Ancient Greek · ~22 min
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.7.1
Not analysed yet
Ὡς δὲ Γαβήνιος εἰς Συρίαν ἧκε, πέμπει πρὸς τὸν Ἀλέξανδρον Ἀντώνιον Μάρκον μετὰ στρατεύματος. καὶ γενομένης μάχης κτείνουσιν οἶ Ῥωμαῖοι τῶν πολεμίων περὶ τρισχιλίους καὶ οὐκ ἐλάττους ζωγροῦσι. καταφυγόντος δὲ τοῦ Ἀλεξάνδρου ἐπί τι ἔρυμα λεγόμενον Ἀλεξάνδριον, ἐπολιόρκει τοῦτο. διαπρεσβεύεται οὖν πρὸς Γαβήνιον ὁ Ἀλέξανδρος συγγνώμην αἰτῶν, καὶ παραδίδωσιν ἃ κατεῖχεν ἐρύματα. ὁ δὲ D ἀρχιερεὺς Ὑρκανὸς εἰς Ἱεροσόλυμα κατήχθη παρὰ τοῦ Γαβηνίου. ὁ μέντοι Ἀριστόβουλος διαδρὰς ἐκ Ῥώμης καὶ εἰς τὴν Ἰουδαίαν ἐλθὼν τειχίζειν ἐπειρᾶτο τὸ Ἀλεξάνδριον ἄρτι κατεσκαμμένον. ὁ δὲ Γαβήνιος στέλλει τοὺς κωλύσοντας αὐτὸν ἢ καὶ συλληψομένους. πολλοὶ δὲ τῷ Ἀριστοβούλῳ τῶν Ἰουδαίων προσέρρεον, ὧν οἱ πλείους ἐτύγχανον ἄοπλοι. τούτους μὲν οὖν ἀπέλυσεν Ἀριστόβουλος, τοὺς δ’ ὡπλισμένους ὄντας περὶ ὀκτακισχιλίους εἶχε μεθ’ ἑαυτοῦ. καὶ μάχης αὐτοῖς πρὸς Ῥωμαίους συγκροτηθείσης ἡττῶνται Ἰουδαῖοι καὶ φεύγουσι καὶ οἱ μὲν κτείνονται, σκεδάννυνται δὲ οἱ λοιποί. Ἀριστόβουλος δὲ μετὰ εἰς Μαχαιροῦντα συνέφυγε μετὰ τοῦ παιδὸς Ἀντιγόνου συναποδράντος ἐκ Ῥώμης αὐτῷ. μετὰ δὲ δύο ἡμέρας τραυματισθεὶς ἑάλω, καὶ σὺν τῷ υἱῷ Ἀντιγόνῳ αἰχμάλωτος πρὸς Γαβήνιον ἄγεται, καὶ ἀναπέμπεται αὖθις εἰς ῾Ρώμην, καὶ δεθεὶς κατείχετο, βασιλεύσας καὶ ἀρχιερατεύσας ἔτη τρία. Γαβήνιος δὲ ἀπῄει εἰς Αἴγυπτον. ἐπανελθὼν δ᾿ ἐκεῖθεν εὗρε τὸν Ἀριστοβούλου παῖδα Ἀλέξανδρον στρατεύματι μεγάλῳ τὴν χώραν ἐπιόντα καὶ ὅσοις ἐντύχοι τῶν ῾Ρωμαίων πάντας κτιννύοντα. συμβαλὼν οὖν τούτῳ περὶ τὸ Ἰταβύριον ὄρος τρισμυρίους ἄγοντι Ἰουδαίους κτείνει περὶ μυρίους. καταστησάμενος δὲ τὰ ἐν Ἱεροσολύμοις ὡς Ἀντίπατρος ἤθελε, καὶ ἄλλα δὲ στρα- τηγήσας ἔργα μεγάλα, εἰς ῾Ρώμην ἀπῆρε, Κράσσῳ παραδοὺς τὴν ἀρχήν. οὗτος δ᾿ ὁ Κράσσος εἰς τὴν Ἰουδαίαν ἐλθὼν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, ὧν οὐχ ἥψατο ὁ Πομπήιος, ἦσαν δὲ δισχίλια τάλαντα, πάντα ἀφείλετο, καὶ τὸν ναὸν περιδύσας τὸν κόσμον πάντα ἐσύλησεν, εἰς τάλαντα χρυσοῦ ὀκτακισχίλια ἀριθμούμενον. ἔλαβε δὲ καὶ δοκὸν σφυρήλατον ἐκ χρυσοῦ μνῶν τριακοσίων πεποιημένην. ἡ δὲ μνᾶ παρ᾿ Ἰουδαίοις ἕλκει λίτρας δύο καὶ ἡμίσειαν. ταῦτα λαβὼν ἐπὶ Πάρθους ἐξώρμησε· καὶ ἐφθάρη σὺν τῷ στρατεύματι. Κάσσιος δὲ εἰς Συρίαν ἐκεῖθεν φυγὼν καὶ εἰς τὴν Ἰουδαίαν ἀνέβη. μέγα γοῦν παρ᾿ αὐτῷ δεδύνητο ὁ Ἀντίπατρος, καὶ παρὰ Ἰδουμαίοις, παρ᾿ οἷς ἄγεται γυναῖκα ἐξ Ἀραβίας, Κύπρον ὄνομα, ἐξ ἧς αὐτῷ τέσσαρες ἐγένοντο υἱοί, Φασάηλος καὶ Ἡρώδης, Ἰωσὴφ καὶ Φερώρας, καὶ θυγάτηρ Σαλώμη. χρόνῳ δὲ ὕστερον Καῖσαρ Ἰούλιος Γάιος, κατασχὼν τὴν ῾Ρώμην μετὰ τό Πομπήιον καὶ τὸ πλέον τῆς συγκλήτου ἐκεῖθεν φυγεῖν, λύσας τὸν Ἀριστόβουλον εἰς Συρίαν ἔπεμπε σὺν στρατεύματι. ἀλλὰ φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ τὸν Ἀριστόβουλον διαφθείρουσι. Σκιπίων δέ, ἐπιστείλαντος αὐτῷ Πομ- πηίου, τὸν Ἀριστοβούλου Ἀλέξανδρον ἐπελέκισε. μετὰ δὲ τὸν Πομπηίου θάνατον Καίσαρι πολεμοῦντι κατ’ Αἴγυπτον εἰς πολλὰ χρήσιμον ἑαυτὸν παρέσχεν Ἀντίπατρος, ὥστε τὸν Καίσαρα κεχρῆσθαι αὐτῷ εἰς πάντα τὸν πόλεμον· ὅπου καὶ τρωθῆναι συμβέβηκεν αὐτόν. ἐλθὼν δὲ καὶ Ἀντίγονος τότε ὁ Ἀριστοβούλου πρὸς Καίσαρα ἐδεῖτο λαβεῖν οἶκτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, καὶ τοῦ πατρὸς ἀνεμίμνησκε καὶ ὡς δι’ αὐτὸν ἀποθάνοι. παρὼν δὲ καὶ ὁ Ἀντίπατρος ἀπελογεῖτο. δοξάντων δὲ τῶν λόγων αὐτοῦ ἐπικρατεστέρων, ὁ Καῖσαρ Ὑρκανῷ μὲν τὴν ἀρχιερωσύνην ἐπεβεβαίωσεν, Ἀντίπατρον δὲ ἀπέδειξε τῆς Ἰουδαίας ἐπίτροπον. ὡς δὲ Καῖσαρ εἰς τὴν Ῥώμην ἀπῄει, ὁ Ἀντίπατρος τὰ κατὰ τὴν Ἰουδαίαν καθίστα. βραδὺν δὲ ὁρῶν καὶ νωθῆ τὸν Ὑρκανόν, Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων Ἱεροσολυμιτῶν καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσι, τὸν δὲ μετ’ αὐτὸν Ηρώδην, ὄντα λίαν νεώτατον, τῆς Γαλιλαίας προυστησατο. Γενναῖος δ’ ὢν ὁ Ἡρώδης τὸ φρόνημα, ἀφορμὴν εἰς ἐπίδειξιν ἀρετῆς τὴν ἀρχὴν ἐποιήσατο, καὶ τὸν ἀρχιλῃστὴν Ἐζεκίαν σὺν μεγάλῳ στίφει τὰ προσεχῆ τῆς Συρίας ληιζόμενον συλλαβὼν κτείνει, καὶ πλείστους τῶν σὺν αὐτῷ· ὅθεν τοῖς Σύροις πεφίλητο. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξτῳ Καίσαρι γνώριμος, ὄντι τοῦ μεγάλου Καίσαρος συγγενεῖ καὶ ἄρχοντι τῆς Συρίας. ζηλοῖ δὲ τὸν ἀδελφὸν καὶ Φασάηλος. ταῦτα δὲ ἐποίει τιμῆς ὑπὸ τοῦ ἔθνους τυγχάνειν βασιλικῆς τὸν Ἀντίπατρον. οἱ δ’ ἐν τέλει τῶν Ἰουδαίων διὰ ταῦτα ἐβάσκαινον τῷ Ἀντιπάτρῳ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ ἐδεδίεσαν ὁρῶντες βίαιον καὶ τολμηρὸν τὸν Ἡρώδην καὶ τυραννίδος ἐρῶντα, καὶ κατηγόρουν Ἀντιπάτρου πρὸς Ὑρκανόν, καὶ ἠρέθιζον κατ᾿ αὐτοῦ καὶ τῶν παίδων αὐτοῦ, λέγοντες μὴ ἐπιτρόπους εἶναι τῶν τῆς βασιλείας πραγμάτων, ἀλλὰ δεσπότας. καὶ γὰρ τὸν Ἡρώδην κτεῖναι τὸν Ἐζεκίαν καὶ πολλοὺς τῶν σὺν ἐκείνῳ, τοῦ νόμου ἀπειρηκότος ἄνθρωπον ἀναιρεῖσθαι, κἂν πονηρὸς εἴη, εἰ μὴ πρότερον ὑπὸ τοῦ συνεδρίου κατακριθείη. Ὑρκανὸς δὲ τούτοις ἠρέθιστο εἰς ὀργήν. προσεξῆψαν δὲ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων, παρακαλοῦσαι ἵνα δίκας ὑπόσχῃ τῶν πεπραγμένων. κινηθεὶς οὖν ὁ Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον. ὁ δὲ ἧκε μετὰ στίφους ἀποχρῶντος αὐτῷ, ὥστε μὴ γυμνὸν καὶ ἀφύλακτον ἰέναι πρὸς δίκην. ἐλθὼν δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ στίφους κατέπληξεν ἅπαντας, καὶ οὐδεὶς ἐθάρρει κατηγορεῖν αὐτοῦ, ἀλλ᾿ ἦν ἀπορία τοῦ τί χρὴ ποιεῖν. εἷς δέ τις Σαμαῖος ὀνόματι, δίκαιος ἀνὴρ καὶ πεποιθὼς ὡς λέων, εἶπεν “ὦ ἄνδρες, οὐκ οἶδά τινα τῶν κεκλημένων εἰς δίκην οὕτω παραστάντα, οὔτε ὑμεῖς, οἶμαι, ἀλλὰ πᾶς κριθησόμενος δεδιότος παρίσταται σχήματι, ὁ δὲ βέλτιστος Ἡρώδης φόνων δίκην φεύγων ἕστηκε περὶ αὐτὸν ἔχων ὁπλίτας, εἰ κατακριθείη κατὰ τὸν νόμον, κτενοῦντας ἡμᾶς. ἀλλ᾿ Ἡρώδην μὲν οὐ μεμψαίμην, ὑμᾶς δὲ τοσαύτην ἄδειαν παρασχόντας αὐτῷ. ἴστε τοίνυν δίκαιον τὸν θεόν, καὶ ὡς οὗτος, ὃν νῦν δι᾿ Ὑρκανὸν ἀπολῦσαι βούλεσθε, κολάσει ὑμᾶς ποτε καὶ αὐτὸν Ὑρκανόν.” ὅτι δὲ ταῦτα εἰς ἔργον ἐξέβη δηλώσει προϊὼν ὁ λόγος. Ὑρκανὸς δὲ εἰς ἄλλην ἡμέ- ραν τὴν δίκην ὑπερέθετο, καὶ λάθρᾳ ὑπέθετο τῷ Ἡρώδῃ τὴν πόλιν ὑπεξελθεῖν. καὶ ὁ μὲν ἀπῄει, οἱ δὲ τοῦ συνεδρίου ἠγανάκτουν. Σέξτου δὲ τὴν στρατηγίαν τῆς Κοίλης Συρίας χρημάτων τῷ Ἡρώδῃ ἀπο- δομένου, οὐ πολὺ τὸ ἐν μέσῳ παρῆλθε καὶ ἧκεν Ἡρώδης σὺν στρατιᾷ, ὀργιζόμενος κατὰ Ὑρκανοῦ ὅτι ὅλως εἰς δίκην ἐκλήθη. ἐκώλυσαν δὲ αὐτὸν τοῖς Ιεροσολύμοις προσβαλεῖν ὁ πατὴρ καὶ ὁ ἀδελφός.