Ancient Greek · ~20 min
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.22.1
Not analysed yet
Ἦλθον δὲ τῷ Κύρῳ παρὰ τοῦ Ἰνδοῦ χρήματα, καὶ οἶ ἄγοντες αὐτὰ ἀπήγγελλον αὐτῷ ὅτι ὁ Ἰνδὸς λέγει ὡς “ἥδομαι, ὦ Κῦρε, ὅτι μοι περὶ ὣν ἐδέου ἐδήλωσας, καὶ βούλομαί σοι ξένος εἶναι, καὶ πέμπω σοι χρήματα, κἂν ἄλλων δέῃ, μεταπέμπου· ἐντέταλται δὲ τοῖς παρ’ ἐμοῦ ποιεῖν ἃ ἂν σὺ κελεύῃς. ὁ δὲ Κῦρος “κελεύω τοίνυν” εἶπέ τοὺς μὲν ἄλλους μένοντας ἔνθα κατεσκηνώσατε φυλάττειν τὰ χρήματα, τρεῖς δέ μοι ἐλθόντες ὑμῶν εἰς τοὺς πολεμίους ὡς παρὰ τοῦ Ἰνδοῦ περὶ συμμαχίας, καὶ τὰ ἐκεῖ μαθόντες ὅ, τι ἂν λέγωσί τε καὶ ποιῶσιν ὡς τάχιστα ἀπαγγείλατε ἐμοί τε καὶ τῷ Ἰνδῷ.” οἱ μὲν δὴ Ἰνδοὶ συσκευασάμενοι τῇ ὑστεραίᾳ ἐπορεύοντο, ὁ δὲ Κῦρος τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο μεγαλοπρεπῶς. καὶ γὰρ οἱ Πέρσαι ἱππεῖς ἔκπλεῳ ἤδη ἤσαν εἰς τούς μυρίους, καὶ ἅρματα δρεπανηφόρα εἰς ἑκατόν, καὶ ὁ ’Αβραδάτας ἕτερα κατεσκεύασεν ἑκατόν, καὶ τὰ Μηδικὰ ἅρματα ἕτερα συνέστησαν ἑκατὸν μετασκευασθέντα εἰς τὸν αὐτὸν τρόπον ἐκ τῆς Τρωικῆς καὶ Λιβυκῆς διφρείας· καὶ ἐπὶ τὰς καμήλους δὲ τεταγμένοι ἤσαν δύο ἐφ’ ἑκάστην τοξόται. οὕτω δὲ διατιθεμένων τῷ Κύρῳ τῶν τοῦ πολέμου ἧκον οἱ ’Ινδοὶ ἐκ τῶν πολεμίων καὶ ἔλεγον ὅτι Κροῖσος ἡγεμὼν καὶ στρατηγὸς ᾕρηται, καὶ πολλοὶ μὲν βασιλεῖς, πολλὰ δ’ ἔθνη καὶ Ἕλληνες συμμαχήσειν ἡτοίμασται. ὡς οὖν ταῦτα ἤκουσεν ὁ τοῦ Κύρου στρατός, ἐν φροντίδι ἐγένετο. ὡς δὲ ᾔσθετο ὁ Κῦρος φόβον διαθέοντα ἐν τῇ στρατιᾷ διειλέχθη αὐτοῖς καὶ μετέβαλε πρὸς τὸ εὐθυμό- τερον. εἶτα εἷπε “δοκεῖ μοι, ὢ ἄνδρες, ἐπ’ αὐτοὺς ἰέναι ὡς τάχιστα. καὶ ἄπαντες συνηγόρευον. Κυαξάρης μὲν οὑν τῶν Μηδῶν ἔχων τὸ τρίτον μέρος κατέμενεν, ἔμενεν, ὡς μηδὲ τὰ οἴκοι ἔρημα εἴη, ὁ δὲ Κῦρος ἐπορεύετο ὡς ἠδύνατο τάχιστα. ὡς δ’ οἱ προιόντες σκοποὶ ἐδόκουν μανθάνειν μετεωριζόμενον καπνὸν ἢ κονιορτὸν καὶ ἀνθρώπους ὁρᾶν χιλὸν καὶ ξύλα λαμβάνοντας, εἴκαζον εἶναί που πλησίον τῶν πολεμίων τὸ στράτευμα, καὶ τῷ Κύρῳ κατήγγελλον. ὁ δὲ ἐκείνους μὲν ἐκέλευσεν ἐπὶ ταῖς σκοπαῖς μένοντας ὅ,τι ἀν’ ὁρῷεν ἀπαγγέλλειν, τάγμα δ’ ἰππέων ἔπεμψεν εἰς τὸ πρόσθεν, ἵνα τινὰς συλλάβοιεν. οἳ καταδραμόντες εἰς τὸ πεδίον συνέλαβον ἀνθρώπους καὶ ἤγαγον. καὶ ἔλεγον οἱ συλληφθέντες ὡς ἐκ τοῦ στρατοπέδου εἶ ἐν. καὶ ὁ Κῦρος ‘‘πόσον” ἔφη ‘‘ἄπεστιν ἐντεῦθεν τὸ στράτευμα;” οἱ δ’ ἔλεγον ὡς δύο παρασάγγας. καὶ προσεπήρετο ‘‘ἡμῶν δὲ λόγος τις ἦν παρ’ αὐτοῖς;” “ναὶ νὴ Δί’” ἔφασαν, “καὶ πολύς γε, ὡς ἐγγὺς ἤδη ἦτε προσιόντες.” “τί οὖν;’ ἔφη ὁ Κῦρος, “καὶ ἔχαιρον ἀκούοντες ἡμᾶς ἰόντας;” “οὐ μὰ Δί’ εἶπον ἐκεῖνοι, ἀλλὰ καὶ μάλα ἠνιῶντο. τίς δὲ ὁ τούτους τάσσων ἐστίν;” ὁ Κῦρος εἶπεν. οἱ δέ “αὐτός τε Κροῖσος” ἀπεκρίναντο “καί τις Ἕλλην ἀνὴρ καὶ Μῆδός τις, ὃς ἐλέγετο φυγὰς εἶναι παρ’ ὑμῶν. καὶ ὁ Κῦρος πρὸς τοῦτο “ἀλλ’, ὦ Ζεῦ, λαβεῖν μοι γένοιτο αὐτὸν ὡς ἐγὼ βούλομαι.” τοὺς μὲν οὑν αἰχμαλώτους ἀπάγειν ἐκέλευσεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ καὶ ὁ πεμφθεὶς πάλαι κατάσκοπος, ὁ Ἀράσπας δηλαδή, ἀγγέλλεται προσελαύνων. ὁ μὲν οὑν Κῦρος ὡς ἤκουσεν, ἀναπηδήσας ὑπήντα αὐτῷ καὶ ἐδεξιοῦτο, οἶ δ’ ἄλλοι τῷ πράγματι ἐξεπλήττοντο, ἕως ὁ Εὖρος ἔφη ‘‘ἄνδρες φίλοι, ἥκει ἡμῖν ἀνὴρ ἄριστος, ὃς οὐκ αἰσχροῦ τινος ἡττηθεὶς ᾤχετο ὡς ἐμὲ δεδιώς, ἀλλ’ ὑπ’ ἐμοῦ πεμφθείς, ὅπως μαθὼν τὰ τῶν πολεμίων σαφῶς ἡμῖν ἐξαγγείλειε. δεῖ οὖν πάντας τοῦτον τιμᾶν. ἐπὶ γὰρ τῷ ἡμετέρῳ ἀγαθῷ καὶ ἀτιμίαν ὑπέσχε καὶ ἐκινδύνευσεν.” ἐντεῦθεν πάντες ἠσπάζοντο τὸν Ἀράσπαν. καὶ ὁ Κῦρος “διηγοῦ” ἔφη, Ἀράσπα, ὁπόσα ἑώρακας.” κἀκεῖνος διηγεῖτο τό τε πλῆθος τῶν πολεμίων καὶ τὸν τόπον τῆς παρατάξεως καὶ τὰ τῶν ἐναντίων βουλεύματα. καὶ ὁ Κῦρος ἀπελθεῖν ἕκαστον ἐκέλευσε καὶ τά τε ὅπλα καὶ τοὺς ἵππους ἑαυτῶν ἐπισκέψασθαι, ἔωθεν δὲ πρὸς πόλεμον ἑτοιμάσασθαι. Τότε μὲν οὖν ἀπῆλθον· τῇ δ’ ὑστεραίᾳ ἐξωπλίξοντο ἕκαστοι, καὶ ὁ ’Αβραδάτας, κλήρῳ λαχὼν ἀντίος τετάχθαι τοῖς Αἰγυπτίοις. ὁπλιζομένῳ δὲ προσῆγεν ἡ Πάνθεια χρυσοῦν κράνος καὶ περιβραχιόνια καὶ ψέλλια περὶ τοὺς καρποὺς τόν χειρῶν καὶ χιτῶνα ποδήρη πορφύρεον καὶ λόφον ὑακινθινοβαφῆ, ἃ αὐτὴ πεποίηκε τῷ ἀνδρί. ὁ δὲ ἰδὼν ἔφη σὺ δήπου, ὧ γύναι, συγκόψασα τὸν σαυτῆς κόσμον τὰ ὅπλα μοι ἐποιήσω; νὴ Δί’ ἔφη ἡ Πάνθεια σὺ γὰρ ἔμοιγε μέγιστος κόσμος εἶ.’ καὶ ταῦτα λέγουσα ἐν ἔδυε τὸν ἄνδρα τὰ ὅπλα, καὶ λανθάνειν κλαίουσα ἐπειρᾶτο, ἐλείβετο δὲ τὰ δάκρυα κατὰ τόν αὐτῆς παρειῶν. ὡς δὲ ἤδη ἐπὶ τὸ ἄρμα ἀναβῆναι ἡτοίμαστο ὁ ’Αβραδάτας, ἀποχωρῆσαι κελεύσασα τοὺς παρόντας ἡ Πάνθεια εἶπεν ‘‘ὅτι μέν, ὦ Ἀβραδάτα, καὶ τῆς ἑαυτῆς προτιμῶ σε ψυχῆς, οἶμαί σε γινώσκειν· ὅμως οὕτως ἔχουσα πρὸς σέ, ἐπόμνυμι τὴν ἐμὴν καὶ σὴν φιλίαν ἠ’ μὴν βούλεσθαι μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου κοινῇ γῆν ἐπιέσασθαι μᾶλλον ἤ ζῆν μετὰ αἰσχυνομένου αἰσχυνομένη. καὶ Εὔρῳ δὲ δοκῶ μεγάλην ἡμᾶς χάριν ὀφείλειν, ὅτι μοι γενομένῃ αἰχμαλώτῳ καὶ ἐξαιρεθείσῃ αὐτῷ οὔτε ὡς δούλῃ ἐχρήσατο οὔτε ὡς ἐλευθέρᾳ ἐν ἀτίμῳ ὀνόματι, διεφύλαξε δέ σοι ὥσπερ ἀδελφοῦ γυναῖκα λαβών. πρὸς δὲ καὶ ὅτε Ἀράσπας ἀπέστη ἀπ’ αὐτοῦ ὁ ἐμὲ φυλάσσων, ὑπεσχόμην αὐτῷ, εἰ με ἐάσειε πρὸς σὲ πέμψαι ὥστε σε ἥξειν, πολὺ Ἀράσπου καὶ πιστότερόν σε καὶ ἀμείνονα ἔσεσθαι.” ἡ μὲν οὖν ταῦτα εἶπεν, ὁ δὲ Ἀβραδάτας ἀγασθεὶς τοῖς λόγοις ἐπηύξατο δός μοι, ὦ Ζεῦ, φανῆναι ἀξίῳ D μὲν Πανθείας ἀνδρί, ἀξίῳ δὲ Κύρου φίλῳ. ταῦτ’ εἰπὼν ἐπὶ τὸ ἄρμα ἀνέβαινεν.