Ancient Greek · ~12 min
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.13.1
Not analysed yet
Ὁ μέντοι Ταξίλης μοίρας ἄρχων τῆς Ἰνδικῆς παμφόρου τε καὶ εὐδαίμονος, οὐκ ἀποδεούσης Αἰγύπτου, σοφὸς δὲ ὤν ἀνήρ, πέμψας ἠσπάσατο τὸν Ἀλέξαν- δρον καί τί δεῖ πολέμων ἡμῖν ἔφη, “εἰ μήτε ὕδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν; τοῖς δ' ἄλλοις εἰ μὲν κρείττων ὦ, ἕτοιμός εἰμι εὖ ποιεῖν, εἰ δὲ ἥττων, οὐ φεύγω χάριν ἔχειν εὖ παδών.” ἡσθεὶς οὖν ἐπὶ τούτοις ὁ Ἀλέξανδρος “ἐλώ” φησίν “ἀγωνιοῦμαι πρὸς σὲ καὶ διαμαχοῦμαι ταῖς χάρισιν, ὥς μου χρηστὸς ὢν μὴ περιλένῃ.” λαβὼν δὲ δῶρα πολλὰ καὶ πλείονα παρασχὼν τέλος χίλια τάλαντα νομίσματος αὐτῷ ἐδωρήσατο. σπεισάμενος δἑ τινι πόλει τῶν Ἰνδικῶν, ἀπιόντας ἐκεῖθεν τοὺς ἐν αὐτῇ μισθοφοροῦντας τῶν μαχιμωτάτων Ἰνδῶν ἀπέτεινεν ἅπαντας· ὃ τοῖς αὐτοῦ πολεμικοῖς ἔργοις οἷά τις κηλὶς πρόσεστιν. εἶτα πρὸς Πῶρον ἐμαχέσατο, καὶ τοῦτον χώρας Ἰνδικῆς βασιλεύοντα, τὸ μέγεθος τοῦ σώματος ἔχοντα εἰς τέσσαρας πήχεις ἀνατρέχον καὶ σπιθαμήν. τοῦτον νικήσας καὶ ζῶντα λαβὼν ὁ Ἀλέξανδρος ἠρώτησε πῶς ἂν αὐτῷ χρήσαιτο, ὁ δέ “βασιλικῶς” ἀπεκρίνατο· πυνθανομένου δ' ἔτι τοῦ Ἀλεξάνδρου εἴ τι καὶ ἕτερον λέγει, ὁ Πῶρος “πάντα ἔφη “τῷ βασιλικῶς ἔνστιν.” ἀφῆκεν οὖν αὐτὸν καὶ ἄρχειν δέδωκε, σατράπην ὀνομαζόμενον, οὐ μόνον ὧν ἦρχε πρῴην, ἀλλὰ καὶ ἄλλων πολλῶν. ἐν ταύτῃ τῇ μάχῃ καὶ ὁ Βουκεφάλας τρωθεὶς μετὰ καιρὸν ἐτελεύτησεν, ἤδη ὑπέργηρως γεγονώς. ὁ δὲ Ἀλέξανδρος ἤλγησεν ὥς τινα φίλον ἀποβαλών. Οἱ μέντοι Μακεδόνες ἐν τῇ πρὸς Πῶρον μάχῃ πεπονηκότες οὐκ ἐπείθοντο Ἀλεξάνδρῳ καὶ τὸν Γάγγην ποταμὸν περᾶσαι βιαζομένῳ, εὖρος μὲν ἔχοντα σταδίους τριάκοντα πρὸς δυσί, βάθος δὲ ὀργυιὰς ἑκατόν. ὁ δὲ δυσθυμήσας ἀπρόϊτος ἐν τῇ σκηνῇ ἔμενεν, ἥττης λογιζόμενος συγκατάθεσιν τὸ τὸν Γάγγην μὴ παρελθεῖν. τῶν δὲ φίλων παρακαλούντων καὶ τῶν στρατιωτῶν ἀντιβολούντων μετὰ κλαυθμοῦ, ἐνδέδωκέ τε καὶ ἀνεζεύγνυε. πολλὰ δὲ πορθμεῖα καὶ σχεδίας πηξάμενος ἐκομίζετο διὰ τῶν ποταμῶν, θέλων τὴν ἔξω θάλασσαν ἐπιδεῖν· καὶ παραπλέων ἀπέβαινε καὶ πόλεις ἐχειροῦτο. ἐν δὲ Μαλλοῖς γεγονώς, μαχιμωτάτοις οὖσιν Ἰνδῶν, μικροῦ ἐκινδύνευσε. πρῶτος γὰρ διὰ κλίμακος ἐπὶ τὸ τεῖχος ἀναβάς, τῆς κλίμακος συντριβείσης καὶ τῶν πολεμίων ἐπιτιθεμένων καὶ βαλλόντων αὐτόν, συστρέψας ἑαυτὸν εἰς μέσους ἄνωθεν ἀφῆκε τοὺς ἐναντίους· καὶ κατὰ τύχην ὀρθὸς ἔστη. καὶ τὸ μὲν πρῶτον οἱ βάρβαροι ἐσκεδάσθησαν, ἰδόντες δὲ αὐτὸν καὶ δύο μόνους ὑπασπι- στάς, ἐπαναστραφέντες ἠμύνοντο καὶ ἀγχεμάχοις ὅπλοις ἐτίτρωσκον. εἷς δ᾿ ἀποστὰς βέλει ἐκ τόξου βαλὼν αὐτὸν τοῖς περὶ τὸν μαζὸν ὀστέοις τὸ βέλος ἐνέπειρε, καὶ οὕτως αὐτοῦ καθίκετο ἡ πληγὴ ὡς ἐνδοῦναί τε καὶ καμφθῆναι· ὅθεν ὁ βαλὼν αὐτὸν μετὰ ξίφους ἐπέδραμε. Πευκέστας δὲ καὶ Λιμναῖος ὑπερασπίσαντες καὶ ἄμφω ἐτρώθησαν· καὶ ὁ μὲν τέθνηκε, Πευκέστας δὲ ἔτι ἠμύνετο, τὸν δὲ τρώσαντα αὐτὸν βάρβαρον ἀνεῖλεν Ἀλέξανδρος. πολλα- χοῦ δὲ τρωθείς, εἶτα καὶ κατὰ τοῦ τένοντος ὑπέρῳ βληθείς, τῷ τείχει προσερεισθεὶς πρός τοὺς βαρβάρους ἀπέβλεπεν. ἐν τοσούτῳ δ’ ἀθροισθέντων τῶν Μακεδόνων ἁρπασθεὶς εἰς τὴν σκηνὴν ἀναισθητῶν ἐκομίζετο. ἐνὶ δὲ τῶν ὀστέων τῆς ἀκίδος ἐμπαγείσης τοῦ οἰστοῦ ἑλκομένου ὀδύναι δριμεῖαι καὶ λιποθυμίαι ἐγίνοντο, ὡς καὶ θανεῖν ἐκεῖνον ἐλπίζεσθαι. ὅμως μέντοι τὸν κίνδυνον διαδρὰς καὶ χρόνον πλείω θεραπευόμενος εές θόρυβον τοὺς Μακεδόνας ἐνέβαλε ποθοῦντας αὐτόν· αὐτόν· καὶ προῆλθεν.