Ancient Greek · ~16 min
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.10.1
Not analysed yet
Ἤδη δὲ νενικηκὼς ἐν Ἰσσῷ γέγονεν ἐγκρατὴς καὶ τῆς Δαμάσκου, ἔνθα οἱ Πέρσαι καὶ Δαρεῖος αὐτὸς τά τε χρήματα καὶ τῆς ἀποσκευῆς τὰ πλείω κατέλιπον. μετὰ δὲ ταῦτα ἥ τε Κύπρος καὶ ἡ Φοινίκη, τῆς Τύρου χωρίς, αὐτῷ ἐγκεχείριστο. ἡ δὲ Τόρος πολιορκίᾳ ἑάλω, διττοὺς ὀνείρους ἐν τῷ ταύτην πολιορκεῖν τοῦ Ἀλεξάνδρου θεασαμένου· ἐδόκει γὰρ ὁ Ἡρακλῆς καλῶν αὐτὸν ἐκ τοῦ τείχους καὶ δεξιούμενος· ὁ δ ἕτερος ὄνειρος Σάτυρον αὐτῷ ἐδείκνυ προσπαίζοντα, καὶ βουλομένου συσχεῖν διαφεύγοντα, ὀψὲ δὲ εἰς χεῖρας ἐλθόντα αὐτῷ. ἐκρίθη δ’ οὗτος ὁ ὄνειρος δηλοῦν αὐτῷ κατὰ διαίρεσιν τοῦ ὀνόματος ὡς σὰ Τυρὸς ἔσται.” εἶτα τὴν Γάζαν πολιορκῶν, πόλιν τῆς Συρίας μεγάλην, ἐπλήγη τὸν ὦμον λίθῳ, τὴν δὲ πόλιν κατέσχε. κυριεύσας δὲ τῆς Αίγύπτου ἠβουλήθη πόλιν ἐν αὐτῇ Ἑλληνίδα εἰς ὄνομα οἰκεῖον ἱδρύσασθαι, καί τινα τόπον ἤδη τῇ πόλει ἀφώρισε. κοιμωμένῳ δὲ ἀνὴρ ἔδοξεν ἐπιστῆναι πολιός τε καὶ γεραρός, εἶναι δὲ τὸν φανέντα τὸν Ὅμηρον, καὶ λέγειν τὰ ἔπη ταῦτα, νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ Αἰγύπτου προπάροιθε· Φάρον δέ ἔ κικλήσκουσιν. ἀναθορὼν οὖν αὐτίκα πρὸς τὴν Φάρον ἀφίκετο, καὶ τῇ τοῦ τόπου ἀρεσθεὶς εὐφυίᾳ ἐκεῖ τὴν πόλιν ἱδρύσατο, ἠπειρώσας αὐτὴν διὰ χώματος, νῆσον οὖσαν τό πρότερον. λέγεται δὲ ὡς ἡσθεὶς τῇ τοῦ τόπου φυσικῇ ἐπιτηδειότητι ἔφη ὡς Ὅμηρος ἄρα τἄλλα τε μέγας ἦν καὶ ἀρχιτέκτων σοφός. εἰς Ἄμμωνος δὲ ἱερὸν ἀπιὼν δι’ ἀνύδρου καὶ ἀμμώδους τόπου, τὴν αὐτῷ παρομαρτοῦσαν ἐν ἅπασιν εὐτυχίαν εὗρε κἀκεῖ τὸ ἐργῶδες τῆς πορείας ἐκείνης ἐπικουφίζουσαν. ὑετοὶ γὰρ γενόμενοι τὸν ἐκ τῆς ἀνυδρίας κίνδυνον διεκρούσαντο καὶ τὸν ἀέρα εὐκραῆ πεποιήκασιν, ὑγρανθείσης τῆς ἄμμου καὶ συμπιληθείσης ἐκ τῆς ὑγρότητος. τῶν δὲ τῆς ὁδοῦ γνωρισμάτων συγχυδέντων οἱ ταύτης ἡγεμόνες πεπλάνηντο· κόρακες δὲ ὑπεριπτάμενοι τῆς πορείας ἡγοῦντο τοῖς μετ’ αὐτοῦ, καὶ εἴ τινες βραδυποροῦντες ὑπελιμπάνοντο, νυκτὸς ἐκείνους ταῖς κλαγγαῖς ἀνεκόμιζον. οὕτω δὲ διελθόντι τῆς πορείας τὸ δύσεργον, καὶ εἰς Ἄμμωνος φθάσαντι, ὁ ἐκεῖ προφήτης Ἕλληνι φωνῇ θέλων προσφωνῆσαι αὐτῷ, ἐβαρβάρισε περὶ τό τέλος τὸ πρόσρημα, ὢ παιδίος ἀντὶ τοῦ παιδίον εἰπών. καὶ ὁ βαρβαρισμὸς δόξαν πολλοῖς παρέσχε τοῦ ἐκ θεῶν τοῦ Ἀλεξάνδρου γεγονέναι τὴν γένεσιν, διαδοθέντος λόγου ὅτι παῖ Δῖός ὁ προφήτης εἶπεν αὐτῷ. κἀκεῖνος πρὸς μὲν τοὺς βαρβάρους ἐμεγαλαύχει τὴν γένεσιν τὴν ἐκ τοῦ θεοῦ, ὡς καὶ τὴν Ὀλυμπιάδα λέγειν οὐ παύσεται διαβάλλων με πρὸς τὴν Ἥραν ὁ Ἀλέξανδρος;” πρὸς δὲ τοὺς Ἕλληνας τοῦ λόγου ἐφείδετο. βέλει δέ ποτε τρωθείς, αἵματος ἐκ τῆς πληγῆς καταρρέοντς “τὸ ῥέον εἶπεν αἷμα καὶ οὐκ ἰχὼρ οἶός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν.” ὡς δὲ ὁ Δαρεῖος ἐπέστειλεν αὐτῷ, μύρια μὲν τάλαντα διδοὺς λύτρον τῶν φιλτάτων αὐτοῦ καὶ τῆς ἐντὸς Εὐφράτου πάσης αὐτῷ ἐξιστάμενος καὶ φίλον αὐτὸν ποιούμενος μίαν τῶν θυγατέρων αὐτοῦ γήμαντα, ὁ Παρμενίων εἰ Ἀλέξανδρος” εἶπεν ‘‘ἤμην, ἔλαβον ἀν’ ταύτα κἄγω ἔφη νὴ Δία, εἰ Παρμενίων. ἀντεπέστειλε δὲ τῷ Δαρείω, εἰ πρὸς αὐτὸν ἀφίκηται, μή τινος ἀτυχῆσαι τῶν φιλανθρώπων. ἀποδρὰς δέ τις τῶν εὐνούχων τῆς γυναικὸς Δαρείου, καὶ πρὸς ἐκεῖνον διασωθείς, τὸν θάνατον τῆς βασιλίσσης ἀπήγγειλεν· ἔφθη γὰρ θανοῦσα ἐκ τοκετοῦ. Δαρεῖος δὲ ἀνεκλαύσατο, φήσας ὅτι οὐ μόνον αἰχμάλωτος ἡ βασίλισσα γέγονεν, ἀλλὰ καὶ ταφῆς βασιλικῆς οὐ τετύχηκε. καὶ ὁ εὐνοῦχος ἀλλὰ θάρρει, ὦ δέσποτα,” ἔφη. οὔτε γὰρ ζῶσά μου ἡ δέσποινα καὶ ἡ μήτηρ ἡ σὴ καὶ τὰ τέκνα κακοῦ τινος ἐπειράθησαν, οὔτ’ ἀποθανοῦσα ταφῆς ἐκείνη πρεπούσης ἠμοίρησεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσι.” τούτοις ὁ Δαρεῖος εἰς ὑποψίας ἀτόπους ἐνέπεσε, καὶ τὸν εὐνοῦχον ἰδίᾳ παραλαβών, ὅρκοις προκατελάμβανεν εἰπεῖν, εἰ τις περὶ τὴν γυναῖκα γέγονε τῷ Ἀλεξάνδρῳ ἐμπάθεια. πώς γάρ” ἔλεγε παρ’ ἐχθροῦ καὶ νέου ἀνδρὸς πολεμίου γυνή, ὡς ἔφης, οὕτω τετίμηται; ὁ δ’ εὐνοῦχος τὸν λόγον ἐγκόψας εὐφήμει, δέσποτα, ἔφη “καὶ μήτε τὴν γυναῖκα καταίσχυνε μήτ’ αὖ κακηγόρει Ἀλέξανδρον, ὃς πλέον ταῖς Περσίσι τὸ σῶφρον ἢ τοῖς Πέρσαις τὸ γενναῖον ἐνέφηνε·” καὶ ὅρκοις τοὺς λόγους ἐβεβαίου, περὶ τῆς ἐγκρατείας Ἀλεξάνδρου καὶ τῆς ἄλλης ἀρετῆς διηγούμενος. καὶ ὁ Δαρεῖος ηὔχετο δυνηθῆναι ἀμείψασθαι τὸν Ἀλέξανδρον ὧν εἰς τὰ φίλτατα καλόν ἐνεδείξατο, ἢ μὴ ἄλλον εἰς τὸν Κύρου καθίσαι θρόνον ἢ τὸν Ἀλέξανδρον.