Ancient Greek
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.23.1
Not analysed yet
Τοῦτο μὲν οὖν τὸ γένος Ἡρώδου· τὰ δὲ πράγματα πρὸς μόνον τὸν Ἀντίπατρον ἀφεώρων. καὶ ἢν ἅπασι φοβερός, οὐ τοσοῦτον τῇ δυναστείᾳ ὅσον τῆ τῶν τρόπων κακότητι· μάλιστα δὲ αὐτὸν Φερώρας ἐθεράπευε καὶ ἀντεθεραπεύετο. ἠναντίωτο δὲ αὐτοῖς ἡ Σαλώμη, ἐναντίως ἀεὶ πρὸς τὴν τῆς κηήσεως αὐτῆς σημασίαν διακειμένη· ἡ μὲν γὰρ εἰρήνης σημαντικὸν καὶ εἰρηνικὴν εἶναι τὴν οὕτω κεκλημένην ἐδήλου, ἡ δὲ καὶ σφόδρα μάχιμος ἦν καὶ ἑτέρους πρὸς μάχας καὶ στάσεις καὶ συγγενείας ἀλλοτρίωσιν διεγείρουσα. αὕτη κατασκοποῦσα τὴν Ἀντιπάτρου καὶ Φερώρου οἰκείωσιν, ἔλεγε τῷ Ἡρώδῃ ἐπὶ κακῷ τῷ αὐτοῦ τὴν τούτων γίνεσθαι εὔνοιαν. γνόντες οὑν ἐκεῖνοι τὴν τῆς Σαλώμης διαβολήν, ἐν τᾦ φανερῷ μὲν μῖσος κατ᾿ ἀλλήλων καὶ λοιδορίας ἦσαν ἐπιτηδεύοντες, κεκρυμμένως δὲ τὴν πρὸς ἀλλήλους ἐτήρουν ὁμόνοιαν. τὴν Σαλώμην δ᾿ οὐκ ἐλάνθανον, πάντα τε ἀνιχνεύουσαν καὶ τῷ βασιλεῖ ἀπαγγέλλουσαν συνόδους λαθραίας συμπόσιά τε καὶ ἀνέκφορα βουλευτήρια. ὁ δὲ καὶ αὐτὸς τὰ πολλὰ συνίει. Φαρισαῖοι δὲ τὴν γυναικωνίτιδα οἰκειούμενοι, ἄνθρωποι μέγα φρονοῦν- τες ἐπ᾿ ἀκριβώσει τοῦ πατρίου νόμου καὶ βασιλεῖ ἀντιπράττοντες, οἳ πάντων ὀμωμοκότων Καίσαρι εὐνοεῖν καὶ τῷ βασιλεῖ Ἡρώδῃ αὐτοὶ οὐκ ἐπείσθησαν, ὄντες ὑπερεξακισχίλιοι, τῇ δὲ γυναικὶ Φερώρου εὐνοοῦντες, προύλεγον Ἡρώδῃ τέλος τῆς ἀρχῆς κατεψηφίσθαι παρὰ θεοῦ, νεμηθῆναι δὲ αὐτὴν Φερώρᾳ τε καὶ τοῖς ἐξ αὐτοῦ. οὐδὲ ταῦτα τὴν τῆς Σαλώμης μοχθηρίαν διέδρα, καὶ αὐτίκα τῷ βασιλεῖ ἀπηγγέλλοντο. τῶν μὲν οὖν Φαρισαίων οἱ ἐπὶ τούτοις ἐληλεγμένοι ἀνῄρηντο, καὶ εὐνοῦχος Βαγώας, Κᾶρός τέ τις ἐπὶ σώματος κάλλει διαπρεπὴς καὶ Ἡρώδου ὢν παιδικά, καὶ ἕτεροι τῶν περὶ τὸν βασιλέα, ὡς συνίστορες. εἶτα συνέδριον καθίσας ὁ βασιλεὺς τῆς Φερώρου γυναικὸς κατηγόρει καὶ ἀπηρίθμει πολλὰ αἰτιάματα, καὶ τέλος πρὸς τὸν Φερώραν τὸν λόγον τρέψας “δεῖν” ἔλεγε “καὶ πρὶν αὐτοκέλευστόν σε διὰ ταῦτα τὸ γύναιον ἀποπέμψασθαι. νῦν γοῦν εἰ τῆς ἐμῆς ἀντιποιῇ συγγενείας, τὴν μετ᾿ αὐτῆς συμβίωσιν παραιτοῦ.” ὁ δὲ πρότερον θανεῖν αἱρεῖσθαι ἀπεκρίνατο ἢ ζῶν ἀποστερεῖσθαι τῆς γυναικός. ἐντεῦθεν Ἡρώδης Ἀντιπάτρῳ καὶ τῇ ἐκείνου μητρὶ Φερώρᾳ συνομιλεῖν ἀπηγόρευσεν ἢ ταῖς γυναιξὶ συνιέναι. οἱ δὲ κατετίθεντο, συνῄεσαν δὲ ἀλλήλοις καὶ συνεκώ- μαζον ᾗ καιρός. Ἀντίπατρος δὲ τὴν ὀργὴν τοῦ πατρὸς ὑφορώμενος γράφει τοῖς ἐν ῾Ρώμῃ φίλοις ἐπι- στέλλειν Ἡρώδῃ στέλλειν πρὸς Καίσαρα τὸν Ἀντίπατρον. πέμπεται γοῦν εἰς ῥώμην μετὰ δώρων Ἀντίπατρος, φέρων καὶ διαθήκην Ἡρώδου αὐτῷ τὴν ἀρχὴν διδοῦσαν, εἰ δὲ φθάσει θανών, Ἡρώδῃ τῷ ἐκ τῆς ἀρχιερέως γενομένῳ θυγατρός. Φερώραν δέ, μὴ ἀφιέντα τὴν γυναῖκα, ἀναχωρεῖν ἐπέταττεν ὁ Ἡρώδης. καὶ ὃς ἐπί τὴν τετραρχίαν ἀπῆρεν, ὀμόσας οὐ πρότερον ἥξειν ἢ πύθοιτο τελευτῆσαι τὸν ἀδελφόν. ὥστε καὶ νοσήσαντος τοῦ βασιλέως κληθεὶς οὐχ ὑπήκουσεν, ἔνα μὴ παραβαίη τὸν ὅρκον. Ἡρώδης δ’ ὕστερον Φερώρα νοσήσαντος ἧκε πρὸς ἐκεῖνον αὐτόκλητος, καὶ θανόντα ἐτίμησεν. Η δὲ Φερώρου τελευτὴ ἀρχὴ κακῶν Ἀντιπάτρῳ ἐγένετο, τιννυμένου τοῦ θείου τῆς ἀδελφοκτονίας αὐτόν. ἀπελεύθεροι γὰρ δύο τῶν Φερώρᾳ τιμίων ἠξίουν Ἡρώδην μὴ ἐᾶσαι τὸν ἀδελφὸν ἀνεκδίκητον φαρμάκῳ διαφθαρέντα. ταῦτα πιστὰ δοκοῦντα εἰς ἐξέτασιν τὸν βασιλέα ἐκίνησαν, καὶ ἐβασανίζοντο γυναῖκες δοῦλαί τε καὶ ἐλεύθεραι. αἱ μὲν οὑν ἄλλαι ἐνεκαρτέρουν ἐχεμυθοῦσαι, μία δέ τις ἄλλο μὲν ἔφη οὐδέν, θεὸν δ’ ἐπεκαλεῖτο, τοιαύταις ἀνάγκαις τὴν Ἀντιπάτρου μητέρα περιπεσεῖν, ὡς κακῶν αἰτίαν. τοῦτο εἰς πλείονα τὸν Ἡρώδην ἐκίνησεν ἔρευναν· καὶ πάντα σφοδροτέραις βασάνοις αἱ γυναῖκες περιβληθεῖσαι πεποιήκασιν ἔκπυστα, τοὺς κώμους καὶ τὰς κρυπτὰς συνόδους, καὶ λόγους Ἀντιπάτρου πρὸς τὰς γυναῖκας γενομένους Φερώρου, μῖσος πρὸς τὸν πατέρα, ὀλοφύρσεις πρὸς τὴν μητέρα, ὅτι ἐπὶ μήκιστον ἡ ζωὴ παρατέταται τῷ πατρί, ὡς μηδ’ αἰσθέσθαι τῶν τῆς βασιλείας ἡδέων, εἴποτε αὐτῷ γένηται, διὰ γῆρας ἤδη αὐτῷ ἐπικείμενον· καὶ ἄλλα δὲ πλείω καὶ τοῦ πατρὸς καθαπτόμενα αἱ γυναῖκες ἔλεγον. τούτοις ἤδη καταγνοὺς Ἀντιπάτρου ὁ βασιλεὺς ἀφαιρεῖται μὲν τὴν ἐκείνου μητέρα τὴν Δωρίδα τὸν περὶ αὐτὴν πάντα κόσμον ταλάντων ὄντα πολλῶν, αὐτὴν δὲ ἀποπέμπεται. μάλιστα δ᾿ ἐξώτρυνε κατὰ τοῦ υἱοῦ τὸν Ἡρώδην ἐπίτροπος ἐκείνου Ἀντίπατρος, ἄλλα τε κατειπὼν ἐν τῷ βασανίζεσθαι καὶ ὅτι φάρμακον δοίη Φερώρᾳ, ἐντειλάμενος δοῦναί αὐτὸ τῷ πατρὶ παρὰ τὴν ἀποδημίαν αὐτοῦ, ἵν εἴη ἀνύποπτος μὴ παρών, καὶ τοῦτο τὸν Φερώραν φυλάσσειν δοῦναι τῇ γυναικί. ἡ γυνὴ δὲ ὡμολόγει, καὶ ἀπιοῦσα κομίσαι τὸ φάρμακον ἐκ τοῦ τέγους ἔρριψεν ἑαυτήν, οὐ μὴν ἐτελεύτησε. καὶ ἀνακτηθεῖσαν ἠρώτα πάλιν ὁ βασιλεύς ἡ δὲ ὤμοσε πάντα ἐρεῖν ὡς ἐπέπρακτο. καὶ λαβεῖν ἔφη τὸ φάρμακον παρὰ τοῦ ἀνδρός, ἡτοιμασμένον ἐπ’ αὐτὸν τὸν πατέρα ὑπ’ Ἀντιπάτρου. νοσήσαντος δὲ Φερώρα, ἐπεὶ ἐλθὼν αὐτὸς ἐθεράπευε τὸν ἀδελφόν, ὁρῶν σου τὴν εὔνοιαν ἐκεῖνος “πρὸς ἐμέ ἔφη ‘‘κόμισον, ὦ γύναι, τὸ φάρμακον, καὶ κατάκαυσον ἐπ’ ὄψει ἐμῇ.” κἀγὼ αὐτίκα ὡς ἐκεῖνος ἐνετέλλετο ἔπραττον, τὸ μὲν πλεῖστον πυρὶ παραδοῦσα, ἑαυτῇ δ᾿ ὑπολειπομένη ὀλίγον, ἵν αὐτῷ χρησαίμην, εἰ μεταστάντος Φερώρα κακά μοι παρὰ σοῦ ἀπαντᾷ. παρῆγε δὲ εἰς τό μέσον τὴν πυξίδα τε καὶ τὸ φάρμακον. κατηγορεῖτο δὲ καὶ ἡ τοῦ βασιλέως γυνή, ἡ τοῦ ἀρχιερέως θυγάτηρ, ὡς συνίστωρ ἁπάντων· ἣν αὐτίκα ἐξέβαλε, καὶ τὸν υἱὸν αὐτῆς ἀπήλειψε τῶν διαθηκῶν, εἰς τὸ βασιλεῦσαι μεμνημένων ἐκείνου. καὶ τὸν πενθερὸν Σίμωνα τὸν τοῦ Βοηθοῦ τὴν ἀρχιερωσύνην ἀφείλετο, ἕτερον δὲ καθιστᾷ τὸν τοῦ Θεοφίλου Ματθίαν.