Ancient Greek
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.25.1
Not analysed yet
Ἡμέρας δὲ γενομένης ὡς ᾔσθοντο οἱ τὰς ἄκρας ἔχοντες ἑαλωκυῖαν τὴν πόλιν καὶ τὸν βασιλέα σφῶν τεθνηκότα, παραδιδόασι καὶ τὰς ἄκρας. ὁ δὲ Κῦρος εἰς αὐτὰς φρουράρχους καὶ φρουροὺς ἔπεμπεν. εἶτα τοὺς μάγους καλέσας, ὡς δορυαλώτου τῆς πόλεως οὔσης ἀκροθίνια τοῖς θεοῖς ἐκέλευσεν ἐξελεῖν, καὶ οἰκίας δὲ διεδίδου καὶ ἀρχεῖα τοῖς κοινωνήσασι τῶν πεπραγμένων αὐτῷ, καὶ ἑαυτῷ δὲ κατασκευάσαι διανενόητο δίαιταν πρέπουσαν βασιλεῖ. ἴνα δὲ μὴ τοῖς φίλοις ἐπίφθονος γένηται, σὺν γνώμῃ αὐτῶν τοῦτο ποιήσαι ἠθέλησε, καὶ διαλεχθεὶς αὐτοῖς, δι’ ὧν εἶπεν ἔπεισεν ἐκείνους τοῦτο αἰτήσασθαι. κἀντεῦθεν εἰς τὰ βασίλεια εἴσεισι, καὶ φύλακας περὶ ἑαυτὸν ποιεῖται, καὶ τοὖς μὲν περὶ τὸ ἑαυτοῦ σῶμα θεραπευτῆρας ἐξέτεμε καὶ εὐνούχους πεποίηκε, δορυφόρους δ’ εἵλετο Πέρσας περὶ μυρίους, καὶ ἐν τῇ πόλει δὲ φρουροὺς ἔταξεν ἱκανούς. ταῦτα δὲ ποιήσας τοὺς ἐντιμοτέρους τῆς στρατιᾶς ἐξήσκει μὴ ἀπόνως βιοῦν καὶ καθ’ ἡδυπάθειαν· καὶ τῶν μὲν ἄλλων πραγμάτων ἄλλους ἐπιμελητὰς κατεστήσατο, προσόδων ἀποδεκτῆράς φημι καὶ δοτῆρας δαπανημάτων, ἔργων τε ἐπιστάτας καὶ κτήσεων φύλακας, καὶ τῶν ἐπιτηδείων ἐπιμελητὰς τῶν πρὸς δίαιταν, καὶ ἵππων καὶ κυνῶν φροντιστάς οὓς δ’ ᾤετο χρῆναι φύλακας τῆς εὐδαιμονίας ἔχειν, ἑαυτῷ τὴν τούτων προσέταττεν ἐπιμέλειαν. ἐπεὶ δὲ καὶ χρήμασιν εὐεργετεῖν αὐτό προσεγένετο, ἔγνω ὡς οὐδέν ἐστιν εὐεργέτημα ἀνθρώποις εὐχαριτώτερον ἢ σίτων καὶ ποτῶν μετάδοσις· διὸ καὶ ἐπέταξε πολλὰ αὐτῷ παρατίθεσθαι ὅμοια οἶς αὐτὸς σιτοῖτο καὶ ἱκανὰ παμπόλλοις ἐσόμενα, καὶ τὰ παρατιθέμενα, πλὴν οἷς αὐτὸς καὶ οἱ σύνδειπνοι χρήσαιντο, διεδίδου. καὶ φιλοδωρότατος ἀνθρώπων ἐγένετο. ἀλλὰ τὸ μὲν μεγέθει δώρων ὑπερβάλλειν πλουσιώτατον ὄντα οὐ θαυμαστόν, τὸ δὲ τῇ θεραπείᾳ καὶ τῇ ἐπιμελείᾳ τῶν φίλων βασιλεύοντα περιγίνεσθαι, τοῦτο ἀξιολογώτερον. καὶ λόγος δὲ αὐτοῦ ἀπομνημονεύεται, παραπλήσια ἔργα εἶναι νομέως ἀγαθοῦ καὶ βασιλέως· τόν τε γὰρ νομέα ἔλεγε χρῆναι εὐτραφῆ τὰ κτήνη ποιοῦντα χρῆσθαι αὐτοῖς ἤδη, τόν τε βασιλέα ὡσαύτως εὐδαίμονας πόλεις καὶ ἀνθρώπους ποιοῦντα χρῆσθαι αὐτοῖς. Λέγεται δὲ καὶ τὸν Κροῖσον εἰπόντα ποτὲ πρὸς αὐτὸν ὡς διὰ τὸ πολλὰ διδόναι πένης ἔσοιτο, ἐρωτηθῆναι παρὰ Κύρου ‘‘πόσα ἂν ἤδη μοι χρήματα οἴει εἶναι, εἰ χρυσίον ὡς σὺ κελεύεις συνέλεγον ἐξ ὅτου ἐν τῇ ἀρχῇ εἰμι;” καὶ τὸν Κροῖσον εἰπεῖν πολύν τινα ἀριθμόν. τὸν δὲ Εὖρον φάναι “ἄγε δή, ὦ Κροῖσε, σύμπεμψον ἄνδρα σὺν ‘Υστάσπᾳ τούτῳ. σὺ δέ, ‘Υστάσπα, περιελθὼν τοὺς φίλους λέγε αὐτοῖς ὅτι δέομαι χρυσίου πρὸς πρᾶξίν τινα, καὶ κέλευε αὐτοὺς ὁπόσα ἂν ἕκαστος δύναιτο πορίσαι μοι χρήματα, καὶ γράψαντας καὶ κατασημηναμένους δοῦναι τὰς ἐπιστολὰς τῷ Κροίσου θεράποντι.” ταύτα δὲ ὅσα ἐνετέλλετο τῷ ‘Υστάστᾳ γράψας καὶ σημηνάμενος δέδωκεν αὐτῷ φέρειν πρὸς τοὺς φίλους. ἔγραψε δὲ πρὸς πάντας καὶ ‘Υστάσπαν ὡς φίλον αὐτοῦ δέχεσθαι. ἐπεὶ δὲ περιῆλθε καὶ ἤνεγκεν ὁ Κροίσου θεράπων τὰς ἐπιστολάς, ὁ ‘Υστάσπας εἶπεν “ὦ Κῦρε βασιλεῦ, καὶ ἐμοὶ ἤδη ὡς πλουσίῳ χρῶ· πάμπολλα γὰρ ἔχων πάρειμι δῶρα διὰ τὰ σὰ γράμματα.” καὶ ὁ Κῦρος “εἶς μὲν τοίνυν, ὦ Κροῖσε, καὶ οὗτος ἡμῖν θησαυρός εἶπε, ‘‘τοὺς δ ἄλλους καταθεῶ, καὶ λόγισαι πόσα μοί ἐστιν ἕτοιμα χρήματα, ἤν τι δέωμαι χρῆσθαι. λέγεται δὴ λογιζό μένος ὁ Κροῖσος πολλαπλάσια εὑρεῖν ἣ ἔφη Κύρῳ ἂν εἶναι ἐν τοῖς θησαυροῖς, εἶ συνέλεγεν, ἐπὶ τούτοις δὲ τὸν Κῦρον εἰπεῖν ὁρᾷς, ἁ Κροῖσε, ὡς εἰσὶ καὶ ἑ μοὶ θησαυροί;” Δόξαν δὲ αὐτῷ εἰς τὰ τοῖς θεοῖς ἐξῃρημένα τεμένη ποιήσασθαι προπομπήν, καλέσας τοὺς τὰς ἀρχὰς ἔχοντας Περσῶν τε καὶ τῶν ἄλλων, διέδωκεν αὐτοῖς στολὰς Μηδικάς· καὶ τότε πρῶτον Πέρσαι Μηδικὴν στολὴν ἐνεδύσαντο. ἐπεὶ δὲ τοῖς κρατίστοις διέδωκε τὰς κρατίστας στολάς, ἐξέφερε καὶ ἄλλας Μηδικὰς στολάς, παμπόλλας γὰρ παρεσκευάσατο, οὔτε πορφυ- ρίδων φειδόμενος οὔτε ὀρφνίνων οὔτε φοινικίδων οὔτε καρυκίνων ἱματίων, νείμας δ’ ἑκάστῳ τῶν ἡγεμόνων μέρος αὐτῶν ἐκέλευσε τούτοις τοὺς ὑπ’ αὐτοὺς κοσμεῖν. καί τις τῶν παρόντων ἐπήρετο αὐτόν‘‘ σὺ δέ, ὧ Κῦρε, πότε κοσμήσῃ; ὁ δέ “οὐ γὰρ νῦν” ἔφη “δοκῶ ὑμίν αὐτὸς κοσμεῖσθαι ὑμὰς κοσμῶν; ἢν γὰρ δύνωμαι τοὺς φίλους ποιεῖν εὖ, ὁποίαν ἂν ἔχω στολὴν ἐγώ, ἐν ταύτῃ καλὸς φανοῦμαι. ποιήσας δὲ τὴν προπομπὴν καὶ θύσας τοῖς θεοῖς μετὰ τῶν φίλων ἐδείπνει, οὓς μὲν μάλιστα ἐτίμα παρὰ τὴν ἀριστερὰν χεῖρα καθίσας, ὡς εὐεπιβουλευτοτέρας ταύτης οὔσης ἢ τῆς δεξιᾶς, τοὺς δ’ ἄλλους παρὰ τὴν δεξιάν. μετὰ δέ γε τὸ δεῖπνον τοὺς ἐθελουσίους αὐτῷ συμμαχήσαντας ἀπέπεμψεν οἴκαδε πλὴν τῶν βουληθέντων παρ’ αὐτῷ καταμεῖναι· τούτοις δὲ καὶ χώραν καὶ οἴκους ἔδωκε. τοῖς δ’ ἀπιοῦσι καὶ στρατιώταις καὶ ἄρχουσι πολλὰ ἐδωρήσατο. εἶτα καὶ τοῖς περὶ αὐτὸν στρατιώταις καὶ ἡγεμόσι διένειμεν ὅσα ἐκ Σαρδέων ἔλαβε χρήματα πρὸς τὴν ἀξίαν ἑκάστῳ. ὡς δὲ εἰλήφεσαν τὰ δοθέντα, ἔλεγον περὶ τοῦ Κύρου ἤπου αὐτός γε πολλὰ ἔχει, ὅτι καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν.” οἱ δ’ ἔλεγον ‘οὐχ ὁ Κύρου τρόπος τοιοῦτος ὡς χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον ἢ κτώμενος ἥδεται.” αἰσθόμενος δὲ ταῦτα ὁ Κῦρος συνέλεξε τοὺς φίλους καὶ τοὺς ἐπικαιρίους ἅπαντας καὶ εἶπεν “ἁπλουστάτου μοι δοκεῖ εἶναι ἤθους τὸ τὴν δύναμιν τὸν ἄρχοντα φανερὰν ποιησάμενον ἐκ ταύτης ἀγωνίζεσθαι περὶ καλοκἀγαθίας. κἀγὼ οὖν ἔφη “βούλομαι ὑμίν ὅσα μὲν οἷόν τέ ἐστι τῶν ἐμοὶ ὄντων ἰδεῖν δεῖξαι, ὅσα δὲ μὴ οἶόν τε ἰδεῖν, διηγήσασθαι.” ταῦτα εἰπὼν τὰ μὲν ἐδείκνυ πολλὰ καὶ καλὰ χρήματα, τὰ δὲ κείμενα ὡς μὴ ῥᾴδιον εἶναι ἰδεῖν διηγήσατο. καὶ εἶπεν “ὦ ἄνδρες, ταῦτα οὐδὲν μᾶλλον ἐμὰ δέον ἡγεῖσθαι ἢ καὶ ὑμέτερα· ἐγὼ γὰρ ταῦτα ἀθροίζω, ὅπως ἔχω τῷ καλόν τι ὑμῶν ποιοῦντι διδόναι, καὶ ὅπως, ἤν τις ὑμῶν τινος δέηται, λάβῃ πρός με ἰών.”