Ancient Greek
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.7.1
Not analysed yet
Τοῦ δὲ τετάρτου θηρίου εἶδος μὲν οὐκ ἐσήμανεν ὁ προφήτης, φοβερὸν δ’ εἶπε τοῦτο καὶ ἔκθαμβον περισσῶς, ὀδόντας ἔχον μεγάλους καὶ σιδηροῦς, ἐσθίον τε καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα συμπατοῦν, καὶ τὸ διάφορον αὐτοῦ πρὸς τὰ προηγησάμενα θηρία ἔφη τυγχάνειν πολύ. ἡ τῶν Ῥωμαίων δὲ διὰ τούτου βασιλεία σημαίνεται. διὸ οὐδὲ εἶδος ὁ προφήτης τούτῳ οὐδ’ ὄνομα ἔθετο. πολυειδὴς γὰρ ἡ τῶν Ῥωμαίων ἀρχή, πρότερον μὲν βασιλεῦσιν ἰθυνομένη ἀπὸ Ῥωμύλου μέχρι τῶν Ταρκυνίων, τῆς δ’ ἐκείνων τυραννίδος καταλυθείσης ἀριστοκρατουμένη, τῆς συγκλήτου καὶ τῶν ὑπάτων διοικούντων τὰ πράγματα, ἔστι δ᾿ ὅτε καὶ δημοκρατουμένη, τοῦ δήμου πολλάκις πρὸς τὴν σύγκλητον στασιάσαντος, μετέπειτα δ᾿ αὐθις εἰς μοναρχίαν μεταπεσοῦσα, κἀκ ταύτης εἶς βασιλείας κλῆσιν ἐπανακάμψασα. φοβερὸν δὲ τὸ θηρίον καὶ ἔκθαμβον εἶπεν ὅτι δυνατωτέρα τῶν ἄλλων βασιλειῶν αὕτη γεγένηται, καὶ ὄσα ἡ Μακεδονικὴ μὴ ὑπέταξε βασιλεία, ὑφ’ ἑαυτὴν αὕτη ποιησαμένη, τὴν Ἑλλάδα δηλαδὴ πάσαν, τὴν Καρχηδόνα σὺν τῆ̣ Λιβύῃ, τὴν Σικελίαν, τὴν Σαρδῶ τε καὶ νήσους ἄλλας καὶ ἔθνη ἑσπέρια διάφορα ἕτερα, ὣν οὐκ ἦρξεν Ἀλέξανδρος· ἅπερ ὁ βουλόμενος γνῶναι τὰς βίβλους τοῦ Ρωμαίου Δίωνος ἀναγνώτω καὶ τὰ τοῦ Πολυβίου συγγράμματα. φοβερὸν δὲ τὸ θηρίον ἔφη καὶ ἔκθαμβον καὶ σιδηροῦς ὀδόντας ἔχον, ὡς τῆς τῶν Ῥωμαίων ἡγεμονίας τῶν ἄλλων βασιλειῶν ἁπασῶν φρικωδεστέρας γεγενημένης. καὶ ἐν τῇ εἰκόνι γὰρ τῇ κατ’ ὄναρ ὀφθείσῃ τῷ Ναβουχοδονόσορ τὸν σίδηρον τέθεικε τῆς τετάρτης βασιλείας εἰκόνισμα. τοῖς οὖν σιδηροῖς ὀδοῦσιν ἐσθίειν τὸ θηρίον εἶπε καὶ λεπτύνειν, καὶ τὰ λοιπὰ συμπατεῖν τοῖς ποσί. τὸ μὲν οὖν ἐσθίειν καὶ λεπτύνειν εἰς τὴν τῶν δασμῶν ἐξείληπται εἰσφοράν, ὡς βαρυτέρων τοῖς ὑπηκόοις φόρων ἐπιτεθέντων, οἳ τοὺς βασιλεύοντας τρέφουσι καὶ πιαίνουσι, τοὺς δ’ εἰσπραττομένους αὐτοὺς ἐκλεπτύνουσι πενητεύοντας. οἱ δὲ δασμοφορεῖν οὐκ ἠνείχοντο, τῆς ἐλευθερίας ἀντιποιούμενοι, τούτους τοῖς ποσὶ συνεπάτει τὸ θηρίον καὶ ἐξωλόθρευε διὰ τῶν ποδῶν δὲ τὸ στρατιωτικὸν ὑπαινίττεται, ὡς ἐν τούτῳ τῆς βασιλείας ἐρειδομένης καὶ βεβηκυίας καὶ ἐξ ἑτέρων με- ταβαινούσης εἰς ἕτερα. καὶ κέρατα δ’ εἶναι τῷ θηρίῳ δέκα φησίν, ὑπεμφαίνων ὡς εἰς πολλὰς ἡγεμονίας ἐπ’ ἐσχάτων ἡ βασιλεία διαιρεθήσεται. ἐν μέσῳ δὲ τῶν δέκα μικρὸν ἀνιέναι κέρας, καὶ ἐκριζωθῆναι τῶν κεράτων τρία παρ’ αὐτοῦ, καὶ ὀφθαλμοὺς ἔχειν τὸ κέρας ἐκεῖνο καὶ στόμα λαλοῦν μεγάλα, καὶ πολεμεῖν τοῖς ἁγίοις. τοῦτο τὸ κέρας εἰς τὸν ἀντίχριστον ἐξειλήφασί τινες. μικρὸν δ᾿ ἐκλήθη ὡς ἀπὸ μικρᾶς φυλῆς τῶν Ἑβραίων μέλλον φυήσεσθαι. τρεῖς δὲ τῶν δέκα βασιλέων καταλύσει. διὰ δὲ τῶν ὀφθαλμῶν τὴν πονηρίαν αὐτοῦ καὶ τό πανοῦργον ᾐνίξατο, ὡς διὰ τούτων ἐξαπατῆσον πολλούς. διὰ δὲ τού μεγάλα λαλοῦντος στόματος τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὸ ἐπηρμένον ὑπενέφηνε τοῦ φρονήματος. τὸ δὲ πόλεμον μετὰ τῶν ἁγίων ποιεῖν τὸ πᾶσαν ἐνδείξασθαι σπουδὴν δηλοῖ τῆς οἰκείας κακίας καὶ βλασφημίας ἅπαντας λαβεῖν κοινωνούς. τῆς δὲ κατὰ τοῦ θεοῦ βλασφημίας ἐκει- νοῦ ἐμφαντικὸν τό λόγους εἰς τὸ ὕψος λαλήσει.” Ἐπὶ τούτοις ὁ προφήτης ἐπήγαγεν “ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν.’ ἃ μὲν οὖν εἴρηται ποιοῦν τὸ κέρας οὐκ ἐπὶ μακρὸν διαρκέσειν ἐδείχθη τῷ Δανιήλ, ἕως δὲ ὁ αἰώνιος κριτήριον ἐκάθισεν, ἀντὶ τοῦ κρίσεως καιρὸν ἔστησε καὶ τὴν μνήμην τῶν ἑκάστῳ πεπραγμένων ἀνέπτυξε. βίβλους γὰρ τὰς ἀναμνήσεις ἐκάλεσε καὶ παλαιὸν ἡμερῶν τὸν αἰώνιον. ἡ δὲ λευκότης τῶν τριχῶν καὶ τοῦ ἐνδύματος τὸ καθαρὸν αὐτοῦ πανταχόθεν καὶ ἄμωμον δείκνυσιν. ἔνα δὲ κατὰ συγχώρησιν θεοῦ δείξῃ γενήσεσθαι τὰ παρὰ τοῦ ἀντιχρίστου ἐσόμενα, καὶ οὐχ ὡς ἀδυνατούσης τῆς θείας φύσεως ταῦτα παῦσαι ἢ μηδὲ τὴν ἀρχὴν συγχωρῆσαι γενέσθαι, τὰς χιλίας χιλιάδας τῶν λειτουργῶν καὶ τὰς μυρίας μυριάδας τῶν παρισταμένων εἰσήγαγε, καὶ τὸν πύρινον θρόνον καὶ τοὺς ὁμοίους τροχοὺς καὶ τὸν φλογόεντα ποταμόν. καὶ ἐθεώρει ἕως οὗ ἀνῃρέθη τὸ θηρίον καὶ τὸ σῶμα αὐτοῦ εἰς καῦσιν ἐδόθη πυρός. διὰ γὰρ τὴν μανίαν τοῦ ἀντιχρίστου ἡ ὅλη βασιλεία περιαιρεθήσεται. καὶ οὐκ αὐτὸ τὸ θηρίον εἰς καῦσιν δοθήσεται, ἀλλὰ τὸ σῶμα αὐτοῦ. τοῦ γὰρ θηρίου τὴν βασιλείαν αἰνιττομένου εἰκός ἐστιν ἐν τῇ βασιλείᾳ πολλοὺς εἶναι καὶ τὸν θεὸν σέβοντας καὶ ἀρετὴν μετιόντας. οὐ τούτους οὑν φησιν εἰς καῦσιν δοθῆναι, ἀλλὰ τοὺς κακίας ἐργάτας καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις ἐγκειμένους διὰ παντὸς καὶ μή τι φρονήσαντας πνευματικόν. Μετὰ δὲ τὴν τοῦ θηρίου ἀπώλειαν ὁρᾶν ὁ προφήτης φησὶν ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ νεφελῶν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάσαντα, ᾧ καὶ δοθῆναι λέγει τὴν ἀρχὴν καὶ τὴν τιμὴν καὶ τὴν βασιλείαν, καὶ αὐτῷ δουλεῦσαι τοὺς λαοὺς πάντας καὶ τὰς γλώσσας καὶ τὰς φυλάς, καὶ τὴν ἐξουσίαν αὐτοῦ αἰώνιον ἔσεσθαι καὶ μύ παρελεύσεσθαι, καὶ τὴν βασιλείαν αὐτοῦ μὴ διαφθαρήσεσθαι. ταῦτα σαφῶς τὴν δευτέραν ἐπιφάνειαν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προθεσπίζουσιν. υἱὸς μὲν γὰρ ἀνθρώπου καλεῖται διὰ τὴν ἡμετέραν φύσιν, ἣν προσελάβετο, ἐπὶ δὲ τῶν νεφελῶν ἐρχόμενος κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ εἰπόντος “ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.