Ancient Greek · ~19 min
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.9.1
Not analysed yet
Παυσανίου δὲ τὸν Φίλιππον κτείναντος παρέλαβε τὴν βασιλείαν εἴκοσι τυγχάνων ἐτῶν. καὶ τεταραγμένων πάντοθεν τῇ ἀρχῇ τῶν πραγμάτων, τόλμῃ καὶ βάρει φρονήματος αὐτὰ ταχὺ κατεστήσατο, τὰς μὲν Θήβας ἑλὼν καὶ κατασκάψας καὶ τοὺς ἁλόντας Θηβαέων ἀποδόμενος, Ἀθηναίοις δέ γε σπεισάμενος. ὅτε καὶ Τιμόκλειαν γυναῖκα Θηβαίαν καὶ τῶν ἐπιφανῶν Θρᾷξ τις τῶν ἡγεμόνων κατᾐσχυνε βιασάμενος, ἕνος εἶτα περὶ χρημάτων ἀνέκρινεν. ἡ δὲ μόνον αὐτὸν ἀπολαβοῦσα εἰς φρέαρ ἀπήγαγεν, ἐν τούτῳ φαμένη τῶν κειμηλίων κατακρύψαι τὰ κάλλιστα. τοῦ δ' ἡγεμόνος ἐπικλιθέντος τῷ στομίῳ τοῦ φρέατος, ὦσεν αὐτὸν ἡ γυνὴ κατ’ αὐτοῦ καὶ λίθους ἄνωθεν βαλοῦσα ἔκτεινεν. ἣν δέσμιον πρὸς αὐτὸν ἀχθεῖσαν ἠρώτησεν ὁ Ἀλέξανδρος ἥτις εἴη. ἡ δὲ ἀτρέστως Θεαγένους εἰμὶ ἀδελφή ἀπεκρίνατο, “ὅς πρὸς Φίλιππον ᾑρέθη στρατηγὸς καὶ ὑπὲρ τῆς Ἑλλήνων ἐλευθερίας ἀγωνιζόμενος ἔπεσεν.’ ἀγάμενος οὖν τήν τε μεγαλοφροσύνην τῆς γυναικὸς ὁ Ἀλέξανδρος καὶ τὸ παράστημα τῆς ψυχῆς ἐλευθέραν σὺν τοῖς τέκνοις ἀπέλυσε. πρὸς Διογένην δὲ τὸν Σινωπέα περὶ Κόρινθον διατρίβοντα ἀπελθών, καὶ ἡλίῳ θαλπόμενον εὑρηκώς, ἠσπάσατό τε τὸν ἄνδρα καὶ εἴ τινος δέοιτο ἤρετο. ὁ δὲ τῆς τοῦ ἡλίου εἶπεν ἀλέας δεῖσθαι, καὶ μεταστῆναι αὐτὸν ἠξίου. ἀπιόντος δὲ τοῦ Ἀλεξάνδρου οἱ περὶ αὐτὸν κατεγέλων τοῦ Διογένους· ὁ δὲ πρὸς αὐτοὺς ἔφη, θαυμάζων τὸ ὑπεροπτικὸν τοῦ ἀνδρός, ὡς εἰ μὴ Ἀλέξανδρος ἥμην, Διογενὴς ἂν ἥμην.” Ὁρμήσας δὲ εἰς τὴν ἐν τῇ Ἀσίᾳ στρατείαν οὐ πρότερον τῆς νηὸς ἐπέβη πρὶν τῷ μὲν τῶν ἑταίρων ἀγρόν ἀπονεῖμαι, τῷ δὲ κώμην, τῷ δὲ πρόσοδον ἄλλην. τοῦ δὲ Περδίκκου “τί δ’, ὧ βασιλεῦ, σεαυτῷ καταλείπεις; εἰπόντος, ‘τὰς ἐλπίδας ἐκεῖνος ἀντέφησε. διαβάντι δὲ τὸν Ἑλλήσποντον οἱ τοῦ Δαρείου σατράπαι μετὰ βαρείας δυνάμεως περὶ τὴν τοῦ Γρα- νίκου διάβασιν αὐτῷ συνηντήκεισαν. τῶν δὲ περὶ αὐτὸν τὸ βάθος δεδιότων τοῦ ποταμοῦ, τοῦ ῥοθίου τε τὴν φορὰν καὶ τὴν ἐπὶ τούτοις τῶν πολεμίων ἐπίθεδιν, ἐκεῖνος σὺν ἴλαις ἱππέων τρισκαίδεκα ἐμβάλλει τῷ ῥεύματι, πρὸς αὐτὸ ἀποκινδυνεύων καὶ πρὸς τοὺς ἐναντίους καὶ πρὸς ἀποβάσεις ὀχθώδεις καὶ ἀπορρῶγας. διὸ καὶ μανικῶς μᾶλλον, ἀλλ’ οὐ στρατηγικῶς ἔδοξε τότε ποιήσασθαι τὴν διάβασιν. οὕτω δὲ διαβὰς φύρδην ἠναγκάζετο μάχεσθαι. καὶ πολλῶν πρὸς αὐτὸν ὡρμηκότων, ἦν γὰρ ἐκ τῶν ὅπλων διάδηλος, ἀκοντισθεὶς μὲν οὐκ ἐτρώθη, κοπίδι δὲ τὸ κράνος αὐτοῦ πλήξαντός τινος, μέχρι τοσούτου τοῦ κράνους καθίκετο ἡ πληγὴ ὡς καὶ τῶν τριχῶν αὐτοῦ παραψαῦσαι τὴν κοπίδα. τῆς μάχης δ' οὕτω σὺν συνιδταμένης τὸν Γράνικον αἱ Μακεδονικαὶ δυνάμεις διαβεβήκασι· καὶ οἱ τοῦ Δαρείου οὐκέτι ἀντεῖχον, ἀλλ’ ἔκλιναν εἶς φυγήν. ἐκ γοῦν τῆς μάχης ταύτης πολλή τις ἐγένετο πρὸς εὐτυχίαν τῷ Ἀλεξάνδρῳ φορά· εἵ τε γὰρ Σάρδεις οἱ προσεχώρησαν καὶ τἄλλα προσέθεντο. ἐντεῦθεν εἰς τὴν παραλίαν ἐτράπετο, καὶ τήν τε Παμφυλίαν ἔσχε καὶ Κιλικίαν τε καὶ Φοινίκην Πισιδίαν τε καὶ Φρυγίαν· εἶτα Παφλαγόνας καὶ Καππαδόκας ἐχειρώσατο. Δαρεῖος δὲ ἐκ Σούσων σὺν ἐξήκοντα μυριάσιν ὥρμησε, τῷ τε πλήθει τῆς στρατιᾶς ἐπηρμένος καὶ θράσος ἔχων ὡς δειλιῶντος Ἀλεξάνδρου, ὅτι ἐπὶ μακρὸν ἐκεῖνος ἐν Κιλικίᾳ διέτριβε. τὸ δὲ διὰ νόσον ἦν, ὅτε πρὸς τῶν ἄλλων μὲν ἀπέγνωστο ἰατρῶν, Φίλιππος δὲ μόνος ὁ Ἀκαρνὰν ἐθάρσησε φαρμακεῦσαι αὐτόν. τοῦ δὲ Παρμενίωνος φθάσαντος ἐπιστεῖλαι αὐτῷ ὑπὸ Δαρείου διεφθάρθαι τὸν Φίλιππον δωρεαῖς μεγάλαις καὶ ὑποσχέσεσιν, εἰ αὐτὸν ἀνέλοι, τὴν ἐπιστολὴν ἐπῆλθε καὶ μηδενὶ περὶ αὐτῆς ἐκφήνας εἶχε παρ’ ἑαυτῷ. ἄρτι δὲ τοῦ Φιλίππου τὴν κύλικα τοῦ φαρμάκου προσαγαγόντος αὐτῷ, αὐτὸς μὲν θαρρῶν ἐδέξατο ταύτην, ἐκείνῳ δὲ τὴν ἐπιστολὴν ἐνεχείρισε. καὶ ὁ μὲν ἔπινεν, ὁ δὲ ἀνεγίνωσκεν, ἐνορῶντες ἀλλήλοις, ὁ μὲν Ἀλέξανδρος ἐν ὄψει χαριέσσῃ καὶ ἱλαρᾷ, ὁ δὲ Φίλιππος ἐν περιδεεῖ καὶ τεθρυβημένῃ. τοῦ δὲ Δαρείου σπεύδοντος ἐπ’ Ἀλέξανδρον, ἔν, ὡς ἔλεγε, μὴ ἀποδράσωσιν οἱ πολέμιοι, Μακεδὼν Ἀμύντας ὢν αὐτόμολος παρ’ αὐτῷ θάρρει” ἔφη, ‘ὦ βασιλεῦ· οὐ γὰρ φεύξεται ὁ Ἀλέξανδρος, ἀλλ’ ὅσον ἤδη βαδιεῖται πρὸς δέ.” Ἐν Ἰσσῷ δὲ τῆς Κιλικίας τῆς μάχης συγκροτηθείσης, πολλὴν μὲν καὶ ὁ τόπος διὰ τὴν στένωσιν παρέσχε τῷ Ἀλεξάνδρῳ ῥοπήν, πλείω δ’ αὐτὸς ἑαυτῷ δεξιῶς στρατηγήσας. ὅτε καὶ τὸν μηρὸν ἐπλήγη ξίφει, ἐν τοῖς προμάχοις ἀγωνιζόμενος. περιφανῶς δὲ νικήσας Δαρεῖον μὲν οὐχ εἶλε φυγόντα, τὸ ἅρμα δὲ καὶ τὸ τόξον αὐτοῦ ἔλαβε. τὸ δὲ Δαρείου στρατόπεδον διηρπάγη παρὰ τῶν Μακεδόνων, ἡ μέντοι τοῦ Δαρείου σκηνὴ τῷ Ἀλεξάνδρῳ ἐξῄρητο μετὰ τῆς θεραπείας καὶ τοῦ πλούτου καὶ τῆς ἄλλης παρασκευῆς. εἶτα τὴν μητέρα καὶ τὴν γυναῖκα Δαρείου καὶ δύο θυγατέρας αἰχμαλώτους ἄγεσθαί τις ἀγγέλλει αὐτῷ, ὀλολυζούσας ὡς τεθνηκότος Δαρείου, ἐπεὶ τὸ ἅρμα ἐκείνου καὶ τὰ τόξα ληφθέντα τεθέανται. περιπαθή- δὲ πρὸς τὴν ἀγγελίαν διὰ τὸ τῆς τύχης ἀστάθμησας τον, πέμπει τινὰ πρὸς τὰς γυναῖκας ἐροῦντα ὅτι τε ζῇ Δαρεῖος καὶ ὅτι αὐταῖς οὐδὲν ἀηδὲς ἀπαντήσεται· οὐ γὰρ ἐχθρὸν ἡγεῖσθαι Δαρεῖον, ἀλλ’ ὑπὲρ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι. οὔτε δὲ τῆς θεραπείας ἧς εἶχον ἀφείλετό τι οὔτε εἰς ὄψιν ἦλθεν αὐταῖς οὔτε παρά του ἀνάξιόν τι ταύτας παθεῖν ἢ προσδοκῆσαι ἠνέσχετο.