Ancient Greek · ~19 min
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.5.1
Not analysed yet
Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν ὁ παῖς αὐτοῦ Ξέρξης καὶ τὴν πρὸς θεὸν εὐσέβειαν διεδέξατο, καὶ πρὸς τοὺς Ἰουδαίους ἔσχε φιλοτιμότατα. ἦν δ' ἐν Βαβυλῶνι τότε Ἔζρας ἀνὴρ ἀγαθὸς καὶ τῶν νόμων Μωυσέως εἰς ἐμπειρίαν ἀκριβέστατος. οὗτος φίλος τῷ Ξέρξῃ γίνεται, καὶ ἀναβῆναι θελήσας εἰς Ἱεροσόλυμα καί τινας ἐπαγαγέσθαι τῶν ἐν Βαβυλῶνι Ἑβραίων, ἐδεήθη τοῦ βασιλέως διὰ γραμμάτων αὐτοῦ γνωρίσαι τοῖς σατράπαις αὐτόν. ὁ δὲ γράφει ταῦτα. “τῆς ἐμαυτοῦ φιλανθρωπίας ἔργον εἶναι νομίσας τὸ τοὺς βουλομένους τῶν Ἰσραηλιτῶν συναπαίρειν εἰς Ἱεροσόλυμα, Ἔζρα ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ θείου νόμου τοῦτο προσέταξα, καὶ ὁ βουλόμενος ἀπίτω. καὶ ἄργυρος καὶ χρυσὸς ὅσος ἂν εὑρεθείη ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένος τῷ θεῷ, τοῦτον πάντα κελεύω εἶς Ἱεροσόλυμα κομισθῆναι. σθῆναι. καὶ ὅσα ἂν ἐννοήσῃς, ὦ Ἔζρα, καὶ ταῦτα ἔργασαι, τὴν εἰς αὐτὰ δαπάνην ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου ποιούμενος. καὶ τοῖς ἱερεῦσι δὲ καὶ Λευίταις καὶ πᾶσι τοῖς τοῦ ἱεροῦ δουλευταῖς μήτε φόρους μήτε ἄλλο τι φορτικὸν ἐπιταγῆναι κελεύω. καὶ σὺ δέ, Εζρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, ὅπως δικάζωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ, τοὺς ἐπι- σταμένους τὸν νόμον· καὶ τοῖς ἀγνοοῦσι παρέξεις αὐτὸν μαθεῖν.” λαβὼν δὲ ταύτην Ἔζρας τὴν ἐπιστολὴν ἀνέγνω ἐν Βαβυλῶνι τοῖς ἐκεῖ Ἰουδαίοις, καὶ τὸ ἀντίγραφον αὐτῆς παρὰ πάντας ἔπεμψε τοὺς ὁμοεθνεῖς· οἳ ἅπαντες ὑπερήσθησαν. πολλοὶ δὲ αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες ἦλθον εἰς Βαβυλῶνα, ἵν᾿ ἐπανέλθωσιν εἰς Ἱεροσόλυμα· ὁ δὲ πᾶς λαὸς τῶν Ἰσραηλιτῶν κατὰ χώραν ἔμεινε. διὸ καὶ δύο φυλὰς ἐπί τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ῾Ρωμαίοις ὑπηκόους εἶναί φησιν ὁ Ἰώσηπος, τὰς δὲ δέκα φυλὰς πέραν εἶναι τοῦ Εὐφράτου, μυριάδας οὔσας ἀπείρους καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυναμένας. πρὸς Ἔζραν δὲ πολλοὶ τὸν ἀριθμὸν ἀφικνοῦνται καὶ σὺν αὐτῷ παραγίνονται εἰς Ἱεροσόλυμα. καὶ παραδέδωκεν ὁ Ἔζρας τοῖς γαζοφύλαξιν ἃ ὁ Ξέρξης καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἐν Βαβυλῶνι Ἰσραηλῖται τῷ θεῷ ἐδωρήσαντο, εἰς πολλὰ τάλαντα ἀργυρίου καὶ χαλκοῦ συμποσούμενα, καὶ τοῖς τῶν χωρῶν ἐπιτροπεύουσι τὰ γράμματα τοῦ βασιλέως ἐπέδωκεν. οἱ δὲ τὸ ἔθνος ἐτίμησαν καὶ πρὸς πᾶσαν χρείαν συνήργησαν. γνοὺς δ᾿ ἔπειτα ὥς τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν ἀλλοεθνεῖς γυναῖκας ἠγάγοντο, ἔπεισεν αὐτοὺς δάκρυσι πολλοῖς καὶ πυκναῖς παραινέσεσιν ἐκβαλεῖν τὰς ἀλλοεθνεῖς καὶ τὰ ἐξ αὐτῶν γεννηθέντα. τῆς ἑορτῆς δὲ τῆς σκηνοπηγίας ἐπιστάσης σχεδὸν ἅπαν τὸ τοῦ λαοῦ πλῆθος συνεληλυθὸς εἰς αὐτὴν ἠξίωσαν τὸν Ἔζραν τοὺς νόμους ἀναγνωσθῆναι τοῦ Μωυσέως. καὶ ἀκούσαντες τούτων εἰς δάκρυα προήχθησαν, δυσφοροῦντες περὶ τῶν παρελθόντων. Ἔζρας δὲ μὴ δεῖν ἔφη θρηνεῖν ἑορτῆς οὔσης, ἑορτάζειν δὲ καὶ εὐωχεῖσθαι καὶ τηρεῖν τοὺς νόμους εἰς τὸ μέλλον. Καὶ ὁ μὲν γηραιὸς ἐτελεύτησεν· τῶν δ᾿ αἰχμα- λωτῶν τις Νεεμίας τὴν κλῆσιν, οἰνοχόος ὢν τοῦ Ξέρξου, πρὸ τῶν Σούσων περιπατῶν ξένους εἶδέ τινας εἰσιόντας τὴν πόλιν, καὶ ἀκούσας αὐτῶν ἑβραϊστὶ ὁμιλούντων, προσελθὼν ἐπυνθάνετο πόθεν εἶεν. ἥκειν δ’ ἐκ τῶν Ἰεροσολύμων εἰπόντων, πῶς αὐτῶν ἔχει τὸ πλῆθος καὶ ἡ μητρόπολις Ἱεροσόλυμα προσηρώτησεν. ἀποκριναμένων δὲ κακῶς ἔχειν, πολλὰ γὰρ δεινὰ τὰ πέριξ ἔθνη αὐτοῖς ἐπάγειν, ἐδάκρυσεν ὁ Νεεμίας· καὶ τῆς ὥρας ἐπιστάσης, ὡς εἶχε διακονήσων τῷ βα- σιλεῖ εἰσελήλυθεν. ὁ δὲ βασιλεὺς σκυθρωπὸν αὐτὸν θεασάμενος ἤρετο διότι κατηφιᾷ. ὁ δὲ τῆς λύπης αἴτια εἶπε τὰ τῆς πατρίδος αὐτοῦ δυστυχήματα, καὶ ἐδέετο συγχωρηθῆναι αὐτῷ πορευθῆναι καὶ τό τε τεῖχος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον ἀναπληρῶσαι. καὶ ὁ βασιλεὺς κατένευσε πρὸς τὴν αἴτησιν καὶ δίδωιν αὐτῷ τῆ̣ ἐπιούσῃ ἐπιστολὴν πρὸς τὸν τῆς Φοινίκης καὶ Συρίας καὶ Σαμαρείας ἐπίτροπον, ἐντελλομένην αὐτῷ τιμῆσαι τὸν Νεεμίαν καὶ χορηγῆσαι τὰς εἰς τὴν οἰκοδομίαν δαπάνας. ἧκεν οὖν εἰς Ἱεροσόλυμα, πολλῶν αὐτῷ ἐκ τῶν ὁμοφύλων συνεπομένων, πέμπτον καὶ εἰκοστὸν ἔτος βασιλεύοντος Ξέρξου, καὶ τὴν ἐπιστολὴν τῷ ἐπιτρόπῳ τῶν ῥηθεισῶν χωρῶν ἐπιδέδωκε. τὴν δὲ τοῦ τείχους οἰκοδομὴν διένειμε τῷ λαῷ κατὰ κώμας καὶ πόλεις, ἵν ὅτι τάχιστα ἀνυσθῇ. καὶ Ἰουδαῖοι μὲν πρὸς τὸ ἔργον παρεσκευάζοντο, οὕτω κληθέντες ἐξ ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν, ἀπὸ γὰρ τῆς Ἰούδα φυλῆς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε Ἰουδαῖοι καὶ ἡ χώρα ὁμοίως ἐξ αὐτῶν μετωνόμαστο, Ἀμμανῖται δὲ καὶ Μωαβῖται καὶ Σαμαρεῖται τῇ τῶν τειχῶν οἰκοδομῇ ἤχθοντο, καὶ αὐτοῖς ἐπετίθεντο καὶ πλείστους ἐκτίννυον, καὶ αὐτῷ τῷ Νεεμίᾳ ἐπεβούλευον. καὶ τὸ μὲν πλῆθος τούτοις ἐκταραττόμενον μικροῦ τῆς οἰκοδομῆς ἂν ἀπέστη. Νεεμίας δὲ στῖφός τι φυλακῆς ἕνεκα τοῦ σώματος προστησάμενος ἀτρύτως ἐπέμενε νύκτωρ τε καὶ μεθ’ ἡμέραν τῆς πόλεως τὸν κύκλον περιιών’ καὶ ταύτην τὴν ταλαιπωρίαν ὑπέμεινεν ἐπὶ διετίαν καὶ μήνας τέσσαρας. ἐν τοσούτω γὰρ χρόνῳ τοῖς Ἱεροσολύμοις τὸ τεῖχος ἀπήρτιστο, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ἔτει, μηνὶ ἐνάτῳ. Νεεμίας δὲ τὴν πόλιν ὀλιγανδροῦσαν ὁρῶν, παρεκάλεσε τοὺς ἱερεῖς καὶ Λευίτας τὴν χώραν ἐκλιπόντας εἰς τὴν πόλιν μεταναστεῦσαι. ἐτελεύτησε δὲ Νεεμίας γηραιός, ἀνὴρ χρηστὸς τὸν τρόπον καὶ δίκαιος καὶ φιλοτιμότατος πρὸς τοὺς ὁμοεθνεῖς.