Ancient Greek · ~16 min
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.4.1
Not analysed yet
Ἡκεν οὐν τούτων γεγονότων εἰς Βαβυλῶνα ὁ Ζοροβάβελ καὶ τοῖς ὁμοφύλοις τὰ παρὰ τοῦ βασιλέως εὐηγγελισατο· καὶ ὅσοι προτεθύμηντο ἐπανελθεῖν εἰς Ἱεροσόλυμα, ἀπήεσαν. τὸ δὲ κεφάλαιον τῶν ἀπιόντων όντων ἦν μυριάδες τετρακόσιαι ἐξήκοντα δύο καὶ ὀκτακισχίλιοι, ἄτερ Λευιτῶν τε καὶ πυλωρῶν καὶ δούλων ἱερῶν καὶ θεραπόντων, οἳ τοῖς ἀναβαίνουσιν εἵποντο. ἡγεμὼν δὲ τούτων ἦν ὁ Ζοροβάβελ, Σαλαθιὴλ παῖς ἐκ τῆς Ἰούδα φυλῆς, ἀπόγονος τοῦ Δαβίδ, καὶ Ἰησοῦς υἱὸς Ἰωσεδὲκ τοῦ ἀρχιερέως· πρὸς τούτοις δὲ Μαρδοχαῖος καὶ Σερὲβ ἐκ τοῦ πλήθους κεχρισμένοι ἄρχοντες ἦσαν. ἀπελθόντες δ' εἰς Ἱεροσόλυμα ἔθυσαν καὶ τῆς οἰκοδομῆς ἀπήρξαντο τοῦ ναοῦ. καὶ ὁ μὲν ναὸς θᾶττον ἔλαβε τέλος’ ἀπαρτισθέντος δ ἤδη τοῦ ἱεροῦ οἱ ἱερεῖς καὶ οἱ Λευῖται γαῖ οἱ Ἀσὰφ παῖδες ὕμνουν τὸν θεόν. τῶν δὲ πατριῶν οἱ πρε- σβύτεροι τὸν πρὶν ναὸν ταῖς μνήμαις ἀναπολοῦντες, καὶ τὸν ἄρτι γεγενημένον ἐνδεέστερον ὁρῶντες τοῦ πάλαι, εἰς δάκρυα καὶ θρήνους προήγοντο, καὶ ἡ τούτων οἰμωγὴ ὑπερεφώνει τὴν τῶν σαλπίγγων ἠχήν. Προσίασι δ’ οἱ Σαμαρεῖται τῷ Ζοροβάβελ ἔτι τοὐ ναοῦ ἀνεγειρομένου, ἀξιοῦντες συγκοινωνῆσαι αὐτοῖς τῆς οἰκοδομῆς τοῦ ναοῦ. ὁ δὲ τῆς μὲν οἰκοδομῆς αὐτοὺς μετασχεῖν οὐ προσήκατο, προσκυνεῖν δ’ ἐν τῷ ναῷ ἔλεγεν αὐτοῖς ἐφιέναι. πρὸς ταῦτα οἱ Σαμαρεῖται ἠχθέσθησαν, καὶ πείθουσι τὰ ἐν Συρίᾳ ἔθνη δεηθῆναι τῶν σατραπῶν ἐπισχεῖν τοῦ ναοῦ τὴν ἀνέγερσιν. ἀναβάντες δὲ εἰς Ἱεροσόλυμα οἱ Συρίας ἐπάρχοντες καὶ Φοινίκης ἠρώτων τίνος συγχωρήσαντος ὡς φρούριον τὸν ναὸν ἀνεγείρουσι καὶ τῇ πόλει τείχη σφόδρα περιβάλλουσιν ἰσχυρά. Ζοροβάβελ δὲ καὶ ὁ ἀρχιερεὺς Ἰησοῦς ἐκ Κύρου πρῶτον ἐπιτραπῆναι τὴν οἰκοδομὴν ἔφασαν, εἶτ’ αὖθις ἐκ τοῦ Δαρείου. οἱ δ’ ἔπαρχοι τῶν τῆς Συρίας καὶ Φοινίκης χωρῶν τὴν μὲν τῶν ἔργων οἰκοδομὴν ἐπισχεῖν οὐκ ἔκριναν, Δαρείω δὲ παραχρῆμα ἔγραψαν. τῶν δὲ Ἰουδαίων κατεπτηχότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ ὧν ᾠκονόμησεν, Ἀγγαῖος καὶ Ζαχαρίας οἱ προφῆται θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ὑφορᾶσθαι ἀβούλητον. πιστεύοντες οὖν τοῖς προφήταις ἐντεταμένως εἴχοντο τῆς οἰκοδομῆς. Δαρεῖος δὲ τὰς ἐπιστολὰς δεξάμενος καὶ τὰς τῶν Σαμαρειτῶν κατηγορίας, ὅτι τήν τε πόλιν ὀχυροῦσιν Ἰουδαῖοι καὶ τὸν ναὸν οἰκοδομοῦσιν ὡς φρούριον, καὶ ὅτι Καμβύσης τὴν τούτων ἐκώλυσεν οἰκοδομήν, προσέταξεν ἐν τοῖς βασιλικοῖς ὑπομνήμασι ζητηθῆναι τὰ περὶ τούτου. καὶ εὑρέθη ἐν Ἐχβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ γεγραμμένον ὡς τῷ πρώτῳ ἔτει τῆς αὐτοῦ βασιλείας Κῦρος ἐκέλευσε τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱεροσολύμοις καὶ τὸ θυσιαστήριον, καὶ τὴν εἰς ταῦτα δαπάνην ἐκ τῶν βασιλικῶν διετάξατο γίνεσθαι, καὶ τὰ τοῦ ναοῦ σκεύη ἀποδοθῆναι, καὶ συλλαβέσθαι πρὸς τὸ ἔργον τοῖς ἐκεῖσε ἄρχουσιν ἐκέλευσε καὶ τελεῖν τοῖς Ἰουδαίοις εἰς θυσίαν ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ ἐρίφους σεμίδαλίν τε καὶ οἶνον καὶ ἔλαιον. ταῦτα ἐν τοῖς ὑπομνήμασι Δαρεῖος εὑρὼν ἀντέγραψε τοῖς ἐπεσταλκόσι “τὸ ἀντίγραφον ὑμῖν τῆς ἐπιστολῆς ἐν τοῖς ὑπομνήμασιν εὑρὼν τοῖς Κύρου ἀπέσταλκα, καἲ βούλομαι γενέσθαι πάντα ὡς αὐτὴ περιέχει. ἔρρωσθε.’ γνόντες δὲ τὴν τοῦ βασιλέως προαίρεσιν οἱ τῶν χωρῶν ἐκείνων ἐπιτροπεύοντες συνήργουν τοῖς Ἰουδαίοις. καὶ ᾠκοδομήθη ἐν ἔτεσιν ἑπτὰ ὁ ναός, καὶ ἔθυσαν οἱ Ἰσραηλῖται θυσίας ἀνα- νεωτικὰς τῶν προτέρων ἀγαθῶν. τῆς δὲ τῶν ἀζύμων ἑορτῆς ἐνστάσης συνερρύη πᾶς ὁ λαὸς ἐκ τῶν κωμῶν εἰς τὴν πόλιν, καὶ τὴν ἑορτὴν ἤγαγον καὶ τὴν πάσχα προσαγορευομένην θυσίαν ἐτέλεσαν. Κατῴκησαν δ’ ἐν Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας. οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων ἄχρις οὗ Ἀσαμωναίου συνέβη βασιλεύειν ἐκγόνους. πρὸ μὲν γὰρ τῆς αἰχμαλωσίας ἐβασιλεύοντο ἐπὶ ἔτη πεντακόσια τριάκοντα δύο, μήνας ἔξ, ἡμέρας δέκα· πρὸ δὲ τῶν βασιλέων ἄρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι. καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἐπ’ ἔτεσι πλείοσιν ἢ πεντακοσίοις διήγαγον μετά Μωυσῆν τε καὶ Ἰησοῦν. Οἱ δέ γε Σαμαρεῖς ἀπεχθῶς πρὸς αὐτοὺς διακείμενοι πολλὰ κακὰ τοὺς Ἰουδαίους εἰργάζοντο. πρέσβεις οὖν ἐξ Ἱεροσολύμων πρὸς Δαρεῖον ἐστάλησαν Ζοροβάβελ καὶ τῶν ἀρχόντων ἕτεροι τέσσαρες. μαθὼν δὲ ὁ βασιλεὺς τὰ κατὰ τῶν Σαμαρέων αἰτιάματα, ἔγραψε πρὸς τοὺς ἱππάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν μήτι ἐνοχλεῖν Ἱουδαίοις, ἀλλὰ καὶ χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου τόν φόρων τῆς Σαμαρείας πάνθ’ ὅσα πρὸς τὰς θυσίας αὐτοῖς ἐστι χρήσιμα.