λιμὸς συνηνέχθη καὶ ἐπὶ τούτοις λοιμός. Ἱερεμίας δὲ καθειργμένος δέξασθαι τὸν Βαβυλώνιον παρεκάλει τὸ πλῆθος· σωθήσεσθαι γὰρ οὕτως· εἰ δ’ οὔ, μένοντας ἀπολεῖσθαι ἢ λιμῷ ἢ μαχαίρᾳ· ‘εἰ δέ τις προσχωρήσει τοῖς πολεμίοις, τὸν θάνατον” ἔλεγε “διαφεύξεται. οὐδενὶ μέντοι πιστὸς ὁ προφήτης λελόγιστο, οἱ δ’ ἡγεμόνες καὶ προσηρέθιζον κατ’ ἐκείνου τὸν βασιλέα. δὲ διὰ τὸν καιρὸν αὐτοὺς θεραπεύων ἐνέδωκεν αὐτοῖς χρήσασθαι τῷ προφήτῃ ὡς βούλονται. κἀκεῖνοι αὐτὸν εἰς λάκκον βορβορώδη ἐνέβαλον. Σεδεκίας δὲ τοῦτο μαθὼν ἀνελκυσθῆναι αὐτὸν ἐκεῖθεν ἐκέλευσε, καὶ λάθρᾳ καλέσας ἤρετο τί φησι πρὸς τὰ παρόντα δεινά. ὁ δὲ παραδοῦναι τὴν πόλιν συνεβούλευε τῷ Βαβυλωνίῳ. Σεδεκίας δὲ δεδιέναι ἔλεγε μὴ ἀναιρεθῇ. ὁ δὲ προφήτης οὐδενὸς αὐτὸν οὕτω ποιοῦντα πειραθήσεσθαι δυσχεροῦς ἰσχυρίζετο. τὸν μὲν οὖν ὁ βασιλεὺς ἀπέλυσεν, ὁ δέ γε Βαβυλώνιος ἐπολιόρκει τὴν πόλιν μετὰ σφοδρᾶς ἐπιθέσεως, καὶ εἷλε ταύτην τῷ ἑνδεκάτῳ ἐνιαυτῷ τῆς ἀρχῆς Σεδεκίου. Σεδεκίας δὲ μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων καὶ τῶν προσηκόντων καὶ τῶν φίλων ἔφευγεν ἐκ τῆς πόλεως. οἱ δὲ πολέμιοι κατεδίωξαν αὐτὸν καὶ κατέλαβον μονωθέντα· οἱ γὰρ ἡγεμόνες καὶ οἱ φίλοι αὐτοῦ διεσπάρησαν. ζωγρήσαντες οὑν αὐτὸν καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἤγαγον εἰς τὸν Βαβυλώνιον. ὁ δὲ ὠνείδισεν αὐτὸν εἰς ἀχαριστίαν καὶ ἀπιστίαν, ἐκέλευσέ τε τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς φίλους κταν- θῆναι ἐν ὀφθαλμοῖς αὐτοῦ· εἶτα καὶ τὰ ὄμματά πηρώσας αὐτοῦ δέσμιον εἰς Βαβυλῶνα ἀπήγαγεν. καὶ τότε συνῆκε καὶ ἄμφω τοὺς προφήτας ἀληθῆ προειπεῖν. οὕτος τέλος ἐγένετο τῶν ἐκ τοῦ σπέρματος τοῦ Δαβὶδ βεβασιλευκότων. εἴκοσι δὲ καὶ εἶς ἐτύγχανον ἄπαντες, ἐτῶν διελθόντων ἐξ ὅτου τῆς βασιλείας ἐπέβη Σαοὺλ πεντακοσίων δέκα καὶ τεσσάρων, μηνῶν ἕξ, ἡμερῶν δεκαέξ. Πεμφθεὶς δὲ Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ Βαβυλωνίου τόν τε ναὸν καὶ τὰ βασίλεια ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε καὶ τὰ τού ναοῦ πάντα ἐσύλησεν. ἐμπέπρηστο δὲ ὁ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα μῆνάς τε ἒξ καὶ ἡμέρας δέκα ἀφ’ οὗ ἐδομήθη καιροῦ, ἐκ δὲ τῆς ἐξ Αἰγύπτου τῶν Ἑβραίων μεταναστεύσεως μετὰ ἐξήκοντα δύο ἔτη καὶ χίλια καὶ μῆνας ἕξ καὶ ἡμέρας δέκα, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ μετὰ χιλίους ἐνακοσίους πεντήκοντα ἑπτὰ ἐνιαυτοὺς καὶ μῆνας ἒξ καὶ ἡμέρας δέκα ἐκ δὲ τῆς παραγωγῆς τοῦ πρώτου ἀνθρώπου μέχρι τότε τρισχίλια πεντακόσια δέκα καὶ τρία ἴτη παρήλθοσαν, μῆνες ἕξ καὶ ἡμέραι δέκα.