Ancient Greek · ~12 min
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.18.1
Not analysed yet
Κροῖσος δὲ ὁ Λυδῶν βασιλεὺς τὰς γυναῖκας σὺν ταῖς ἁρμαμάξαις νυκτὸς προέπεμψεν, ὡς ῥᾷον κατὰ ψῦχος πορεύοιντο, θέρος γὰρ ἦν, καὶ αὐτὸς τοὺς ἱππεῖς ἔχων ἐπηκολούθει. καὶ τὸν τῆς παρ’ Ἑλλήσποντον ἄρχοντα Φρυγίας τὰ αὐτὰ ποιῆσαί φασιν. ὡς δ’ οἱ φεύγοντες αὐτοὺς κατελάμβανον, καὶ τὸ γινόμενον ἔγνων, ἔφευγον καὶ αὐτοί. τὸν δὲ τῶν Καππαδοκῶν βασιλέα ἔτι ἐγγὺς ὄντα κατακαίνουσιν οἱ ‘Υρκάνιοι. καὶ οἱ μὲν ἄλλοι ἐδίωκον, ὁ δὲ Κῦρος τοὺς σὺν αὐτῷ περιελαύνειν ἐκέλευε τὸ στρατόπεδον, καὶ κτείνειν μὲν τοὺς ἐξιόντας σὺν ὅπλοις, τοῖς δὲ μένουσιν ἐκήρυξεν ἀποφέρειν τὰ ὅπλα συνδεδεμένα, τοὺς δ’ ἵππους ἐπὶ ταῖς σκηναῖς καταλείπειν· τὸν δὲ μὴ οὕτω ποιοῦντα τῆς κεφαλῆς στερεῖσθαι. οἱ μὲν δὴ τὰ ὅπλα ἔχοντες ἐρρίπτουν ἀποφέροντες εἰς ἒν χωρίον, καὶ ταῦτα οἱ τεταγμένοι κατέκαιον. ὁ δὲ Κῦρος ἐννοήσας ὡς ἦλθον οὔτε σῖτα οὔτε ποτὰ ἔχοντες, ἐκήρυξε τοὺς τῶν σκηνῶν ἐπιτρόπους παρεῖναι πάντας, καὶ ὡς παρῆσαν “ἄγετε, ὦ ἄνδρες” ἔφη, “διπλάσια ἐν ἑκάστῃ σκηνῇ σῖτα παρασκευάσατε ἢ τοῖς δεσπόταις καὶ τοῖς οἰκέταις αὐτῶν καθ’ ἡμέραν ἐποιεῖτε.” καὶ οἱ μὲν ὡς παρηγγέλθησαν ἔπραττον. τῶν δὲ Μηδῶν τινὲς οἶ μὲν ἁμάξας προωρμημένας καταλαβόντες καὶ ἀποστρέψαντες μεστὰς ὧν δεῖται στρατιὰ προσήλαυνον, οἱ δὲ καὶ ἁρμαμάξας γυναικῶν τῶν βελτίστων προσῆγον, καὶ ἐπιδεικνύντες Εὔρῳ ἃ ἦγον πάλιν ἀπήλαυνον. ὁ δὲ Κῦρος ἐπὶ τούτοις ἐδάκνετο καὶ κατεμέμφετο ἑαυτοῦ, καὶ συγκαλέσας τοὺς ταξιάρχας συνεβούλευεν ἱππικὸν καὶ τοὺς Πέρσας κτήσασθαι, ἴνα τούτω τοὺς ἱππότας διώκοιεν καὶ τοὺς φεύγοντας καταλαμβάνοιεν· καὶ οἶ ἄλλοι συνῄνεσαν. ἤδη δ’ ὑπερμεσούσης ἡμέρας προσήλαυνον οἱ ἱππεῖς οἱ Μῆδοι καὶ Ὑρκάνιοι ἵππους τε ἄγοντες αἰχμαλώτους καὶ ἄνδρας. τοῖς μὲν οὖν αἰχμαλώτοις ἀνδράσιν “ἄπιτε” εἶπε “τήν τε χώραν ὑμῶν ἐργαζόμενοι καὶ τὰς οἰκίας οἰκοῦντες καὶ γυναιξὶ ταῖς ὑμετέραις συνοικοῦντες καὶ παίδων τῶν ὑμετέρων ἀπολαύοντες, καὶ τοῖς ἄλλοις δὲ διαγγέλλετε ταῦτα· ἓν γάρ τι καινὸν ἔσται ὑμῖν ὅτι οὐχ ὁ αὐτὸς ὑμῶν ἄρξει ὅσπερ καὶ πρότερον, τὰ δ’ ἄλλα τὰ αὐτὰ ἔσται πάντα ὑμῖν. οἱ μὲν οὖν προσκυνοῦντες ἀπῄεσαν ὁ δὲ Κῦρος ‘ὥρα δή, ἔφη ὦ Μῆδοί τε καὶ Ἀρμένιοι, δειπνεῖν· παρεσκεύασται δὲ ὑμῖν δεῖπνα ὡς ἡμεῖς, ὦ βέλτιστοι, ἠδυνάμεθα. καὶ ὑμεῖς δέ, ὦ ‘Υρκάνιοι” ἔρη, “διαγάγετε αὐτοὺς ἐπὶ τὰς σκηνάς, τοὺς μὲν ἄρχοντας ἐπὶ τὰς μεγίστας, τοὺς δ’ ἄλλους ὡς ἂν δοκῇ κάλλιστα ἔχειν, καὶ αὐτοὶ δὲ δειπνεῖτε· σῷαι γὰρ ὑμῖν αἱ σκηναὶ καὶ ἀκέραιοι.” καὶ οἶ μὲν ἐποίουν ὡς ἐκελεύσθησαν· ὁ δὲ Κῦρος πολλοὺς τῶν Περσῶν διέπεμψε κύκλῳ τηρεῖν τὸ στρατόπεδον, ἵνα εἴ τίς τε ἔξωθεν προσίοι, μὴ λάθοι, καὶ εἴ τις τῶν ἐντὸς ἀποδιδράσκοι, ἁλώσοιτο. καὶ οἶ μὲν Πέρσαι οὕτω διῆγον. τῇ δ’ ἐξῆς ἡμέρᾳ τὰ λάφυρα τοῖς στρατιώταις διανεμηθῆναι προσέταξε, τοὺς δ’ ἵππους τοῖς Πέρσαις δοθῆναι, ἵνα ἱππεῖς καὶ αὐτοὶ ἔσοιντο. καί “τῷ Κυαξάρῃ δὲ ἐκλέξασθε” ἔφη ‘‘ὁποῖα οἴδατε κεχαρισμένα αὐτῷ Πέρσαις δέ” ἔφη τοῖς μετ’ ἐμοῦ ὅσα ἂν περισσὰ γένηται, ταῦτα ἀρκέσει· οὐ γὰρ ἡμεῖς ἐν χλιδῇ τεθράμμεθα, ὥστε ἴσως ἂν καταγελάσαιτε ἡμῶν, εἴ τι σεμνὸν ἡμῖν περιθείητε· ὥσπερ οἶδ’ ὅτι πολὺν ὑμῖν γέλωτα παρέξομεν καὶ ἐπὶ τῶν ἵππων καθήμενοι, οἴμαι δὲ καὶ ἐπὶ τῆς γῆς καταπίπτοντες.” καὶ τοὺς ταξιάρχας καλέσας τοὺς ἵππους λαμβάνειν ἐκέλευσε καὶ κληρωσαμένους ἴσους λαμβάνειν ἑκάστους.