Ancient Greek · ~32 min
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.8.1
Not analysed yet
Ταῦτα μὲν οὖν ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐμυήθη ὁ Δανιὴλ, ἐν δὲ τῷ τρίτῳ ἑτέραν ὀπτασίαν ἑώρακεν. “ἐν Σούσοις γὰρ ὢν ἦρα λέγει τοὺς ὀφθαλμούς μου, καὶ ἰδοὺ κριὸς ἑστηκὼς ἐπὶ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἒν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ’ ἐσχάτου. καὶ ἢν κερατίζων κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία στῆναι ἐνώπιον αὐτοῦ οὐκ ἠδύναντο, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη.” πάλιν κἀνταῦθα τὰ περὶ τῶν βασιλειῶν ὁ προφήτης διδάσκεται. καὶ κριῷ μὲν ἀπεικάσθη ἡ ἀρχὴ τῶν Περσῶν διὰ τὸν περικεί- μένον αὐτὴ πλοῦτον, ἑστὼς δ’ ἦν ὁ κριὸς ἐπὶ τοῦ Οὐβὰλ ἤγουν ἐπὶ τῆς πύλης τῶν Σούσων· αὕτη γάρ ἦν ἡ πόλις μητρόπολις τῶν Περσῶν, καὶ ἐκεῖ τοῖς βασιλεῦσιν ἦν τὰ βασίλεια, καὶ ὁ προφήτης ἐν ταύτῃ τῇ πόλει διάγων εἶδε τὸ ὅραμα. τὰ δὲ δύο κέρατα τὰ τὴν βασιλείαν ταύτην ἰθύναντα δύο γένη ἐτύπουν. τὸ μὲν γὰρ ἧττον κέρας τὸν Κῦρον καὶ τὸν ἐκείνου υἱὸν τὸν Καμβύσην εἰκóνιζε, μέχρις αὐτόν γὰρ ἡ τῆς βασιλείας ἔστη ἀρχή, καὶ οὐ προῆλθε περαιτέρω τὸ Κύρου γένος, τὸ δὲ μείζον’ κέρας τὸ Δαρείου γένος ᾐνίττετο, ὃ μέχρι τοῦ τελευταίου Δαρείου προέκοψεν, ὃν κατεπολέμησεν ὁ Ἀλέξανδρος. Καμβύσου γὰρ τοῦ Εὔρου παιδὸς θανόντος οἱ μάγοι μετὰ δόλου τὴν βασιλείαν ἐσφετερίσαντο· οὓς ἐπ’ ὀλίγον κρατήσαντας, καὶ γνωσθέντας οἵτινες ἦσαν, οἷ ἑπτὰ τῶν Περσῶν οἶκοι καθεῖλον. ἐξ ὧν ἐβασίλευσεν ὁ Ὑστάσπου Δαρεῖος, οὗ τὸ γένος μέχρι τέλους τῆς βασιλείας διήρκεσε. τοῦτο γὰρ ἐμφαίνει ὁ προφήτης προσθεὶς ὅτι τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ’ ἐσχάτου, τὸ ἐπὶ μακρὸν δηλαδὴ διαρκέσαι καὶ ἕως τέλους τῆς Περσικῆς βασιλείας τῶν κεράτων τὸ ἕτερον. ἐκεράτιζε δὲ ὁ κριὸς κατὰ νότον καὶ βορρᾶν καὶ θάλασσαν· τό τε γὰρ νότιον κλίμα καὶ τὸ βόρειον ἐχειρώσατο, καὶ τόν νήσων τὰς πλείους, ταύτας γὰρ διὰ τῆς θαλάσσης ᾐνίξατο, ὑπὸ δουλείαν πεποίητο· καὶ συνεμάχουν τῷ Ξέρξῃ κατὰ τῆς Ἑλλάδος στρατεύοντι οἶ τὰς νήσους οἰκοῦντες· διὸ καὶ κατὰ θάλασσαν τὸν κριὸν κερατίζειν ὁ προφήτης ἑώρακεν. οὐδέν τε τῶν θηρίων ἐνώπιον αὐτοῦ στῆναι ὑπέμενε. θηρία δὲ τὰς μερικὰς βασιλείας ἐκάλεσεν, ὡς φοβερὰς τοῖς ὑπηκόοις. εἶεν δ’ ἂν αὗται ἡ Σύρων, ἡ Κιλίκων, ἡ Ἀράβων, ἡ Αἰγυπτίων, ἡ Ἰουδαίων, καὶ ἕτεραι· οὐδεμία γοῦν τούτων ἀντιστῆναι εἰς τέλος ἠδυνήθη τῇ Περσῶν ἀρχῇ, ἀλλ’ ἅπαντας οἶς προσέβαλεν ὑπέταξε. “καὶ ἐμεγαλύνθη” ἢ ὅτι μεγάλη γέγονεν ἡ ἀρχὴ πολλῶν ἐθνῶν καὶ χωρῶν κυριεύσασα, ἢ ὅτι μεγάλα καὶ ὑπὲρ ἀνθρωπίνην ἐφαντάσθη φύσιν ὀγκωθεῖσα τῇ εὐτυχίᾳ. Ἀπορῶν δὲ ὁ προφήτης περὶ τῶν ὁρωμένων, ὁρᾷ τράγον ἀπὸ λιβὸς ἐρχόμενον ἐπὶ πᾶσαν τὴν γῆν, καὶ αὐτῷ κέρας ἦν ἕν θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. καὶ ἕως τοῦ κριοῦ φθάσας ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισεν αὐτὸν καὶ συνέτριψε τὰ κέρατα αὐτοῦ γαῖ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ. τὴν Μακεδονικὴν βασιλείαν ὑπετύπου ὁ τράγος· ὀξύτερος γὰρ τοῦ κριοῦ καὶ μᾶλλον εὐκίνητος. ἀπὸ λιβὸς δ᾿ ἤρχετο, ὅτι τὴν Αἴγυπτον πρότερον ὑφ’ ἑαυτὸν ποιησάμενος ὁ Ἀλέξανδρος οὕτω πρὸς Δαρεῖον τὸ δεύτερον ὥρμησε, καὶ κατατροπωσάμενος αὐτὸν τὴν τῶν Περσῶν βασιλείαν κατέλυσεν. ἐν Ἰσσῷ γὰρ πρῴην τῆς Κιλικίας αὐτῷ συμβαλὼν ἥττησεν αὐτόν, καὶ τὴν μὲν γυναῖκα καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τὸ ἄρμα καὶ τὸ τόξον κατέσχε καὶ διήρπασε τὸ στρατόπεδον τὸ Περσικόν, ἔφυγε δ᾿ ἐκεῖθεν ὁ Δαρεῖος καὶ αὖθις δυνάμεις συναγαγὼν ἐμαχέσατο τῷ Ἀλεξάνδρῳ ἐξ Αἰγύπτου πρὸς ἐκεῖνον ὁρμήσαντι, καὶ πάλιν ἡττήθη ἐν Ἀρβήλοις καὶ φεύγων ἀπώλετο. θεωρητὸν δὲ τὸ κέρας φησὶν ἀντὶ τοῦ ἐπίσημον καὶ περίβλεπτον· τὴν Ἀλεξάνδρου δὲ καὶ διὰ τούτου αἰνίττεται βασιλείαν. καὶ ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ ἐκφῦναι τὸ κέρας λέγει διὰ τὸ ἀγχίνουν καὶ τὴν σύνεσιν καὶ τὸ γενναῖον τοῦ φρονήματος τοῦ Ἀλεξάνδρου. καί ‘‘ἦλθε” φησίν “ὁ τράγος ἕως τοῦ κριοῦ τοὐ τὰ κέρατα ἔχοντος, καὶ εἶδον αὐτὸν φθάσαντα ἴως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔρριψεν αὐτὸν εἰς γῆν καὶ συνεπάτησεν αὐτόν.” συνετρίβη δέ, φησί, καὶ ἄμφω τὰ κέρατα τοῦ κριοῦ, προσαράξαντος τοῦ τράγου αὐτῷ· τοῦτ’ ἔστι, καὶ ἄμφω αἱ δυνάμεις αὐτοῦ αἷς ἐπεποίθει, ἥ τε Περσικὴ καὶ ἡ Μηδική. Περσῶν γὰρ καὶ Μηδῶν ἦρχον οἱ βασιλεῖς τῶν Περσῶν, ὡς τοῦ Κύρου ἐξ ἀμφοῖν, ὡς εἴρηται, φύντος καὶ τὴν ἀμφοῖν Βασιλείαν σχόντος ὑφ’ ἑαυτόν, καὶ ἄμφω ταῦτα τὰ γένη τὴν Ἀσσυρίων βασιλείαν κατέλυσαν. “καὶ ὁ τράγος ἐμεγαλύνθη σφόδρα.’ οὐ γὰρ μόνα τὰ ὑπήκοα τῇ τῶν Ἀσσυρίων ἀρχῇ ὑφ’ ἑαυτὸν ἐποιήσατο, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐχειρώσατο. τῇ τε γὰρ Ἰνδίᾳ προσέβαλε καὶ τὸν Πῶρον ἐνίκησε καὶ τὸν Ταξίλην ᾠκειώσατο καὶ ἄλλα μέρη τῆς Ἰνδικῆς κατέσχεν. εἶτα δηλῶν ὁ προφήτης ὅτι καὶ οὗτος εὐδαιμονήσας μικρὸν παρελεύσεται, ἐπήγαγε “καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ τέσσαρα κέρατα ὑποκάτωθεν ἐξέφυ αὐτοῦ.” τοῦ γὰρ Ἀλεξάνδρου μετὰ τὴν εὐτυχίαν ἐκείνην συντόμως θανόντος εἰς τέσσαρα ἡ ἐκείνου διῃρέθη ἀρχή, ὡς εἴρηται ἤδη ἐν τῷ τρίτῳ θηρίῳ, ὃ τῷ Δανιὴλ καθ’ ὕπνους ἔδοξεν ἐκ τῆς θαλάσσης ἐξέρχεσθαι, ἔχον τέσσαρας κεφαλάς. “Καὶ ἐκ τοῦ ἑνὸς τῶν κεράτων ἐξῆλθε κέρας φοβερόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς λίβα καὶ πρὸς τὴν δύναμιν. καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσον ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων, καὶ συνεπάτησεν αὐτούς.’ τὰ περὶ τοῦ Ἐπιφανοῦς Ἀντιόχου διὰ τούτων ὁ Δανιὴλ προδιδάσκεται, ὃς Ἀντιόχου μὲν τοῦ μεγάλου υἱὸς ἦν, μᾶλλον δὲ τῶν πρὸ αὐτοῦ κρατυνθεὶς βασιλέων, τῶν ἀπὸ Σελεύκου δηλαδή, καὶ τῆς Αἰγύπτου κρατήσας καὶ ἑτέρων χωρῶν καὶ ἐπὶ Ἰουδαίους ἐστράτευσε καὶ τῆς τῶν Ἰεροσολύμων ἐκυρίευσε πόλεως, ἀλλὰ καὶ τοῦ ἔθνους παντός, καὶ τόν τε ναὸν ἐσύλησε καὶ ἐμίανε σύας ἐν αὐτῷ θύσας, καὶ τῷ Διὶ βωμόν ἱδρυσάμενος τὸ ἔθνος ὅλον ἑλληνίζειν ἠνάγκαζε, κωλύων αὐτοὺς περιτέμνειν τὰ ἄρρενα. τὴν γὰρ κατὰ θεοῦ μανίαν αὐτοῦ τό “ἐμεγαλύνθη ἕως τῆς δυνάμεως οὐρανοῦ” ὑπαινίττεται. τὸ δέ ἔπεσον ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτούς” τοὺς ἐκ τοῦ Ἰουδαϊκοῦ λαοῦ ἀσεβήσαντας διὰ τὴν ἐξ ἐκείνου ἐπαγομένην αὐτοῖς ἀνάγκην δηλοῖ, οἳ τῆς νομίμου καὶ θείας διαγωγῆς ἐκπεπτώκασι, τῷ τυράννῳ ὑπείξαντες καὶ ὑπ’ ἐκείνου συμπατηθέντες. ἀστέρες δ’ ἐκλήθησαν διὰ τὸ τῆς εὐσεβείας καθαρὸν καὶ ὑπέρλαμπρον, ἢ ὅτι τῷ Ἀβραὰμ ὁ θεὸς ἐπηγγείλατο πληθῦναι τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. Καὶ ἕως τοῦ ἄρχοντος τῆς δυνάμεως ἱδρύθη.’ καὶ κατ’ αὐτοῦ γὰρ τοῦ θεοῦ ἐλύττησε τοῦ ἄρχοντος τῶν ἄνω δυνάμεων. “καὶ θυσία ἐταράχθη πτώματι, καὶ ἐγενήθη καὶ εὐωδώθη, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ δικαιοσύνη.” ἀπηγορευμένα γὰρ θύσας ἐτάραξε τὴν θυσίαν, ἀντὶ τοῦ συνέχεεν, ἐμίανε. πτώματα δὲ τοὺς σύ ἃς λέγει, καὶ ἁμαρτίαν ἐπὶ τὴν θυσίαν τὴν ἐπ’ αὐτῇ παρανομίαν. διὰ δὲ τοὐ “ἐρρίφη χαμαὶ δικαιοσύνη ἡ τῶν ἀθέτησις καὶ οἱ ἄδικοι φόνοι δηλοῦνται τῶν ἀσεβῆσαι μὴ καταδεξαμένων. ἀλλὰ καὶ ταῦτα πράττων καὶ οὕτως ἀσεβῶν ὁ Ἀντίοχος εὐωδοῦτο, φησί. Ἐπὶ τούτοις ἐπάγει ὁ Δανιὴλ “καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνί, ἕως πότε ἡ ὅρασις στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα; καὶ εἶπεν αὐτῷ, ἕως ἐσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον.” ἀγωνιῶντι τῷ προφήτῃ διὰ τὰ ὁρώμενα ἐπιπέμπονται ἄγγελοι δηλοῦντες αὐτῷ ὅτι τέλος ἕξουσι τὰ δυσχερῆ καὶ τὸν καιρὸν διδάσκοντες τῆς αὐτῶν παρελεύσεως. καὶ ἠρώτα ἕτερος τὸν ἕτερον· τὸ γὰρ φελμουνὶ ἐξελληνιζόμενον τινὰ σημαίνει. ἠρώτα δὲ οὐχ ὡς ἀγνοῶν, ἀλλ’ ἔνα μάθῃ ὁ Δανιήλ. ὁ δ᾿ ἐρωτὼμενος ἀπεκρίνατο “ἡμέραι δισχίλιαι καὶ ἕως ἑσπέρας καὶ πρωί, καὶ καθαρισθήσεται τὸ ἅγιον. ἐσπέραν μὲν οὖν ἐκάλεσε τὴν ἀρχὴν τῶν ἀνιαρῶν ἢ καὶ ὅλον τὸν χρόνον αὐτῶν, νυκτὶ γὰρ καὶ σκότῳ τὰ λυπηρὰ ἔοικε, πρωὶ δὲ τὴν μετὰ τὰς συμφορὰς εἰρηναίαν κατάστασιν. τοῦτο τοίνυν σημαίνει δι’ ὡν φησιν ὅτι ἀπὸ τῆς τῶν κακῶν ἀρχῆς μέχρι τέλους αὐτῶν τόσος καιρὸς παρελεύσεται. αἱ δὲ ἡμέραι πρὸς ἐνιαυτοὺς ἀριθμούμεναι ἒξ ἀποτελοῦσι μῆνας καὶ ἰδαρίθμους ἐνιαυτοὺς κατὰ τὴν τῶν Ἐβραίων ψῆφον· ἐπὶ τοσοῦτον γὰρ ἡ ἐπ’ Ἀντιόχου τοῖς Ἰουδαίοις ἐπεωεχθεῖσα συμφορὰ ἐπεκράτησε. ταῦτα παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τῷ προφήτῃ ζητοῦντι σύνεσιν ἐμυήθη.