Ancient Greek · ~12 min
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.24.1
Not analysed yet
Ἐν τούτῳ δὲ ἀπελεύθερος Ἀντιπάτρου Βάθυλος ἀπὸ Ῥώμης παρῆν φάρμακον κομίζων τῆ τοῦ Ἀντιπάτρου μητρὶ καὶ Φερώρᾳ· ὃς ἐξεταζόμενος ἔλεγε πεμφθῆναι αὐτό, ἵν εἰ μὴ τὸ πρότερον ἅπτοιτο τοῦ πατρός, τούτῳ γοῦν κατεργασθείη. ἐπεφέρετο δὲ καὶ γράμματα παρὰ τόν ἐν Ῥώμῃ τῷ Ἡρώδῃ φίλων, κατηγορίαν ποιούμενα Ἀρχελάου καὶ Φιλίππου, ἐν Ρώμῃ διαγόντων ἐπὶ μαθήμασιν, ὡς τάχα τὸν πατέρα κατηγορούντων ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν, καὶ δεδοικότων καὶ περὶ ἑαυτοῖς. ταῦτα δὲ μεγάλων μισθῶν τῷ Ἀντιπάτρῳ ἐπράττετο. Ἡρώδης δ’ ἐπικρυψάμενος τὴν ὀργὴν ἐκέλευε μὴ βραδύνειν· καὶ τῇ μητρὶ αὐτοῦ μέμψεις ἐπάγων, ἐπηγγέλλετο ἀναθήσεσθαι ταύτας αὐτῷ, ὁπότε ἀφίκοιτο. τούτοις τοῖς γράμμασι περὶ Κιλικίαν ἐνέτυχεν. ἐν Τάραντι δὲ τὴν Φερώρου μαθὼν τελευτὴν δεινῶς ἤνεγκεν, οὐ δι’ εὔνοιαν, ἀλλ’ ὅτι μὴ φθάσας, ὡς ὑπέσχετο, τὸν Ἡρώδην ἀναιρῆσαι, ἀπέθανε. καταχθεὶς δὲ εἰς τὸν λεγόμενον Σεβαστὸν λιμένα, ἐπ’ ὀνόματι τοῦ καίσαρος οὕτω καλούμενον, ἐν προύπτοις ἣν ἤδη τοῖς κακοῖς, μή τινος αὐτῷ προσιόντος μήτε προσαγορεύοντος. παρῆν δ’ ἐν Ἱεροσολύμοις, Οὐάρου τοῦ τῆς Συρίας ἡγεμονεύοντος συνεδρεύοντος Ἡρώδῃ, κληθέντος ἐπὶ συμβουλῇ περὶ τῶν ἐνεστηκότων. καὶ εἰσῄει τὰ βασίλεια πορφυρίδα ἔτι φορῶν. οἱ γοῦν ἐπὶ ταῖς θύραις δέχονται μὲν τὸν Ἀντίπατρον, τοὺς δὲ φίλους ἀνείργουσιν. ἐθορυβεῖτο δὲ ἤδη κατανοῶν οἷ ἐληλύθει, ἐπεὶ καὶ ὁ πατὴρ αὐτὸν ἀσπάσασθαι προσιόντα ἀπώσατο, ἀδελφοκτόνον τε καλῶν καὶ ἐπίβουλον αὐτοῦ τῇ ζωῇ, ἀκροατήν τε τούτων καὶ δικαστὴν ἔσεσθαι τὴν αὔριον τὸν Οὔαρον ἔλεγε. καὶ ὁ μὲν ἐπὶ τοιούτοις κακοῖς ᾤχετο, ὑπαντῶσι δ’ αὐτῷ ἥ τε μήτηρ καὶ ἡ γυνή, αὕτη δὲ ἣν παῖς Ἀντιγόνου τοῦ πρὸ Ἡρώδου βασιλεύσαντος· παρ’ ὧν ἅπαντα ἐκμαθὼν πρὸς τὸν ἀγῶνα παρεσκευάζετο. τῇ δ’ ἐξῆς συνήδρευον Ἡρώδης καὶ Οὔαρος, συνῆλθον δὲ καὶ οἶ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς Ἡρώδου καὶ οἱ μηνυταὶ τῶν Ἀντιπάτρῳ μελετωμένων καὶ δοῦλοι μητρῷοι τοῦ Ἀντιπάτρου, ἐπιστολὴν φέροντες αὐτῆς μὴ ἐπανήκειν, ὡς πάντων τῷ πατρὶ ἐκπύστων γενομένων, μόνην τε ἂν καταφυγὴν αὐτῷ λείπεσθαι Καῖσαρα καὶ τὸ μὴ γενέσθαι τῷ πατρὶ ὑποχείριον. Ἀντιπάτρου δὲ προσπεσόντος τῷ πατρὶ καὶ δεομένου ἀκροάσασθαι αὐτοῦ καὶ οὕτω ψηφίσασθαι, τοῦτον μὲν εἰς μέσον ἀπάγειν ἐκέλευσεν, αὐτὸς δὲ ὠλοφύρατο τὴν τῶν παίδων διάθεσιν καὶ ὅτι τὸ γῆρας αὐτοῦ περιέστηκεν εἰς Ἀντίπατρον, τεθηπέναι τε ἔλεγεν ὅπως Ἀντίπατρος ἐπὶ τοιαῦτα χωρήσειε, διάδοχος μὲν τῆς ἀρχῆς γεγραμμένος, ζῶντος δ’ αὐτοῦ τὰ πάντα δυνάμενος, καὶ ἀντὶ τούτων πρὸς τὸν αὐτοῦ φόνον ἐρεθίζων τοὺς συγγενεῖς. ταῦθ’ ἅμα λέγων εἰς δάκρυα τρέπεται. καὶ Νικόλαος ὁ Δαμασκηνὸς τοῦ βασιλέως ἐπιτρέψαντος κατηγόρει τοῦ Ἀντιπάτρου, πάντα ἐξῆς διηγούμενος. πολλοὶ δὲ καὶ ἄλλοι κατ’ Ἀντιπάτρου αὐτεπάγγελτοι ἔλεγον. Οὔαρος δὲ Νικολάου παυσαμένου τῶν λόγων ἐκέλευε τὸν ἀντίπατρον ἀπολογεῖσθαι. ὁ δ’ ἐπὶ στόμα ἔκειτο ἀνατετραμμένος, τὸν θεὸν ἐπικαλούμενος ἐπιμαρτυρῆσαι αὐτῷ μηδὲν ἀδικεῖν. ὡς δ’ οὐδὲν παρ’ Ἀντιπάτρου ἐλέγετο πλὴν τῆς ἀνακλήσεως τοῦ θεοῦ, τὸ φάρμακον εἰς τὸ μέσον ἐνεχθῆναι ἐκέλευσε. καὶ κομισθέντος, τῶν ἐπὶ θανάτω τις ἑαλωκότων πίνειν κεκέλευστο, καὶ πιὼν εὐθὺς ἔθανε. καὶ Οὔαρος ἐξαναστὰς ἀπῄει τοῦ συνεδρίου, Ἡρώδης δὲ αὐτίκα ἔδησε τὸν Ἀντίπατρον, καὶ εἰς Ῥώμην ὡς Καίσαρα γράμματα πέμπει περὶ αὐτοῦ.