Ancient Greek · ~17 min
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.26.1
Not analysed yet
Ὅτε δὲ τὰ ἐν Βαβυλῶνι εὖ κατεστήσατο, εἰς Πέρσας ἀπελθεῖν ἡτοιμάζετο. ἐπεὶ δὲ πορευόμενος γίνεται κατὰ τὴν Μηδικήν, τρέπεται ὁ Κῦρος πρὸς Κυαξάρην, καὶ ἀσπασάμενος αὐτὸν εἶπεν ὅτι οἶκος αὐτῷ ἐν Βαβυλῶνι ἐξῃρημένος εἴη, καὶ δῶρα παρέσχεν αὐτῷ πολλὰ καὶ καλά. ὁ δὲ Κυαξάρης προσέπεμψεν αὐτῷ τὴν θυγατέρα στέφανόν τε χρυσοῦν καὶ ψέλια φέρουσαν καὶ στρεπτὸν καὶ στολὴν Μηδικὴν καλλίστην. καὶ ἡ μὲν παῖς ἐστεφάνου τὸν Κῦρον, ὁ δὲ Κυαξάρης δίδωμί σοι ἔφη, “ὦ Κῦρε, καὶ αὐτὴν ταύτην γυναῖκα, θυγατέρα οὖσαν ἐμήν, ἐπιδίδωμι δὲ αὐτῇ καὶ φερνὴν Μηδίαν πάσαν· οὐδὲ γὰρ ἔστι μοι ἄρρην παῖς γνήσιος.” ὁ δὲ Κῦρος “τὸ μὲν γένος, ὢ Κυαξάρη, ἐπαινῶ εἶπε, ‘καὶ τὴν παῖδα καὶ τὰ δῶρα, βούλομαι δὲ σὺν γνώμῃ τοῦ πατρός τε καὶ τῆς μητρὸς γῆμαι αὐτήν.” καὶ ταῦτα εἰπὼν εἰς Πέρσας ἐπορεύετο. ἐν δὲ τοῖς Περσῶν ὁρίοις ἐλθὼν τὸ μὲν στράτευμα ἐκεῖ κατέλιπεν, αὐτὸς δὲ σὺν τοῖς φίλοις τὴν πόλιν εἰσῄει, ἱερεῖα ἄγων πᾶσι Πέρσαις ἱκανὰ θύειν καὶ ἑστιᾶσθαι. δῶρα δὲ τῷ πατρὶ καὶ τῇ μητρὶ ἔφερεν οἶα εἰκὸς ἦν καὶ τοῖς φίλοις, οἷα δ’ ἔπρεπεν ἀρχαῖς καὶ γεραιτέροις· ἔδωκε δὲ καὶ πᾶσι Πέρσαις, ἀλλὰ μὴν καὶ Περσίσι. καὶ χρόνον τινὰ τοῖς τεκοῦσι συνδιατρίψας ἀπῄει. καὶ γενόμενος ἐν Μήδοις συνδόξαν τῷ πατρὶ γαμεῖ τὴν Κυαξάρου θυγατέρα· γήμας δ’ εὐθὺς ἔχων αὐτὴν ἀνεζεύγνυεν. Ὡς δ’ ἧκεν εἰς Βαβυλῶνα, σατράπας ἐπὶ τὰ κατεστραμμένα ἔπεμπεν ἔθνη, εἰς Ἀραβίαν δηλαδὴ καὶ Καππαδοκίαν, εἰς Φρυγίαν τε τὴν μεγάλην, εἰς Λυκίαν τε καὶ Ἰωνίαν, εἰς Καρίαν, εἰς Φρυγίαν τὴν παρ’ Ἑλλήσποντον καὶ Αἰολίδα. Κίλιξι δὲ καὶ Κυπρίοις καὶ Παφλαγόσιν οὐκ ἔπεμψε σατράπας, ὅτι ἑκόντες ἐδόκουν αὐτό συστρατεύεσθαι· δασμοὺς μέντοι καὶ οὗτοι ἀπέφερον. ἵνα δέ, μεγάλης αὐτῷ τῆς ἀρχῆς οὔσης, ταχέως καὶ πόρρωθέν οἱ κομίζοιντο ἀγγελίαι, ἐσκέψατο πόσην ἂν ὁδὸν ἵππος ἐλαυνόμενος ἀνύοι, καὶ ἱππῶνας τοσοῦτον ἀλλήλων διέχοντας ἐποιήσατο, καὶ ἵππους κατέστησεν ἐν αὐτοῖς καὶ τούς αὐτῶν ἐπιμελομένους, καὶ ἄνδρα ἐφ’ ἑκάστῳ ἔταξε τὸν ἐπιτήδειον παραδέχεσθαι τὰ φερόμενα γράμματα καὶ παραδιδόναι καὶ παραλαμβάνειν τοὺς ἀπειρηκότας ἵππους καὶ ἄλλους πέμπειν νεαλεῖς. Ἤδη δὲ παρελθόντος ἐνιαυτοῦ στρατείαν ἐποιήσατο, ἐν ᾗ λέγεται καταστρέψασθαι πάντα τὰ ἔθνη ὅσα Συρίαν εἰσβάντι οἰκεῖ μέχρις Ἐρυθρὰς θαλάσσης. μετὰ δὲ ταῦτα στρατεύει ἐπ’ Αἴγυπτον καὶ καταστρέφεται καὶ αὐτήν· ὡς ἐντεῦθεν ὁρίζειν αὐτῷ τὴν ἀρχὴν πρὸς ἔω μὲν τὴν Ἐρυθρὰν θάλασσαν, πρὸς ἄρκτον δὲ τὸν πόντον τὸν Εὔξεινον, πρὸς δ’ ἑσπέραν Κύπρον καὶ Αἴγυπτον, τὴν δ’ Αἰθιοπίαν πρὸς μεσημβρίαν. αὐτὸς δ’ ἐν μέσῳ τούτων πεποιημένος τὴν δίαιταν, ἐν Βαβυλῶνι μὲν μῆνας διῆγεν ἑπτὰ τὸν χρόνον δὴ τὸν χειμέριον, ἀλεεινὴ γὰρ αὕτη ἡ χώρα, τρεῖς δὲ μήνας τοὺς ἀμφὶ τὸ ἔαρ ἐν Σούσοις, ἐν δ Ἐκβατάνοις δύο διῆγε μῆνας τὴν τοῦ θέρους ἀκμήν. Οὕτω δὲ ζήσας ὁ Κῦρος καὶ μάλα πρεσβύτης γενόμενος ἀφικνεῖται εἰς Πέρσας τὸ ἕβδομον, πάλαι τῶν τοκέων τετελευτηκότων αὐτῷ. καὶ κοιμωμένῳ κατὰ τὰ βασίλεια ἔδοξεν αὐτῷ κατ’ ὄναρ τις προσελθεῖν κρείττων ἢ κατὰ ἄνθρωπον, λέγων “συσκευάζου, ὦ Κῦρε· ἤδη γάρ σε μεταπέμπονται οἱ θεοί.” ἐκ τούτου δ’ εἴκαζεν ὅτι παρείη τοῦ βίου ἡ τελευτή, καὶ τριταῖος τοὺς παῖδας ἐκάλεσε, συνείποντο γὰρ αὐτῷ, καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς, καὶ εἶπεν ‘‘ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστι, δεῖ δὲ σαφηνίσαι περὶ τῆς βασιλείας τίνι ἔσται μετ’ ἐμέ, ἵνα μὴ πράγματα ὑμῖν παράσχῃ γενομένη ἀμφίλογος. σὺ μὲν οὑν, ὢ Καμβύση, πρεσβύτερος ὢν τήν βασιλείαν ἔχε, θεῶν διδόντων κἀμοῦ· σοὶ δέ, ὢ Ταναοξάρη, εἶναι σατράπῃ δίδωμι Μηδῶν τε καὶ Ἀρμενίων καὶ Καδουσίων.” ταῦτα τοῖς παισὶν ἐντειλάμενος καὶ παραινέσας πολλά, καὶ πρόσ’ εἰπὼν τοὺς παρόντας καὶ πάντας δεξιωσάμενος, συνεκαλύψατο καὶ οὕτως ἐξέλιπεν. ἐπεὶ δ’ ἐκεῖνος ἀπῄει, εὐθὺς οἱ παῖδες αὐτοῦ ἐστασίαζον, πόλεις δὲ καὶ ἔθνη ἀφίσταντο, πάντα δ ἐπὶ τὸ χείρον’ ἐτράπετο. Ταῦτα μὲν οὖν τῷ Ξενοφῶντι περὶ Κύρου ἱστόρηται· ὁ δ’ Ἁλικαρνασσεὺς Ἡρόδοτος ἄλλα περὶ τῆς Κύρου φησὶν ἀγωγῆς τε καὶ τελευτῆς καὶ τῆς λοιπῆς βιοτῆς, ἃ μακρὸν ἂν εἴη διηγεῖσθαι. ἐμοὶ δ’ ἐπιτομὴν ἱστορίας πεποιημένῳ οὐκ ἐπέοικε τὴν πραγματείαν θέσθαι πολύστιχον, ἀλλ’ αὐτὸς μὲν τὰ πιθανώτερα ἔγραψα, ὅτῳ δ’ εἰδέναι βούλημα καὶ ἅπερ Ἡρόδοτος περὶ αὐτοῦ συνεγράψατο, τὴν ἐκείνου μεταχειρισάμενος βίβλον εὑρήσει ταῦτα κατὰ τὸν πρῶτον λόγον, ᾧ τὴν πρώτην τῶν Μουσῶν ἐπέγραψε τὴν Κλειώ.