Ancient Greek · ~20 min
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.17.1
Not analysed yet
Ἐν τούτοις δὲ ὁ πρεσβύτερος τοῦ Ἀρμενίου παῖς Τιγράνης ἀπόδημος ὢν προσῄει, ὅς ποτε σύνθηρος τῷ Κύρῳ ἐγένετο, καὶ γνοὺς τὰ συμβάντα εὐθὺς ὡς εἶχε πρὸς τὸν Κῦρον ἀπῄει· καὶ ἰδὼν τόν τε πατέρα καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς καὶ τὴν ἑαυτοῦ γυναῖκα αἰχμαλώτους, ἐδάκρυσεν. ὁ δὲ Κῦρος εἰς καιρὸν ἥκεις” ἔφη. καὶ πολλὰ τῷ Ἀρμενίῳ διαλεχθεὶς Β καὶ ἀδικοῦντα ἐλέγξας, τέλος ἔφη ‘‘λέγε μοι πόση σοι δύναμίς ἐστι, πόσα δὲ χρήματα.” τοῦ δὲ εἰπόντος ἱππεῖς μὲν ὀκτακισχιλίους εἶναι, πεζῶν δὲ μυριάδας τέσσαρας, χρήματα δὲ εἰς ἀργύριον λογισθέντα πλείω τρισχιλίων ταλάντων, ὁ Κῦρος “τῆς μὲν στρατιᾶς ἔφη ‘‘τοὺς ἡμίσεις μοι σύμπεμψον, τῶν δὲ χρημάτων ἀντὶ μὲν τῶν πεντήκοντα ταλάντων τοῦ ἐτησίου δασμοῦ μοῦ διπλάσια Κυαξάρῃ ἀπόδος· ἐμοὶ δ’” ἔφη ἄλλα ἑκατὸν δάνεισον.” καὶ ταῦτα εἰπὼν τήν τε γυναῖκα τῷ Ἀρμενίῳ καὶ τοὺς παῖδας δῶρον ἔδωκε, καὶ τῷ Τιγράνῃ τὴν οἰκείαν νεογάμῳ ὄντι, καὶ ἀφῆκε πάντας. Ἀρμενίοις δὲ καὶ Χαλδαίοις ὁμοροῦσι διαφοραὶ ἦσαν ἀεὶ καὶ μάχαι· τούτους δ’ ἀλλήλοις ὁ Κῦρος κατήλλαξε, καὶ οὕτως ἀπῄει. καὶ τό μὲν στράτευμα ὃ ἐκ τοῦ Ἀρμενίου ἔλαβεν ἔπεμψε πρὸς Κυαξάρην, ἐπεὶ δ’ ἀφίκετο εἰς Μήδους, μετέδωκε τῶν χρημάτων τοῖς αὐτοῦ ταξιάρχαις. εἶτα σὺν τῷ Κυαξάρῃ ἐνέβαλεν εἰς τὴν πολεμίαν, καὶ ἐστρατοπεδεύσαντο καὶ λείαν πολλὴν ἐκεῖθεν συνήγαγον. ὡς δὲ προσιόντας καὶ τοὺς Ἀσσυρίους ἐπύθοντο, συντεταγμένοι προσήεσαν, καὶ ἐστρατοπεδεύσαντο ἀλλήλων παρασάγγην ἀπέχοντες. τῇ δ’ ὑστεραίᾳ ἐξαγαγὼν ὁ Κῦρος τὸ ἑαυτοῦ στράτευμα παρετάξατο, καὶ καθ’ ἕτερον κέρας σὺν τοῖς Μήδοις ὁ Κυαξάρης, ἑτέρωθεν δ’ οἱ Ἀσσύριοι καὶ οἶ συμμαχοῦντες αὐτοῖς. καὶ παραθήξαντες ἀλλήλους οἱ Πέρσαι ὁμόσε δρόμῳ ἐφέροντο καὶ ὁ Κῦρος αὐτός. οἵ γε μὴν πολέμιοι οὐκέτ’ ἔμενον, ἀλλ’ ἔφευγον εἰς τὸ ἔρυμα. καὶ οἱ Πέρσαι αὐτοῖς ἐφ’ ἑπόμενοι ὠθουμένων αὐτῶν πολλοὺς κατεστρώννυσαν, τοὺς δὲ εἰς τὰς τάφρους ἐμπίπτοντας ἐπεισπηδῶντες ἐφόνευον. καὶ οἱ τῶν Μηδῶν δὲ ἱππεῖς εἰς τοὺς τῶν πολεμίων ἱππέας ἤλαυνον· οἱ δ’ ἐνέκλινον· ἔνθα δὴ καὶ ἵππων διωγμὸς ἦν καὶ ἀνδρῶν καὶ φόνος ἐξ ἀμφοτέρων. ἰδοῦσαι δὲ αἶ γυναῖκες τῶν Ἀσσυρίων καὶ τῶν συμμάχων ταῦτα, ἀνέκραγον καὶ ἔθεον ἐκπεπληγμέναι, καὶ τοὺς πέπλους περιρρηγνύμεναι καὶ δρυπτόμεναι ἱκέτευον πάντας ἀμῦναι καὶ αὐταῖς καὶ τέκνοις καὶ σφίσιν αὐτοῖς. ἔνθα δὴ καὶ οἱ βασιλεῖς αὐτοὶ σὺν τοῖς πιστοτάτοις στάντες ἐπὶ τὰς εἰσόδους ἐμάχοντο καὶ τοῖς ἄλλοις παρεκελεύοντο. δείσας δ’ ὁ Κῦρος μὴ ὀλίγοι ὄντες, εἰ βιάσαιντο εἰς τὸ χαράκωμα εἰσελθεῖν, ὑπὸ πολλῶν σφαλεῖεν, παρηγγύησεν ὑπὸ πόδα ἀνάγειν ἔξω βελῶν· καὶ ταχὺ τὸ κεκελευσμένον ἐποίησαν. εἶτ’ ἀπήγαγε τοὺς οἰκείους ὅσον ἐδόκει καλῶς ἔχειν, καὶ ἐστρατοπεδεύσατο. οἱ δ’ Ἀσσύριοι, καὶ τεθνηκότος ία τοῦ ἄρχοντος καὶ σχεδὸν σὺν αὐτῷ τῶν βελτίστων, ἠθύμουν. ὁρῶντες δὲ ταῦτα ὅ τε Κροῖσος καὶ οἱ ἄλλοι σύμμαχοι σφῶν πάντες ἤλγουν. ἐντεῦθεν ἐκλείπουσι τὸ στρατόπεδον καὶ ἀπέρχονται τῆς νυκτός. ὡς δὲ μεθ’ ἡμέραν ἔρημον ἐφάνη τὸ τῶν πολεμίων χαράκωμα, διαβιβάζει τοὺς Πέρσας ὁ Κῦρος πρώτους, εἶτα καὶ οἱ ἀμφὶ Κυαξάρην διέβαινον. τῷ μὲν οὖν Κύρῳ διώκειν τοὺς πολεμίους ἐδόκει, τῷ δέ γε Κυαξάρῃ τοὐναντίον ἅπαν ἦν αἱρετόν. καὶ ὁ Κῦρος “δὸς δή μοι τόν Μήδων” ἔφη ‘‘τινὰς συμπορευομένους μοι, ἐκείνους δὴ ὅσοι μοι ἐθελονταὶ συνέψεσθαι προθυμήσονται.” καὶ ὁ Κυαξάρης ἐφῆκε, καὶ τὸν ἀγγελοῦντα ταῦτα τοῖς Μήδοις τῷ Κύρῳ συνέπεμψεν. Ἐν τοσούτῳ δὲ ἄγγελοι ἐκ τῶν Ὑρκανίων ἀφίκοντο. οἱ δ’ Ὑρκάνιοι ὅμοροι τῶν Ἀσσυρίων εἰσίν, ἔθνος οὐ πολύ, διὸ καὶ ἦσαν τῶν Ἀσσυρίων ὑπήκοοι· ἐχρῶντο δ’ αὐτοῖς οὔτ’ ἐν πόνοις οὔτ’ ἐν κινδύνοις αὐτῶν φειδόμενοι. καὶ τότε δὲ οὐραγεῖν ἐτετάχατο. ἱππεῖς ὄντες ὡς χίλιοι, ὅπως εἴ τι ὄπισθεν εἴη δεινόν, ἐκείνοις τοῦτ’ ἐνσκήψειε πρὸ αὐτῶν. οἱ δὲ οἷα πάσχουσιν ἐννοούμενοι, ἔπεμψαν ἀγγέλους πρὸς Κῦρον ἐροῦντας ὡς μισοῖντο δικαίως παρ’ αὐτῶν οἱ Ἀσσύριοι, καὶ εἰ βούλοιτο ἰέναι ἐπ’ αὐτούς, καὶ σφεῖς ἔσοιντο σύμμαχοι καὶ ἡγήσοιντο. ὁ δὲ ἤρετο εἰ καταλήψοιντο αὐτούς· καὶ οἱ Ὑρκάνιοι εἶπον ὅτι κἂν αὔριον ἔωθεν πορεύοιντο εὔζωνοι, καταλήψοιντο σφὰς. καὶ ὁ Κῦρος πίστεις ᾔτει ὡς ἀληθεύοιεν οἶ δὲ ὁμήρους κατέθεντο παρασχεῖν, εἰ καὶ αὐτὸς δεξιὰν δοίη καὶ πιστὰ θεῶν ποιήσαιτο. καὶ ὁ μὲν Κῦρος δίδωσιν αὐτοῖς πιστά, ἦ μὴν ἐὰν ἃ λέγουσιν ἐμπεδώσωσιν, ὡς φίλοις καὶ πιστοῖς χρῆσθαι αὐτοῖς, καὶ μήτε Περσῶν μήτε Μηδῶν μεῖον ἔχειν τι παρ’ αὐτῶ. Ἐπὶ τούτοις ὁ Κῦρος ἔτι φάους ὄντος ἐξῆγε τὸ στράτευμα, καὶ ὁ Τιγράνης μετὰ τῶν Ἀρμενίων συνῆν, καὶ τοὺς Ὑρκανίους δὲ περιμένειν ἐκέλευσεν, ἵν ἅμα ἴοιεν. τῶν δὲ Μηδῶν σχεδὸν ἄπαντες συνεξῄεσαν τῷ Κύρῳ. ἡγεῖσθαι οὖν τοὺς Ὑρκανίους ἐκέλευε· καὶ πολλὴν ὁδὸν διανύσας πλησίον γίνεται τοῦ τῶν Ὑρκανίων στρατεύματος. καὶ οἶ ἄγγελοι τοῦτο τὸν Κῦρον ἐδίδασκον, καὶ ὃς ἐκέλευσεν, εἰ φίλοι εἰσίν, ὡς τάχιστα ὑπαντᾶν τὰς δεξιὰς ἀνατείναντας. καὶ οἱ Ὑρκάνιοι ταῦτα ἐνωτισάμενοι παρῆσαν εὐθύς, τὰς δεξιὰς ὥσπερ εἴρητο ἀνατείνοντες. δεξιωσάμενος δὲ αὐτούς εἴπατέ μοι φησί, ‘‘πόσον ἀπέχει ἐνθένδε ἔνθα αἱ ἀρχαὶ τῶν πολεμίων εἰσὶ καὶ τό ἀθρόον αὐτῶν;” οἱ δ’ ἔφασαν ὀλίγῳ πλέον ἢ παρασάγγην. ἡγεῖσθαι οὑν τοὺς Ὑρκανίους ἐπέταττε. καὶ οἱ μὲν ἡγοῦντο, αὐτὸς δὲ σὺν τοῖς Πέρσαις τὸ μέσον ἔχων ἐπορεύετο, τοὺς δὲ ἱππεῖς ἑκατέρωθεν ἔταξεν. ἐπεὶ δὲ φάος ἐγένετο καὶ ἔγνων τὰ δρώμενα οἶ πολέμιοι, οὐδεὶς ἐμάχετο, ἀλλ’ οἱ μὲν ἔφευγον, οἱ δὲ καὶ ἀμαχεὶ ἀπώλλυντο.