Ancient Greek · ~17 min
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.21.1
Not analysed yet
’Εν τούτῳ δὲ Κυαξάρης τῆς σκηνῆς ἐξελθών “ἄνδρες σύμμαχοι” ἔφη, “σκοπεῖν δέον πότερον στρατεύεσθαι ἔτι καιρὸς εἶναι δοκεῖ ἢ διαλύειν ἤδη τὴν στρατιάν. ἕκαστος οὖν παριὼν ἔλεγε, καὶ πάντες στρατεύεσθαι δεῖν γνώμην ἔδοσαν. ἐπὶ πᾶσι δὲ ὁ Εὖρος εἶπεν “οὐδ’ ἐμὲ λανθάνει, ὦ ἄνδρες, ὡς εἰ διαλύσομεν τὸ στράτευμα, τὰ μὲν ἡμέτερα γίνοιντ’ ἂν ἀσθενέστερα, τὰ δὲ τῶν πολεμίων αὐξήσεται. ἀλλ’ ὁρῶ ἡμίν ἀντιπάλους προσιόντας οἶς οὐ δυνησόμεθα μάχεσθαι. προσέρχεται γὰρ χειμὼν καὶ τῶν ἐπιτηδείων ἔλλειψις. τὰ μὲν γὰρ ἀνήλωται παρ’ ἡμῶν, τὰ δὲ δι’ ἡμᾶς ὑπὸ τῶν ἐναντίων ἀνακεκόμισται εἰς ἐρύματα. τίς οὖν λιμῷ καὶ ῥίγει μαχόμενος στρατεύεσθαι δύναιτ’ ἄν; δοκῶ δὲ χρῆναι τὰ μὲν τῶν ἐναντίων παραιρεῖν ὀχυρώματα, ἑαυτοῖς δὲ πλεῖστα ποιήσασθαι ὀχυρά. ἐὰν γὰρ φρούρια ἡμῖν γένηται, ταῦτα τοῖς μὲν πολεμίοις ἀλλοτριώσει τὴν χώραν, ἡμῖν δὲ εἰς λυσιτέλειαν ἔσται.” ὡς δὲ ταῦτά τε καὶ πλείω τοιαῦτα ἐρρήθη, πάντες συμπροθυμήσεσθαι ταῦτ’ ἔφασαν, καὶ ὁ Κυαξάρης αὐτός, καὶ μηχανὰς ποιήσειν κατέθεντο πολιορκητικάς. Κῦρος δὲ γνοὺς διατριβὴν ἔσεσθαι ἀμφὶ ταῦτα, τὸ μὲν στράτευμα ἐν ἀσφαλεῖ ἐποιήσατο, ἐξῆγε δὲ εἰς προνομάς, ἴνα τε ἄφθονα ἔχοιεν τὰ χρειώδη καὶ ἵνα μᾶλλον ὑγιαίνοιεν κοπιῶντες, καὶ ὅπως τῆς εὐταξίας ὑπομιμνή- σκοιντο. ’Εκ δὲ Βαβυλῶνος ἰόντες αὐτόμολοι ἔλεγον ὡς ὁ Ἀσσύριος οἴχοιτο ἐπὶ Λυδίαν πολλὰ τάλαντα χρυσίου καὶ ἀργυρίου ἄγων καὶ κόσμον παντοδαπόν. ὁ μὲν οὖν ὄχλος ὁ στρατιωτικὸς ἔλεγεν ὑπεκτίθεσθαι αὐτὸν ἤδη δεδιότα τὰ χρήματα, ὁ δὲ Κῦρος ἔλεγεν οἴχεσθαι τὸν Ἀσσύριον συμμάχους ζητοῦντα, καὶ ὡς μάχης ἔτι δεῆσον ἀντιπαρεσκευάζετο. ἔδοξε δ’ αὐτῷ καὶ κατάσκοπον ἐπὶ Λυδίαν πέμψαι, ἵν ὅ,τι πράττει ὁ Ἀσσύριος γνῷ. καὶ πρὸς τοῦτο ἐπιτήδειος αὐτῷ ὁ ’Αράσπας ἐδόκει ὁ τὴν καλὴν γυναῖκα φυλάττων, ὃς ληφθεὶς ἔρωτι τῆς γυναικὸς προσήγαγε λόγους αὐτῇ· ἡ δὲ ἀπέφησε καὶ ἦν πιστὴ τῷ ἀνδρὶ καὶ ἀπόντι, μέντοι κατεῖπε τοῦ Ἀράσπου πρὸς Κῦρον. ἐπεὶ δὲ ὁ ἐρῶν ἠπείλει αὐτῇ ὡς εἰ μὴ ἑκοῦσα ἐνδοίη, ἄκουσα ποιήσει τοῦτο, δείσασα τὴν βίαν πέμπει τὸν εὐνοῦχον πρὸς τὸν Κῦρον καὶ κελεύει πάντα εἰπεῖν. ὁ δὲ ἀκούσας ἐγέλασε, καὶ πέμπει Ἀρτάβαζον σὺν τῷ εὐνούχῳ, κελεύσας εἰπεῖν αὐτῷ μὴ βιάζεσθαι τοιαύτην γυναῖκα, πείθειν δὲ εἰ δύναιτο, οὐκ ἔφη κωλύειν. ὁ δὲ Ἀράσπας ἀκούσας ταῦτα τὸ μὲν ὑπ’ αἰσχύνης, τὸ δ’ ὑπὸ φόβου τῇ λύπῃ καταβεβάπτιστο. ὁ οὖν Κῦρος γνοὺς τοῦτο ἐκάλεσεν αὐτὸν ἰδίᾳ καὶ ἔφη ‘‘παῦσαι, Ἀράσπα, φοβούμενός τε καὶ αἰσχυνόμενος. ἐγὼ γὰρ θεούς τε ἀκούω ἔρωτος ἡττᾶσθαι καὶ ἀνθρώπους οἶδα καὶ μί λᾶ φρονίμους οἶα ὑπὸ ἔρωτος. καὶ σοὶ δὲ τούτου ἐγώ εἶμι αἴτιος, ὅς σε τοιούτῳ ἀμάχῳ συγκαθεῖρξα πράγματι.” καὶ ὁ Ἀράσπας ὑπολαβὼν εἶπεν “ἀλλὰ σὺ μέν, ὦ Κῦρε, καὶ ταῦτα πρᾷος εἶ καὶ συγγνώμων τῶν ἀνθρωπίνων ἁμαρτημάτων, ἐμὲ δὲ οἱ ἄλλοι ἄνθρωποι καταδύουσι τῷ ἄχει. οἱ μὲν γὰρ ἐχθροὶ ἐφήδονταί μοι, οἱ δὲ φίλοι συμβουλεύουσιν ἐκποδὼν γενέσθαι, μή τι καὶ πάθω ὑπὸ σοῦ.’ καὶ ὁ Κῦρος εἶπεν “εὖ τοίνυν ἴσθι ὅτι ταύτῃ τῇ δόξῃ ἐμοί τε χαρίσασθαι δυνήσῃ καὶ τοὺς συμμάχους ὠφελῆσαι. εἴθε γάρ” ὁ Ἀράσπας ἔφη ‘γενοίμην σοι χρήσιμος ἐν καιρῷ.” “εἰ τοίνυν” ἔφη “προσποιησάμενος ἐμὲ φεύγειν εἰς τοὺς πολεμίους ἔλθοις, πιστευθήσῃ ὑπ’ ἐκείνων.’ ναὶ μὰ Δί”’ ἔφη ὁ Ἀράσπας “καὶ ὑπὸ τῶν φίλων.” “ἔλθοις ἂν τοίνυν ἔφη πάντα ἡμῖν τὰ τῶν πολεμίων ἀγγέλλων.” Ἀράσπας μὲν οὖν οὕτως ἐξελθὼν καὶ παραλαβὼν τοὺς πιστοτάτους θεράποντας ᾤχετο, ἡ δὲ Πάνθεια μαθοῦσα τοῦτο πέμψασα πρὸς τὸν Κῦρον εἶπε “μὴ λυποῦ, ὦ Κῦρε, ὅτι Ἀράσπας τοῖς πολεμίοις προσῆλθεν· εἰ γὰρ ἐμὲ ἐάσεις πέμψαι πρὸς τὸν ἐμὸν ἄνδρα, ἥξει σοι φίλος Ἀράσπου πιστότερος. καὶ ὁ Κῦρος ἐκέλευσε πέμπειν· ἡ δὲ ἔπεμψε. καὶ ὁ ’Αβραδάτας ὡς ἔγνω τὰ παρὰ τῆς γυναικὸς σύμβολα, ἄσμενος πρὸς τὸν Κῦρον ἐχώρησεν. ὡς δ’ ἦν πρὸς τοῖς σκοποῖς, πέμπει πρὸς τὸν Κῦρον εἰπὼν ὃς ἦν. ὁ δὲ Κῦρος ἄγειν αὐτὸν πρὸς τὴν γυναῖκα ἐκέλευσεν. ὡς δ’ εἰδέτην ἀλλήλω ἡ γυνὴ καὶ ὁ Ἀβραδάτας, ἠσπάζοντο ἀλλήλους ἐκ δυσελπίστων. εἶτα ἔφη ἡ Πάνθεια τοῦ Κύρου τὴν ὁσιότητα καὶ τὴν σωφροσύνην καὶ τὴν πρὸς αὐτὴν κατοίκτισιν. ἐκ τούτου ἔρχεται πρὸς Κῦρον ὁ Ἀβραδάτας, καὶ λαβόμενος τῆς αὐτοῦ δεξιᾶς εἶπεν “ἀνθ’ ὧν εὖ πεποίηκας ἡμᾶς, ὢ Κῦρε, φίλον σοι ἐμαυτὸν δίδωμι καὶ θεράποντα καὶ σύμμαχον. καὶ ὁ Κῦρος εἶπε “κἀγὼ δέ σε δέχομαι.”