Ancient Greek
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.25.1
Not analysed yet
Ἑάλω δὲ τότε καὶ ἐπιστόλιον ὑπ’ Ἀντιφίλου σταλὲν πρὸς Ἀντίπατρον, φράζον ‘‘ἔπεμψά σοι τὴν παρὰ Ἀκμῆς ἐπιστολήν, μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς. οἶσθα γὰρ ὅτι αὖθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην. σὺ δ’ εὐτυχοίης περὶ τὸ πρᾶγμα.” ὁ δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐζήτει ἐπιστολήν. καὶ ὁ τοῦ Ἀντιφίλου δοῦλος μὴ λαβεῖν ἑτέραν ἀπισχυρίζετο. ἰδὼν δέ τις τὸν ἐντὸς τοῦ δούλου χιτῶνα ὑπερραμμένον, εἴκασεν ἐκεῖ κεκρύφθαι τὸ γραμμάτιον· καὶ εἶχεν οὕτως. λαμβάνουσιν οὖν τὴν ἐπιστολὴν δηλοῦσαν ὡς “Ἀκμὴ Ἀντιπάτρῳ. ἔγραψα τῷ πατρί σου οἵαν ἤθελες ἐπιστολήν, καὶ ἀντίγραφον ποιήσασα τῆς πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἐσταλμένης, ἔπεμψα, ὅ ἐπελθὼν οἶδα ὡς τιμωρήσεται Σαλώμην.” ἡ δὲ πρὸς Ἡρώδην ἐπιστολὴ τοιάδε ἦν “ἔργον ἔργον ἐγὼ ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων. εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ, τὸ ἀντίγραφόν σοι αὐτῆς ἔστειλα, ἐπικινδύνως ἐμοί, ὠφελίμως δὲ σοί. ἦν δὲ ἡ Ἀκμὴ Ἰουδαία τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικί, καὶ ἔπρασσε ταῦτα χρήμασι πολλοῖς ὠνηθεῖσα ὑπ’ Ἀντιπάτρου. Ἡρώδης δὲ ὥρμησε μὲν εὐθὺς ἀνελεῖν τὸν Ἀντίπατρον ὡς κύκηθρον μεγάλων πραγμάτων, ἐξώτρυνε δὲ αὐτὸν ἡ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν ἀξιοῦσα, εἰ εὕροι πίστιν τινὰ ἐπὶ τοῖς κατ’ αὐτῆς ἀξιόχρεων, κατασχὼν δ’ ἑαυτὸν μετεπέμψατο τὸν υἱόν, κελεύων ἀντειπεῖν μηδὲν ὑπιδόμενον. ὁ δὲ Ἀντιφίλῳ τὴν πάντων αἰτίαν ἀνετίθει. Ἡρώδης δ᾿ αὖθις γράμματα πρὸς Καίσαρα ἔστειλεν ἐπὶ κατηγορίᾳ τοῦ Ἀντιπάτρου, δηλοῦντα καὶ ὅσα ἡ Ἀκμὴ συγκακουργήσασα εὕρητο· ἔστειλε δὲ καὶ τῶν ἐκείνης ἐπιστολῶν τὰ ἀντίγραφα. Εἰς νόσον δὲ μεταξὺ ὁ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει, τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδούς, μίσει τῷ πρὸς Ἀρχέλαον καὶ Φίλιππον ἐκ τῶν Ἀντιπάτρου διαβολῶν. ἀπεγνωκὼς δὲ βιῶναι ἔτι περὶ ἔτος ὢν ἑβδομηκοστὸν ἐξηγρίωτο· αἴτιον δ᾿ ἦν ὅτι καταφρονεῖσθαι ἐδόκει καὶ ἥδεσθαι πάντας ἐπὶ τοῖς αὐτοῦ δυστυχήμασιν. εἰς τοῦτο δ᾿ ἐκ τοιοῦδε παρώρμητο. πολλὰ παρὰ τὸν νόμον Ἡρώδῃ πεποίητο, ὣν ἓν ἦν καὶ ὁ παρὰ τὸν μέγαν τοῦ ναοῦ πυλῶνα ἀνατεθεὶς χρυσοῦς ἀετός. κωλύει δὲ ὁ νόμος εἰκόνων ἀναθέσεις ἢ ζῷων ἐπιτηδεύεσθαι. τοῦτον τὸν ἀετὸν Ἰούδας καὶ Ματθίας Ἰουδαίων λογιώτατοι καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τῶν νεωτέρων κατασπᾶν. κἂν γάρ τινι κίνδυνος διὰ τοῦτο γένηται, ἔλεγον, μακάριός ἐστιν ἐκεῖνος ὑπὲρ τῶν νόμων θανούμενος. τοιούτοις οὖν λόγοις ἐπαλειφόντων τὴν νεότητα, γίνεται λόγος τεθνάναι τὸν βασιλέα. καὶ αὐτίκα μεσούσης ἡμέρας κατέσπων τὸν ἀετὸν καὶ συνέκοπτον τοῖς πελέκεσι. συλλαμβάνονται τοίνυν καὶ τῶν νέων πολλοὶ καὶ Ἰούδας καὶ Ματθίας οἱ τοῦ τολμήματος εἰσηγηταὶ καὶ ἀλεῖπται τῶν τοῦτο ἐργασαμένων, καὶ ἀυήχθησαν πρὸς Ἡρώδην. ὁ δὲ ἤρετο εἰ ἐτόλμησαν καθελεῖν αὐτοῦ τὸ ἀνάθημα. καὶ οἱ ἄνδρες “πέπρακται” εἶπον, “καὶ θαυμάζειν οὐ χρὴ εἰ τῶν σῶν δογμάτων τοὺς νόμους οὓς Μωυσῆς ἡμῖν καταλέλοιπεν ἐκ θεοῦ διδαχθεὶς προτιμώμεθα.” τοὺς μὲν οὖν δεδεμένους ἔπεμψεν εἰς Ἱεριχώ, καλέσας δὲ τοὺς ἐν τέλει τῶν Ἰουδαίων, κατακεκλιμένος ἐν κλι- νιδίῳ τῶν εἰς αὐτοὺς εὐποιιῶν ἀνεμίμνησκε καὶ τῆς δομήσεως τοῦ ναοῦ, καὶ κατεβόα ὅτι καὶ ἔτι ζῶντα ἐξυβρίζοιεν καθαιροῦντες τὰ αὐτοῦ ἀναθήματα, ὡς δοκεῖν μὲν αὐτὸν ὑβρίζειν, κατὰ δέ γε τὸ ἀληθὲς ἱεροσυλεῖν. οἱ δὲ δεδιότες τὴν ἐκείνου ὠμότητα, τοὺς τοῦτο τολμήσαντας ἀξίους εἶναι κολάσεως ἔφασκον. καὶ ὁ βασιλεὺς τοῖς μὲν ἄλλοις πρᾳότερον προσεφέρετο, Ματθίαν δὲ τὸν ἀρχιερέα τὴν τιμὴν ἀφελόμενος, ἕτερον εἰς τὸ ἱερᾶσθαι κατέστησεν, Ἰώζαρον ἀδελφὸν γυναικὸς ἰδίας· Ματθίαν δὲ τὸν τὴν στάσιν ἐγείραντα καί τινας τῶν στασιαστῶν κατέκαυσε ζώντας.