Ancient Greek · ~18 min
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.22.1
Not analysed yet
Ταύτην δεξάμενος τὴν ἐπιστολὴν ὁ Ἡρώδης ἐκάλει πρὸς τὸ συνέδριον οὓς ἐβούλετο, Ἀρχέλαον δι’ ἔχθραν παραιτησάμενος, ἢ καὶ ἐναντιωθήσεσθαι νομίζων τῇ γνώμῃ αὐτοῦ. ἤδη δὲ συνηγμένων τόν τε ἡγεμόνων καὶ τῶν ἄλλων, κατηγόρει τῶν παίδων ὁ βασιλεύς, καὶ τὰ δι’ αὐτῶν ἐκείνων γραφέντα ὑπανεγίνωσκεν· ἐν οἶς οὐδὲν ἐγέγραπτο ἕτερον ἢ ὅτι φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη διὰ τὴν δύσνοιαν ἔχουσαι. καὶ τέλος εἰπὼν καὶ ἐκ τῆς φύσεως καὶ ἐκ τοῦ Καίσαρος αὐτῷ τὴν ἐξουσίαν δοθῆναι, καὶ νόμον προσέθηκε πάτριον, ὃς ἐκέλευεν, εἴ του κατηγορήσαντες οἱ γονεῖς ἐπιθεῖεν τὰς χεῖρας τῇ κεφαλῇ, τοὺς περιεστῶτας τοῦτον ὀφείλειν λιθολευστεῖν καὶ οὕτως ἀποκτείνειν. ὅπερ ἔλεγε δύνασθαι καὶ αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποιεῖν, ἀνμεῖναι δὲ τὴν ἐκείνων κρίσιν. ταῦτα τοῦ Ἡρώδου εἰπόντος οἱ συνεδριάζοντες τὴν ἐξουσίαν ἐκύρουν αὐτῷ, τῶν νεανίσκων μηδὲ παρηγμένων εἰς τὸ συνέδριον καὶ τινὲς μὲν κατεψηφίζοντο τῶν τοῦ Ἡρώδου υἱῶν, ἀλλ’ οὐ μέντοι καὶ κτείνειν, οἶ δέ γε πλείους καὶ θανάτῳ κολάζειν αὐτοὺς ἀπεφαίνοντο. καὶ ἐπὶ τούτοις διελύετο τὸ συνέδριον. Ἡρώδης δὲ ἧκεν εἰς Τυρὸν καὶ τοὺς παῖδας ἄγων. ὡς δὲ ἠλθον εἰς Καισάρειαν, μετέωροι πάντες ἤσαν, ποῖ κατὰ τοὺς νεανίας χωρήσειεν ἐκδεχόμενοι· καὶ τοῖς μὲν γινομένοις ἐδυσχέραινον, οὐκ ἢν δὲ ἀκίνδυνον οὔτε τι ὑπὲρ ἐκείνων εἰπεῖν οὔτ’ ἀκούειν ἑτέρου λέγοντος, ἀλλ’ ὀδυνηρῶς μέν, ἀναύδως δὲ τοῦ πάθους ἔφερον τὴν ὑπερβολήν. Στρατιώτης δέ τις ὄνομα Τηρῶν, υἱοῦ αὐτῷ καθ’ ἡλικίαν ὄντος Ἀλεξάνδρῳ φίλου, πολλὰ καὶ πρὸς τὸ πλῆθος ἔλεγε, καὶ πρὸς τὸν βασιλέα δὲ παρρησιασάμενος μόνος μόνῳ ἐντυχεῖν ἠξίου. καὶ ἐνδόντος ποί ποτέ σοι ἔφη ὁ περιττὸς ἐκεῖνος νοῦς; τίς δὲ ἡ τῶν φίλων καὶ συγγενῶν ἐρημία; εἶτα οὐ σκέψῃ τί τό πραττόμενον, εἰ δύο νεανίας ἐκ βασιλίδος σοι γυναικὸς γενομένους εἰς πᾶσαν ἀρετὴν ἄκρους ἀναιρήσεις, σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφ’ ἐνὶ παιδὶ καὶ συγγενέσιν ὧν αὐτὸς τοσαυτάκις κατέγνως θάνατον; οὐκ ἐννοήσεις ὅτι καὶ τῶν ὄχλων ἡ σιωπὴ διὰ μέγεθος τοῦ πάθους ἐστί, καὶ πᾶσα ἡ στρατιὰ ἔλεον μὲν τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα ἐξεργαζομένων ἐσχήκασιν;” ἤκουε ταῦτα ὁ βασιλεὺς ἐν ἀρχῇ οὐκ ἀγνωμόνως. ὁ δὲ Τηρῶν ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ τὸν Ἡρώδην ἐτάραξε. καὶ πρὸς τὴν τῶν στρατιωτῶν κεκίνητο ἀγανάκτησιν, καὶ προστάττει τὸν Τήρωνα δήσαντας ἔχειν ἐν φυλακῇ. ἐπιτίθεται δὲ τῷ καιρῷ καὶ Τρύφων τοῦ βασιλέως κουρεύς, εἰπὼν ὡς ἀναπείθοιτο πολλάκις ὑπὸ τοῦ Τήρωνος ξυρῷ τὸν λαιμὸν τοῦ βασιλέως τεμεῖν· ἔσεσθαι γὰρ ἐν τοῖς πρώτοις τῷ Ἀλεξάνδρῳ. ταῦτα εἰπὼν καὶ αὐτὸς συλλαμβάνεται. καὶ ἐν βασάνοις ἦσαν ὁ Τηρῶν τε καὶ ὁ παῖς αὐτοῦ καὶ αὐτὸς ὁ κουρεύς. διακαρτεροῦντος δ᾿ ἐν ταῖς βασάνοις τοῦ Τήρωνος, ὁρῶν ὁ παῖς τὸν πατέρα χαλεπῶς διακείμενον, ἴφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ μέλλει ῥύσασθαι τῶν βασάνων τὸν πατέρα καὶ ἑαυτόν. λαβὼν δὲ πίστεις, ἔλεγεν εἶναι συνθήκην ἐπιθέσθαι τῷ βασιλεῖ δι’ αὐτοχειρίας τὸν Τἠρωνα. ταῦτα εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης. ὁ δ’ Ἡρώδης οὐδὲν ἔτι ἐνδοιάσιμον τῇ ψυχῇ καταλελοιπὼς περὶ τὴν τεκνοκτονίαν, τέλος τῇ προαιρέσει ἐπέθετο. καὶ ἀχθέντες εἰς Σεβαστὴν Ἀλέξανδρός τε καὶ Ἀριστόβουλος ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ ἀπηγχονήθησαν. προαγαγὼν δ’ εἰς τὸ πλῆθος τριακοσίους τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τήρωνα σὺν τῷ παιδὶ καὶ τὸν κουρέα κατηγόρει αὐτῶν· οὓς οἱ τοῦ πλήθους βάλλοντες τοῖς παρατυχοῦσιν ἀπέκτειναν. Ἀντιπάτρῳ δὲ κατεργασαμένῳ τοὺς ἀδελφοὺς ἐργωδεστέρα ἢν ἡ τῆς βασιλείας ἐπιτυχία, μίσους τῷ ἔθνει φυέντος πρὸς αὐτόν, καὶ μάλιστα τῷ ὁπλιτικῷ. τέως δὲ συνῆρχε τῷ πατρὶ καὶ ἐπιστεύετο παρ’ αὐτοῦ. τὴν δὲ Ἀλεξάνδρου γυναῖκα Ἡρώδης πρὸς τὸν πατέρα ἀπέπεμψεν, ἔτρεφε δὲ τὰ τῶν θανόντων τέκνα πάνυ ἐπιμελῶς. ἦσαν δὲ Ἀλεξάνδρῳ μὲν ἐκ Γλαφύρας ἄρσενες δύο, Ἀριστοβούλῳ δὲ ἐκ Βερνίκης υἱοὶ τρεῖς καὶ δύο θυγάτρια. γέγονε δὲ τῶ βασιλεῖ καὶ ἐκ τῆς ἀρχιερέως θυγατρὸς Ἡρώδης υἷός. ἐννέα γὰρ τῷ βασιλεῖ συνῴκουν γυναῖκες, πάτριον ὂν καὶ πλείοσι κατὰ ταὐτὸν συνοικεῖν. ἦσαν δὲ ἥ τε τοῦ Ἀντιπάτρου μήτηρ καὶ ἡ τοῦ ἀρχιερέως θυγάτηρ, ἐξ ἧς, ὡς εἴρηται, παῖς ἐγεννήθη αὐτῷ ὁμώνυμος. ἢν δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη, καὶ ἀνεψιὰ σὺν αὐτῇ, ἐξαδέλφη δηλαδή· τὰς γὰρ ἐξαδέλφας ἀνεψιὰς ἐκάλουν οἱ παλαιοί, ὡς ἔστιν εὑρεῖν πολλαχοῦ καὶ παρὰ τῷ Πλουτάρχῳ καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς. ἦν δ’ ἐν ταῖς γυναιξὶν Ἡρώδου κἀκ τοῦ ἔθνους τῶν Σαμαρέων μία, ἧς ἦσαν παῖδες Ἀντίπας τε καὶ Ἀρχέλαος καὶ θυγάτηρ Ὀλυμπιάς. καὶ Κλεοπάτρα δὲ Ἱεροσολυμῖτις ταῖς τούτου γυναιξὶ συνηρίθμητο· καὶ ταύτης παῖδες Ἡρώδης καὶ Φίλιππος. καὶ Πάλλας δὲ ἦν ἐν ταῖς αὐτοῦ γαμεταῖς, Φασάηλον πεποιημένη παῖδα αὐτῷ. καὶ ἐπὶ ταῖς λοιπαῖς Φαίδρα καὶ Ἐλπὶς συνῴκουν αὐτῷ ἦσαν δὲ Ἡρώδῃ καὶ δύο θυγατέρες ἐκ Μαριάμ, καὶ ἐκ Φαίδρας δὲ καὶ Ἐλπίδος ἔφυσαν αὐτῷ θυγατέρες Ῥωξάνη καὶ Σαλώμη.