Ancient Greek · ~22 min
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.6.1
Not analysed yet
Ταῦτα μὲν οὖν συμβέβηκεν ὕστερον· ἐν δὲ τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐνύπνιον ὁ προφήτης εἶδεν. ἢν δὲ τοιοῦτον τὸ ὅραμα. τέσσαρα ἐδόκει θηρία ἀνιέναι ἐκ τῆς θαλάσσης, ὧν τὸ πρῶτον λεαίνης εἶχε μορφὴν καὶ πτερὰ ὡσεὶ ἀετοῦ, ὃ καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. ἡ μὲν οὖν θάλασσα τὸν ἀνθρώπινον ἐδήλου βέον τὸν πολυκύμαντον καὶ πλείστας καὶ συνεχεῖς μεταβολὰς δεχόμενον καὶ περιτροπάς, τὸ δὲ θηρίον ἡ λέαινα τὴν τῶν Ἀσσυρίων βασιλείαν εἰκόνιζε, τὸ δ᾿ ἐξαρθῆναι ἀπὸ τῆς γῆς τὴν τῆς ἀρχῆς ἐκείνης ἐδήλου κατάπαυσιν καὶ τῆς ἐξουσίας τὴν περιαίρεσιν. καὶ τὸ ἐπὶ ποδῶν ἀνθρώπου στῆναι τὸ ἴσην τοῖς ὑπηκόοις γενήσεσθαι ὑπῃνίττετο, τὸ δὲ καρδίαν ἀνθρώπου δοθῆναι αὐτῇ τὸ διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν διδαχθῆναι καὶ μή τι τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἐξ ἀλαζονείας φαντάζεσθαι· καὶ τὰ πτερὰ γὰρ ἃ τό θηρίῳ παρὰ φύσιν προσεπεφύκεσαν τὴν ἔπαρσιν ἐδήλουν τῶν βασιλέων ἐκείνων καὶ τὸ ἐξ ὑπερηφανίας τοῦ νοὸς αὐτῶν ὑπερνέφελον. Τὸ δὲ δεύτερον θηρίον ἄρκῳ ὡμοίωτο, καὶ εἰς μέρος ἓν ἔστη, καὶ τρία εἶχε πλευρὰ καὶ πτερὰ ἐν τῷ στόματι. καὶ ἐλέγετο αὐτῇ ἀνάστα, φάγε σάρκας πολλάς.” τῆς Περσῶν δὲ βασιλείας ἡ ἄρκος ἐγένετο τύπωσις, διὰ τὸ ὠμὸν τοῦ ἔθνους καὶ ἀπηνές· πάντων γὰρ τῶν βαρβάρων οἱ Πέρσαι τιμωρήσασθαι ἀπηνέστροι, σκαφεύσεσί τε καὶ δορᾶς ἀφαιρέσει πικροτάτας καὶ μακροτάτας τὰς κολάσεις τιθέμενοι. Εἰκὸς δέ τισιν ἀγνοεῖσθαι τὴν κόλασιν τῆς σκαφεύσεως καλὸν οὖν καὶ ταύτην δήλην θέσθαι τοῖς ἀγνοοῦσι. δύο σκάφας ἴσας ἀλλήλαις προσμόσαντες, καὶ ταύτας ἐγκόψαντες, ὥστε τὴν κεφαλὴν τοῦ κολαζομένου ἐκτὸς περιλελεῖφθαι τῶν σκαφῶν καὶ τὰς χεῖρας, ἀλλὰ μὴν καὶ τοὺς πόδας, ὕπτιον ἐντὸς τὸν τιμωρούμενον ἀνακλίνουσι, καὶ οὕτω τὰς σκάφας προσηλοῦσιν ἀλλήλαις. εἶτα κρᾶμα ἐκ μέλιτός τε καὶ γάλακτος κερασάμενοι ἐγχέουσιν εἰς τό στόμα τοῦ ἀθλίου ἐκείνου, μέχρις ἂν ὑπερκορὴς ὁ ἄνθρωπος γένηται· καὶ ἐκ τοῦ τοιούτου κράματος τοῦ προσώπου αὐτοῦ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν καταχέουσιν, ὕπαιθρόν τε θέντες αὐτὸν εἱληθερεῖσθαι τῷ ἡλίῳ ποιοῦσι, καὶ οὕτως ἑκάστης ἡμέρας πράττουσιν ἐπ’ αὐτῷ. μυῖαι μὲν οὖν καὶ σφῆκες καὶ μέλισσαι διὰ τὴν τῶν καταχεθέντων γλυκύτητα ἀθροιζόμεναι τῷ τε προσώπῳ αὐτοῦ καὶ τοῖς ἄλλοις ἐφιζάνουσι μέλεσιν, ἃ τῶν σκαφῶν ἐκτός, ὡς εἴρηται, περιλέλειπται, ἐνοχλοῦσαι, αἶ δὲ τὸν ἄθλιον καὶ τιτρώσκουσαι. ἡ δέ γε γαστὴρ ἐκείνου πληρωθεῖσα τοῦ μέλιτος καὶ τοῦ γάλακτος ὑγρὰ προἵησι σκύβαλα, ὧν ἐνσηπομένων εὐλαί τε καὶ σκώληκες ἀναζέουσιν ὁ δ’ τῇ ὑγρότητι καὶ τὰς σάρκας αὐτῇ ἐνσηπόμενος καὶ ὑπὸ τόν σκωλήκων αὐτὸς δαπανώμενος οὕτως οἰκτρότερόν τε θνήσκει καὶ χρονιώτερον. ταύτῃ τῇ κολάσει χρήσασθαι ἱστορεῖται καὶ ἡ Παρύσατις ἡ Κύρου καὶ Ἀρταξέρξου μήτηρ κατὰ τοῦ ἀνελεῖν τὸν Κῦρον αὐχήσαντος, μαχόμενον περὶ τῆς βασιλείας τῷ ἀδελφῷ, ἐπὶ τεσσαρεσκαιδεκάτην ἡμέραν τῇ τιμωρίᾳ διαρκέσαντος τῆς σκαφεύσεως. Ἡ μὲν οὖν σκάφευσις τοιάδε τις εἶναι ἱστόρηταί. τὸ δέ(( ἀνάστα, φάγε σάρκας” οὐκ ἐπιτρέποντός ἐστιν, ἀλλὰ προλέγοντος τὰ ἐσόμενα πολλὴ γὰρ φθορὰ τῶν Ἀσσυρίων καὶ τῶν συμμαχούντων ἐκείνοις ὑπὸ Περσῶν τε καὶ Μηδῶν ἐγένετο. εἴποι δ’ ἄν τις καὶ τό “φάγε φάγε σάρκας πολλάς” τῆς ὠμότητος τοῦ ἔθνους σημαντικόν. τὰ δὲ τρία πλευρὰ ἢ πτερά, ἃ ἐν τῷ στόματι κατεῖχε, τὴν τόν τριῶν τμημάτων ἀρχὴν τῆς οἰκουμένης ἦν προχαράττοντα. Κῦρος μὲν γὰρ ὁ τὴν Ἀσσυρίων βασιλείαν καθῃρηκὼς τὸ ἑῷον ἅπαν μέχρι τοῦ Ἑλλησπόντου ὑπέταξεν. ὁ δὲ τούτου υἱὸς Καμβύσης καὶ τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν ἔσχεν ὑφ’ ἑαυτόν· νότιοι δ’ αἶ χῶραι αὗταί εἰσι. Δαρεῖος δὲ ὁ Ὑστάσπου καὶ τοὺς νομάδας ἐχειρώσατο Σκύθας· οὗτοι δ’ οἰκοῦσι τὸ κλίμα τὸ βόρειον. ὁ δέ γε Ξέρξης ὁ τοῦ Δαρείου ὥρμησε μὲν κατὰ τῆς Εὐρώπης, κρατῆσαι καὶ ταύτης πειρώμενος, ἀπεκρούσθη δέ γε ναυμαχίᾳ πρὸς Ἀθηναίων ἡττηθεὶς καὶ ἀναζεύξας κατῃσχυμμένος. τὸ δ’ ἐν μέρει στῆναι τὸ θηρίον σημαντικὸν τοῦ μὴ πάντῃ τῆς ἀρχῆς ἐκπεσεῖν, ὀλίγῳ δὲ μέρει ταύτης περιγραφῆναι. πάσης γὰρ τῆς Ἀσίας πρῴην κρατοῦσα ἡ βασιλεία ἐκείνη καὶ Αίθιόπων καὶ Αἰγυπτίων Παλαιστίνης τε καὶ Φοινίκης καὶ τῆς Λιβύης αὐτῆς ἐξέπεσε μὲν τῶν λοιπῶν, περιελείφθη δ’ αὐτῇ Μηδία τε καὶ Πέρσις. ἢ καὶ ἄλλως τὸ ἐν μέρει στῆναι τὸ θηρίον ἐκληφθήσεται, ἐπὶ καιρόν τινα δηλαδὴ σχολάσαι τὴν τῶν Περσῶν βασιλείαν καὶ ἀπρακτῆσαι. τοῦ γὰρ Ἀλεξάνδρου καθῃρηκότος αὐτήν, εἶτα θανόντος, εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου μοναρχία διῄρητο. κατ’ ἀλλήλων δὲ τῶν διαδόχων αὐτοῦ χωρησάντων καἰ ἐν ταῖς πρὸς ἀλλήλους μάχαις ἠσθενηκότων, οἱ Πέρσαι πάλιν καιροῦ λαβόμενοι ἀνεθάρσησαν καὶ πολλὰ τῆς σφετέρας ἀρχῆς ἀνεκτήσαντο. Τὸ δὲ τρίτον θηρίον παρδάλει ἢν ἐμφερές, καὶ πτερὰ εἶχε τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τούτῳ τῷ θηρίῳ ἐπεφύκεσαν, καὶ ἐξουσίαν λέγει δοθῆναι αὐτῷ. τοῦτο δὲ τὸ θηρίον τὴν Μακεδονικὴν εἰκόνιζε βασιλείαν. παρδάλει μὲν γὰρ εἰκάσθη Ἀλέξανδρος διὰ τὸ ὀξύρροπον καὶ εὐκίνητον, ὃ καὶ τὰ πτερὰ ἐδήλουν. ἡ δὲ τούτων τετρακτὺς τὰ τέσσαρα τῆς οἰκουμένης μέρη ᾐνίττετο, ἃ πτηνοῦ διῆλθε τρόπον καὶ σχεδὸν ἁπάντων ἐκράτησεν. αἱ δέ γε τέσσαρες κεφαλαὶ τὴν μετὰ θάνατον ἐκείνου διαίρεσιν ἐσήμαινον τῆς ἀρχῆς. εἰς γὰρ τέσσαρας βασιλείας ἡ ἐκείνου διῄρητο ἐπικράτεια, καὶ τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ὁ Λάγου κεκράτηκε καὶ οἱ ἐξ ἐκείνου μέχρι τῆς Κλεοπάτρας, τῆς δὲ Συρίας καὶ τῶν αὐτῇ προσεχῶν ὁ Σέλευκος ἐκυρίευσεν, Ἀντίγονος δὲ τὴν Ἀσίαν ὑφ’ ἑαυτὸν ἐποιήσατο, τῆς δὲ Μακεδονίας ἦρξεν ὁ Ἀντίπατρος, ὡς δέ τινες ἱστοροῦσιν, Ἀριδαῖος ἀδελφὸς ἑτεροθαλὴς ἐκ πατρὸς ὢν Ἀλεξάνδρου. φησὶ γὰρ ὁ Χαίρων ἐὺς τὸν Περδίκκαν μετὰ θάνατον Ἀλεξάνδρου ἐν μεγίστῃ δυνάμει ὄντα εὐθὺς τὸν Ἀριδαῖον ὥσπερ δορυφόρημα βασιλείας ἐφέλκεσθαι, γεγονότα μὲν ἐκ γυναικὸς ἀδόξου καὶ κοινῆς, ἀτελῆ δὲ τὴν φρόνησιν ὄντα, οὐ φύσει τοιοῦτον προαχθέντα, ἀλλὰ τῆς Ὀλυμπιάδος φαρμάκοις διαφθειράσης αὐτῷ τὴν διάνοιαν.