Ancient Greek · ~15 min
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.6.1
Not analysed yet
Πεμφθεὶς δὲ παρὰ Πομπηίου ἐν Ἀρμενίᾳ πολεμοῦντος Τιγράνῃ Σκαῦρος εἰς Συρίαν πρέσβεις ἐδέξατο παρά τε Ἀριστοβούλου καὶ Ὑρκανοῦ, συμμαχεῖν ἀξιοῦντος ἑκατέρου. λαβὼν οὖν ὑπ’ Ἀριστοβούλου τετρακόσια τάλαντα αὐτῷ προσετέθη. καὶ κελεύσας ἀναχωρεῖν τὸν Ἀρέταν ἢ πολέμιον Ῥωμαίων κριθήσεσθαι, ἔλυσε τὴν πολιορκίαν. ἧς λυθείσης ὁ Ἀριστόβουλος ἐπὶ Ἀρέταν καὶ Ὑρκανὸν ἐξεστράτευσε, καὶ συμβαλὼν νικᾷ. μετ’ οὐ πολὺ δὲ Πομπηίου ἀφικομένου εἰς Δαμασκόν, ἧκον πρέσβεις πολλαχόθεν τε καὶ ἐξ Ἰουδαίας, δῶρον ἐξ Ἀριστοβούλου μέγα κομίζοντες, ἄμπελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων. ταύτην φησὶν ὁ Ἰώσηπος ἐν Ῥώμῃ θεάσασθαι, τῷ Καπιτω- λίῳ ἀνατεθειμένην Δῖέ καὶ αὖθις ἧκον πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ Ὑρκανοῦ, ὑπὲρ δὲ Ἀριστοβούλου Νικόδημος. ὁ δὲ αὐτοὺς ἐλθεῖν τοὺς διαμφισβητοῦντας ἐκέλευσεν. ἀφικομένων δέ γε εἰς Δαμασκὸν τῶν Ἰουδαίων καὶ τῶν ἡγεμόνων αὐτόν, οἱ μὲν ἠξίουν μὴ βασιλεύεσθαι· πάτριον γὰρ εἶναι αὐτοῖς παρὰ τῶν ἀρχιερέων ἄρχεσθαι, τούτους δὲ του γένους ὄντας ἐκείνου εἰς βασιλείαν τὴν ἀρχὴν μεταθεῖναι· Ὑρκανὸς δὲ κατηγόρει τοῦ ἀδελφοῦ, ὅτι τῆς ἀρχῆς αὐτῷ νεμηθείσης διὰ τὴν πρεσβυγένειαν ὑπ’ ἐκείνου ταύτην ἀφῄρητο, καὶ ἄλλα κατ’ αὐτοῦ συνείρων πολλὰ αἰτιάματα. συνεφθέγγοντο δὲ αὐτῷ ταῦτα λέγοντι καὶ τῶν δοκιμωτάτων Ἰουδαίων πλείους ἢ χίλιοι, Ἀντιπάτρου παρασκευάσαντος. Ἀριστόβουλος δὲ τοῦ μὲν ἐκπεσεῖν τὸν Ὑρκανὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν αἰτίαν εἰσῆγεν, ἄπρακτον οὖσαν καὶ διὰ τοῦτο εὐκαταφρόνητον· αὐτὸς δ’ ἐξ ἀνάγκης ἔλεγεν αὐτὴν ὑπελθεῖν, φόβῳ τοῦ μὴ πρὸς ἄλλους γενέσθαι αὐτήν· ὀνομάζεσθαι δὲ ὅπερ καὶ ὁ πατήρ. Πομπήιος δὲ βίαν μὲν κατέγνω Ἀριστοβούλου, πρᾴως δὲ τότε προσομιλήσας αὐτοῖς ἡσυχίαν τέως ἄγειν ἐκέλευσεν, ἐλθὼν δ’ εἰς τὴν χώραν διατάξειν ἕκαστα ἐπηγγέλλετο. οὐκ ἀναμείνας μέντοι ὁ Ἀριστόβουλος εἰς τὴν Ἰουδαίαν ἀπῆρε. καὶ ὀργισθεὶς ὁ Πομπήιος ἐστράτευσε κατ’ αὐτοῦ. συμπεφευγότος δ᾿ εἰς ἔρυμα καλούμενον Ἀλεξάνδριον, ἐκέλευε πρὸς αὐτὸν ἥκειν. ὁ δὲ τῶν φίλων μὴ πολεμεῖν Ῥωμαίοις ἀξιούντων κάτεισι, καὶ δικαιολογησάμενος πάλιν ὅθεν ἧκεν ὑπέστρεψε. κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ αὐτοχείρως ἐπιστεῖλαι τοῖς φρουράρχοις, ἀπείρητο γὰρ ἄλλως τούτων ἀφίστασθαι, πείθεται μέν, δυσανασχετῶν δὲ ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ πολεμεῖν ἡτοιμάζετο. Πομπηίῳ δὲ στρατεύοντι ἐπ’ αὐτὸν ἡ Μιθριδάτου μεμήνυτο τελευτὴ ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτοῦ γενομένη. περὶ Ἱεριχοῦντα δὲ γεγονότι, οἶ τὸ ὀποβάλσαμον τρέφεται τῶν μύρων τὸ ἀκρότατον, ὃ τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, πρόσεισιν ὁ Ἀριστόβουλος αὐτῷ καὶ ἱκέτευε παύσασθαι τοῦ πολέμου, χρήματά τε διδοὺς καὶ εἰς τὰ Ἱεροσόλυμα αὐτὸν εἰσδεχόμενος, ὥστε πράττειν ὃ βούλεται. ὁ δὲ συγγνοὺς αὐτῷ πέμπει Γαβήνιον ἐπὶ τὰ χρήματα καὶ τὴν πόλιν. τῶν δὲ Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐόντων τὰς συνθήκας πληρωθῆναι, ἄπρακτος ἐπανῆλθεν ὁ Γαβήνιος. ἥκει γοῦν ἐπὶ τὴν πόλιν Πομπήιος καθείρξας τὸν Ἀριστόβουλον. οἱ δ᾿ ἔνδον οὐχ ὡμονόουν. τοῖς μὲν γὰρ ἐδόκει δέχεσθαι τὸν Πομπήιον, τοῖς δ’ Ἀριστοβούλου τοὐναντίον· οἳ καὶ τὸ ἱερὸν κατειληφότες εἰς πολιορκίαν παρεσκευάζοντο. οἱ δ᾿ ἄλλοι τὴν πόλιν ἐγχειρίζουσι Πομπηίῳ καὶ τὰ βασίλεια. ὁ δὲ ἐντὸς στρατοπεδευσάμενος ἐπολιόρκει τὸ ἱερόν. ἁλόντος δὲ περὶ τρίτον μῆνα, ἐπεισφρήσαντες οἱ πολέμιοι ἔσφαζον τοὺς ἐν αὐτῷ· οἱ δὲ οὐδὲν ἧττον ἦσαν ἱερουργοῦντες καὶ θύοντες. φόνου δὲ πάντα μεμέστωτο· οἱ μὲν γὰρ τῶν Ἰουδαίων ὑπὸ Ῥωμαίων, οἱ δ᾿ ὑπ’ ἀλλήλων ἐσφάττοντο ἢ καὶ ἑαυτοὺς κατεκρήμνιζον. παρῆλθε δὲ εἰς τὸ ἐντὸς τοῦ ναοῦ τὸ ἄβατον ὁ Πομπήιος καὶ τῶν περὶ αὐτόν τινες, καὶ εἶδον ὅσα τοῖς ἄλλοις πλὴν τῶν ἀρχιερέων ἤσαν ἀθέατα. οὐδενὸς μέντοι τῶν ἐν αὐτῷ ἀναθημάτων ἢ τῶν χρημάτων ἥψατο δι’ εὐσέβειαν. τῇ δ’ ὑστεραίᾳ καθαρᾶι παραγγείλας τὸ ἱερὸν καὶ θύειν νομίμως, τὴν ἀρχιερωσύνην παρέδωκεν Ὑρκανῷ, τοὺς αἰτίους τοῦ πολέμου πελέκει διαχρησάμενος καὶ τὰ Ἱεροσόλυμα ποιήσας Ῥωμαίοις ὑπόφορα. Πομπήιος δὲ ἐπὶ Ῥώμην ἀπιὼν ἐπήγετο τὸν Ἀριστόβουλον δεδεμένον καὶ τοὺς παῖδας αὐτοῦ. ἦσαν δὲ αὐτῶ δύο θυγατέρες καὶ τοσοῦτοι υἱοί, ὧν ὁ πρεσβύτερος Ἀλέξανδρος ἀπέδρα καὶ τὴν Ἰουδαίαν κατέτρεχεν ὕστερον, μὴ δυναμένου τοῦ Ὑρκανοῦ αὐτῷ ἀντικαθίστασθαι.