Ancient Greek
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.14.1
Not analysed yet
Ἀναρρωσθεὶς δὲ αὖθις παρεκομίζετο χώραν τε πολλὴν καὶ πόλεις χειρούμενος. τῶν δὲ γυμνοσο- τινας τινας συλλαβὼν καὶ ἐρωτήσεις αὐτοῖς ἀπόρους προθέμενος ἐδωρήσατο καὶ ἀφῆκεν. ἕνα δὲ τῶν ἐν δόξῃ παρ’ αὐτοῖς ὄντων Κάλανον κεκλημένον ἔπεισεν ὁ Ταξίλης πρὸς Ἀλέξανδρον ἀφικέσθαι. οὗτος βύρσαν ξηρὰν ἐνώπιον τοῦ βασιλέως καταβαλὼν περιῄει τὰ ἄκρα ταύτης πατῶν. ἡ δὲ ἐν μέρει τῶν ἄκρων πιεζομένη τῇ συμπατήσει τοῖς ἄλλοις ᾔρετο μέρεσιν. εἶτα μέσον αὐτὴν πατήσαντος καὶ συσχόντος ἡ ὅλη βύρσα ἠτρέμει καὶ ἀκίνητος ἢν. παρῄνει δὲ διὰ τοῦ ὑποδείγματος τὸν Ἀλέξανδρον μὴ τοῖς ἄκροις τῆς ἀρχῆς ἐμφιλοχωρεῖν, τὰ μέσα δὲ κατέχειν, ἵν οὕτω καὶ τὰ πέριξ ἠρέμα ἡ. Ἑπτὰ δὲ μησὶ διά τῶν ποταμῶν εἰς τὴν θάλασσαν ὑπαχθεὶς λέγεται ταῖς ναυσὶν εἰς τὸν ὠκεανὸν ἐμβαλεῖν. εἶτα ἀναστρέφων τὰς μὲν ναῦς παραπλεῖν ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας ἐκέλευσεν, αὐτὸς δὲ πεζὴ πορευόμενος εἰς ἐσχάτην ἀπορίαν κατήντησε καὶ πλῆθος τοσοῦτον ἀπώλεσεν ὥστε τῆς στρατιᾶς μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀνακομισθῆναι διὰ νόσους καὶ πονηρὰς διαίτας καὶ καύματα καὶ λιμόν. ἄπορον γὰρ διῄει χώραν, ὀλίγα πρόβατα ἔχουσαν, καὶ ταῦτα θαλαττίοις ἰχθύσι τρεφόμενα καὶ σάρκα μοχθηρὰν ἔχοντα καὶ δυσώδη. ἐν ἑξήκοντα δ᾿ ἡμέ- ραις διελθὼν τὴν χώραν ἐκείνην καὶ τῆς Γεδρωσίας ἁψάμενος ἐν ἀφθόνοις ἐγένετο, καὶ τήν τε δύναμιν ἀνεκτᾶτο καὶ αὐτὸς ἐκώμαζε. καταβαίνων δ᾿ ἐπὶ θάλασσαν ἐκόλαζε τοὺς πονηροὺς τῶν στρατηγῶν. ἡ γὰρ ἄνω στρατεία καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ ἡ τοῦ πλήθους φθορὰ ἀπιστεῖν τῇ σωτηρίᾳ αὐτοῦ παρεσκεύασε, καὶ τοὺς στρατηγοὺς καὶ σατράπας εἰς ὕβριν καὶ ἀδικίαν ἠρέθισεν· οἱ δὲ πρὸς ἀποστασίαν τοὺς ὑποφόρους ἐκίνησαν. Ἀβουλήτου δὲ τῶν σατραπευόντων ἑνὸς μή τι τῶν ζωαρκῶν ἑτοιμάσαντος, νομίσματος δὲ προσαγαγόντος αὐτῷ τρισχίλια λαντα, παραθεῖναι ταῦτα τοῖς ἵπποις ἐκέλευσε, μὴ ἐσθιόντων δέ “τί ὄφελος” ἔφη “τούτων ἡμῖν;” ἐν δὲ Πέρσαις γενόμενος καὶ τὸν Κύρου τάφον ὀρωρυγμένον ἰδών, ἀπέκτεινε τὸν ὀρύξαντα, Πελλαῖον ὄντα καὶ οὐδὲ τῶν ἀσήμων. εἶχε δὲ ὁ τάφος Κύρου ἐπιγεγραμμένα ταυτί “ὦ ἄνθρωπε ὅστις εἶ καὶ πόθεν ἥκεις, ὅτι γὰρ ἥξεις οἶδα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις κτησάμενος τὴν ἀρχήν. μὴ οὖν τῆς ὀλίγης μοι ταύτῆς γῆς φθονήσῃς, ἣ τοὐμὸν σῶμα περικαλύπτει.” ταῦτα δ᾿ ἀναγνωσθέντα τὸν Ἀλέξανδρον περιπαθῆ πεποιήκασι λογισάμενον τὸ τῶν πραγμάτων ἀστάθ- μητον. Τὴν δὲ Δαρείου θυγατέρα τὴν Στάτειραν ἑαυτῷ μνηστευσάμενος καὶ τοὺς γάμους τελῶν ἑκάστω τῶν ἑστιωμένων ἐνακισχιλίων ὄντων φιάλην χρυσῆν ἐδω- ρήσατο, καὶ τἄλλα τε ἐλαμπρύνατο καὶ τὰ χρέα ὑπὲρ τῶν ὀφειλόντων κατέβαλεν, ὀλίγῳ δέοντα μυρίων ταλάντων. ὅτε καὶ Ἀντιγένης τῶν ἡγεμόνων εἶς ὀφείλειν πλασάμενος καί τινα παραγαγὼν ψευδῶς δανειστὴν καὶ λαβὼν τὸ ἀργύριον ἐφωράθη. ὀργισθεὶς οὑν ὁ βασιλεὺς ἀπήλασεν αὐτὸν τῆς αὐλῆς καὶ τὴν ἡγεμονίαν ἀφείλετο. τοῦ δὲ ὑπὸ λύπης ἑαυτὸν ὑποπτευομένου διαχειρίσεσθαι, δείσας ὁ Ἀλέξανδρος καὶ τὴν ὀργὴν ἀνῆκεν αὐτῷ καὶ ἀφῆκε τὰ χρήματα. Τῶν δὲ παίδων τῶν τρὶς μυρέων, οὓς διδάσχεσθαι ἐκέλευσε, καὶ γενναίων ἀποβάντων καὶ εὐπρε- πῶν καὶ οὐκ ἀφυῶν ταῖς ἀσκήσεσιν, ὁ μὲν Ἀλέξανδρος ἥδετο, οἱ δὲ Μακεδόνες ἐδάκνοντο. καταπέμποντος δὲ τοὺς ἀσθενεῖς καὶ πεπηρωμένους ὡς εἰς θάλασσαν, ὕβριν ἡγεῖσθαι τοῦτ’ ἔλεγον καὶ προπηλακισμόν, καὶ πάντας ἐκέλευον ἀφιέναι καὶ τοῖς νέοις ἀρκεῖσθαι πυρριχισταῖς. ὀργισθεὶς δ’ ἐπὶ τούτοις Ἀλέξανδρος τοῖς Πέρσαις τὰς φυλακὰς παραδέδωκε. ταπεινωθέντας δ’ αὖθις τοὺς Μακεδόνας προσήκατο, καὶ ἀπέλυσε τοὺς ἀχρήστους δωρησάμενος μεγαλοπρεπῶς, καὶ τῷ Ἀντιπάτρῳ ἐπέστειλε παρὰ τοὺς ἀγῶνάς τε καὶ τὰ θέατρα προεδρεύειν αὐτοὺς καὶ ἐστεφανωμένους καθέζεσθαι. Ἐν Ἐκβατάνοις δὲ γενομένου αὐτοῦ Ἡφαιστίων ἐπύρεττε καὶ ἐξ ἀκολάστου διαίτης τῆς νόσου καρτυνθείσης ἐξέλιπεν. οὐκ ἤνεγκεν οὖν λογισμῷ τὸ πάθος Ἀλέξανδρος, ἀλλὰ τὸν μὲν ἰατρὸν ἀνεσταύρωσεν, ἵππους δὲ κεῖραι καὶ ἡμιόνους ἐκέλευσε, καὶ τὰς ἐπάλξεις περιεῖλε τῶν πόλεων, καὶ μουσικὴν καὶ αὐλοὺς ἐν τῷ στρατοπέδῳ πολὺν χρόνον κατέπαυσεν. ἀπιόντος δὲ εἰς Βαβυλῶνα Νέαρχος ἐπανῆλθεν, εἰσπλεύσας αὖθις εἰς τὸν Εὐφράτην ἐκ τῆς μεγάλης θαλάσσης, λέγων Χαλδαίους αὐτῷ συγγενέσθαι βουλεύοντας ἀπέχεσθαι τῆς Βαβυλῶνος Ἀλέξανδρον. ὁ δὲ μὴ προσσχὼν τῷ λόγῳ ἀπῄει. καὶ πρὸς τοῖς τείχεσι γενομένου κόρακες ἀλλήλοις μαχόμενοι ἐνώπιον αὐτοῦ ἔπεσον. ἠγγέλη δ᾿ αὐτῷ ὡς Ἀπολλόδωρος ὁ στρατηγὸς Βαβυλῶνος εἴη περὶ αὐτοῦ θύσας· τοῦ δὲ θύσαντος μάντεως, ὃς Πυθαγόρας ὠνόμαστο, μὴ ἀρνησαμένου, ἠρώτησε τὸν τρόπον τοῦ θύματος. τοῦ δὲ φήσαντος ἄλοβον εἶναι τὸ ἧπαρ, “παπαῖ” εἶπεν, “ἰσχυρὸν τὸ σημεῖον,” καὶ τὸν μάντιν ἀθῷον ἀφῆκε. σημεῖα δ᾿ αὐτῷ καὶ ἄλλα γεγόνασι καὶ τοῦτο δέ· ἀποδυσαμένου γὰρ πρὸς ἄλειμμα καὶ σφαῖραν αὐτοῦ, οἱ νεανίσκοι οἱ σφαιρίζοντες ἐνδύεσθαι μέλλοντες ὁρῶσί τινα ἐν τῷ τοῦ βασιλέως θρόνῳ καθήμενον σιωπῇ, ἐνδεδυμένον τὴν στολὴν τὴν βασίλειον καὶ τὸ διάδημα περικείμενον. ὃς ἀνακρινόμενος ὅστις εἴη ἐπὶ πολὺ μὲν ἄφωνος ἦν, μόλις δέ ποτε Διονύσιος ἔφη καλεῖσθαι, τὸ δὲ γένος εἶναι Μεσσήνιος, δέσμιος δ᾿ ἀχθῆναι διὰ κατηγορίαν, λῦσαι δέ οἱ τὸν Σάραπιν τὰ δεσμά, καὶ ἀγαγόντα δεῦρο κελεῦσαι τὴν στολὴν καὶ τὸ διάδημα περιθέσθαι καὶ καθέζεσθαι σιωπῇ. τὸν μὲν οὖν ἄνθρωπον ὁ Ἀλέξανδρος, ὡς οἱ μάντεις ὑπετίθουν, ἠφάνισεν, αὐτὸς δὲ ἠθύμει καὶ περιδεὴς καὶ ταραχώδης γενόμενος οὐδὲν ἦν ὃ μὴ τέρας πεποίητο. λουσάμενος δέ, καὶ πρὸς Μηδίαν πορευθεὶς κωμασόμενος, κἀκεῖ τὴν νύκτα διαγαγὼν ἐν τῷ κώμῳ καὶ τὴν ἐπιοῦσαν ἡμέραν, ἤρξατο πυρέσσειν. πυρέττων δὲ καὶ διψήσας σφοδρῶς, ἕπιεν οἶνον, καὶ φρενιτιάσας ἀπέθανεν. εἷς μὲν οὖν ὁ τῆς ἐκείνου τελευτῆς λόγος οὗτος· ἕτερος δ᾿ ἔχει ἐφ᾿ ἡμέρας αὐτὸν πυρέττειν πλείους καὶ λούεσθαι, οὕτω δὲ κραταιωθῆναι τὸν πυρετὸν ὡς ἄφωνον κεῖ- σθαι αὐτόν· τοὺς δὲ Μακεδόνας θορυβεῖσθαι ὡς θανόντος αὐτοῦ, καὶ καταβοᾶν τῶν ἡγεμόνων, ἕως αὐτοῖς αἶ θύραι ἠνοίχθησαν καὶ τὸν Ἀλέξανδρον ἐν τῇ κλίνῃ κατεῖδον· καὶ μετὰ ταῦτα ἐξέλιπε. φασὶ δέ τινες μετέπειτα λόγον γενέσθαι ὡς ὑπὸ φαρμάκου διέφθαρτο, καὶ τὸν Ἀριστοτέλην Ἀντιπάτρῳ σύμβουλον γενέσθαι τῆς πράξεως, καὶ δι’ ἐκείνου κομισθῆναι τὸ φάρμακον. τὸ δὲ ὕδωρ εἶναι ψυχρὸν καὶ παγετῶδες ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι οὔσης, ὃ δρόσον ὥσπερ λεπτὴν ἀναλαμβάνοντες εἰς ὄνου χηλὴν ἀποτίθενται· οὐδὲν γὰρ ἕτερον ἀγγεῖον στέγει αὐτό, ἀλλ’ ὑπὸ ψυχρότητος καὶ δριμύτητος διακόπτεται. οἶ δὲ πλείους πεπλάσθαι φασὶ τὸ φαρμάκῳ θα- νεῖν τὸν Ἀλέξανδρον, καὶ τοῦτο τεκμηριοῦνται ἐκ τοῦ τὸ σῶμα ἐφ’ ἡμέρας πλείονας κείμενον ἐν τόποις θερμοῖς ἀτημέλητον, τῶν ἡγεμόνων πρὸς ἀλλήλους στασιασάντων, μηδὲν ἐμφῆναι τοιαύτης φθορᾶς σημεῖον, ἀλλὰ καθαρὸν διαμεῖναι καὶ δοκεῖν πρόσφατον. Λέγεται δὲ ὡς γνοὺς ἤδη ἐκλείπειν αὐτῷ τὸ βιώσιμον ἠβουλήθη ἐς τὸν Εὐφράτην καταποντῶσαι λαθρηδὸν ἑαυτόν, ἵνα γενόμενος ἀφανὴς παράσχῃ δόξαν ὡς εἰς θεοὺς μετελήλυθεν, ἐξ ἐκείνων γενόμενος, ἡ δὲ Ῥωξάνη τοῦτο γνοῦσα εἶργεν αὐτῷ τὸ ἐγχείρημα, ὁ δὲ μετ’ οἰμωγῆς ἔφη ὡς “ἐφθόνησας ἄρα, γύναι, μοι δόξης τοῦ θεωθῆναι καὶ μὴ θανεῖν. Ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως εἰς μέγα τύχης