Ancient Greek · ~12 min
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.12.1
Not analysed yet
Εντεῦθεν εἰς τὴν Παρθικὴν ἀναζεύγνυσιν, ἔνθα πρῶτον βαρβαρικὴν στολὴν ἐνεδύσατο, τῆς μὲν Μηδικῆς ἀτυφοτέραν, τῆς δὲ Περσικῆς σοβαρωτέραν ἐδόκει δὲ τοῖς Μακεδόσι τὸ θέαμα φορτικόν. ἐπιλεξάμενος δὲ τρισμυρίους παῖδας τῶν αἰχμαλώτων ἐκέλευσε γράμματα σφᾶς Ἑλληνικὰ ἐκδιδάσκεσθαι καὶ κατὰ Μακεδόνας ὁπλίζεσθαι. τῆς Ῥωξάνης δὲ ὡραίας ἐρασθεὶς γυναικὸς οὐκ ἄλλως αὐτῇ προσῆλθεν ἢ κατὰ νόμον. τῶν δὲ φίλων αὐτοῦ τὸν μὲν Ἡφαιστίωνα, ἐπαινοῦντα τὴν στολὴν ἣν ἐνέδυ καὶ ὁμοίως αὐτῷ μεταμφιασάμενον, φιλαλέξανδρον ἐκάλει, τὸν δὲ Κρατερόν, μὴ παρεξιόντα τὰ πάτρια, φιλοβασιλέα· καὶ τῷ μὲν πρὸς τοὺς βαρβάρους ἐκέχρητο, διὰ δὲ τοῦ Κρατεροῦ τοῖς Μακεδόσι καὶ τοῖς Ἕλλησιν ἐχρημάτιζε. Φιλώταν δὲ τὸν υἱὸν Παρμενίωνος, μεγαλαυχοῦντα ὡς παρ’ αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ τῶν κατορθωμάτων γινομένων, καὶ μειράκιον τὸν Ἀλέξανδορον ὀνομάζοντα, εἶτα καὶ ἐπιβουλεύοντα γνοὺς ἀνεῖλε. πέμψας δὲ εἰς Μηδίαν καὶ τὸν πατέρα αὐτοῦ, ἐκεῖ γὰρ ἢν, προσαπέκτεινε. καὶ τὸν Κλεῖτον δὲ τῶν ἑταίρων ἕνα τυγχάνοντα, παρὰ πότον ᾁδομένων ποιημάτων εἴς τινας στρατηγοὺς πεποιημένων ἔναγχος ἡττηθέντας ὑπὸ βαρβάρων, καὶ τοῦ ᾿Αλεξάνδρου ἡδέως αὐτῶν ἀκούοντος, τραχυνόμενον καὶ ἀγανακτοῦντα καὶ μεγαλαυχοῦντα ὑπ’ αὐθαδείας καὶ μέθης καὶ κατ’ αὐτοῦ βλασφημοῦντα πρῶτον μὲν μήλῳ ἔβαλεν, ἔτι δ’ ἀναιδευόμενόν τε καὶ θρασυνόμενον καὶ τὰ τοῦ Εὐριπίδου ἰαμβεῖα λέγοντα οἴμοι, καθ’ Ελλάδ ὡς κάκως νομίζεται καὶ τὰ λοιπὰ ὑπερζέσας θυμῷ ὁ Ἀλέξανδρος αἰχμῇ διελάσας ἀπέκτεινεν. αὐτίκα δὲ τοῦ θυμοῦ παυ- θέντος μεταμεληθεὶς ὥρμησε καὶ ἑαυτὸν ἀνελεῖν, ἐπεσχέθη μέντοι παρὰ τῶν σωματοφυλάκων, καὶ εἰσηνέχθη πρὸς θάλαμον, ἔνθα τὴν νύκτα καὶ τὴν μετ’ αὐτὴν ἡμέραν ἐν θρήνοις διαγαγὼν ἀπειρηκὼς ἔκειτο ἄναυδος, στένων μόνον βαρύτατα. καὶ τῶν φίλων εἰσιόντων πρὸς αὐτὸν οὐ προσίετο τοὺ τοὺς λόγους αὐτῶν. Ἀριστάνδρου δὲ τοῦ μάντεως ὄψεως αὐτὸν ἀναμνήσαντος ἣν εἶδε περὶ τοῦ Κλείτου καί τινων σημείων ἐκείνῳ γενομένων, καὶ εἱμαρτὸν εἶναι τὸ γενόμενον λέγοντος, ἤρξατο ἐνδιδόναι. Μέλλων δὲ εἰς τὴν Ἰνδικὴν ἐμβάλλειν, συνεσκευασμένων τῶν ἁμαξῶν πρώταις μὲν ταῖς οἰκείαις ἐνῆκε πῦρ, εἶτα καὶ ταῖς τῶν φίλων, καὶ μετὰ ταῦτα καὶ τὰς τῶν Μακεδόνων καταπρῆσαι ἐκέλευσε. τοῦτο δὲ γεγονὸς ὀλίγους μὲν ἐλύπησεν, οἶ δὲ λοιποὶ βοῇ καὶ ἐνθουσιασμῷ πρὸς τὸ ἔργον ὡρμήκασι καὶ τὸν Ἀλέξανδρον προθυμίας πρὸς τὴν στρατείαν ἐνέπλησαν. ἤδη δὲ καὶ φοβερὸς ἣν καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων. πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ συνέπεσον κίνδυνοι καὶ νεανικοῖς ἀπήντησε τραύμασι, τὴν δὲ πλείστην φθορὰν τῆς στρατιᾶς ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο. αὐτὸς δὲ διὰ τόλμαν οὐδὲν ᾤετο τοῖς θαρσαλέοις ἀνάλωτον οὐδέ τι ὀχυρὸν τοῖς ἀτόλμοις. πέτρᾳ δέ τινι ἀποτόμῳ προσβαλὼν σὺν τοῖς νεωτέροις τῶν Μακεδόνων, Ἀλέξανδρόν τινα ἐν τούτοις καλούμενον προσαγορεύσας ‘‘ἀλλὰ σοί γε εἶπε καὶ διὰ τὴν κλῆσιν ἀνδραγαθεῖν προσήκε.” ήκει. ποταμὸν δὲ βαθὺν τῶν Μακεδόνων περᾶν ὀκνούντων “τί γάρ εἶπεν “ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον; ὡς δὲ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις πρὸς αὐτόν, ὁ πρεσβύτατος αὐτῶν Ἄκουφις τοὔνομα ἠρώτησε τί ἂν ποιοῦντες φίλοι αὐτοῦ λογίζοιντο· ὁ δὲ Ἀλέξανδρος “εἰ σὲ μέν” εἶπεν “αἱρήσονται ἄρχοντα, ἐμοὶ δὲ πέμψουσιν ἄνδρας ἑκατὸν τοὺς ἀρίστους. .” γελάσας οὖν πρὸς ταῦτα ὁ Ἄκουφις “ἀλλὰ βέλτιον” εἶπεν ‘‘ἄρξω, ὦ βασιλεῦ, εἰ τοὺς κακίστους σοι καὶ μὴ τοὺς ἀρίστους στελῶ.”