Ancient Greek · ~17 min
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.9.1
Not analysed yet
Κασσίου δὲ ἐκ Συρίας ἀπάραντος πρὸς Ἀντώνιον, ὁ Ἡρώδης ἐν διαφόροις ἠρίστευσε, καὶ τῷ Ἀριστοβούλου δὲ υἱῷ Ἀντιγόνῳ ἄρτι τῶν ἄκρων ἐπιβάντι τῆς Ἰουδαίων γῆς ὑπαντήσας μάχῃ· ἐνίκησε καὶ τῶν ὁρίων ταύτης ἐξέωσεν. ὅθεν ἀφικόμενον εἰς Ἱεροσόλυμα ἐστεφάνου ὅ τε δῆμος καὶ Ὑρκανός. μνηστεύεται δὲ καὶ τὴν Ὑρκανοῦ θυγατριδῆν Ἀλεξάνδρου δὲ θυγατέρα τοῦ Ἀριστοβούλου παιδός. εἶχε δὲ πρότερον ἑτέραν γυναῖκα δημότιν, Δωρίδα καλουμένην, ἐξ ἧς αὐτῷ παῖς Ἀντίπατρος γίνεται τῶν ἄλλων πρεσβύτερος. Ἀντωνίου δὲ καὶ Καίσαρος Κάσσιον καὶ Βροῦτον περὶ Φιλίππους νενικηκότων, ὁ μὲν ἐπὶ Γαλλίας ἐχώρει, πρὸς δὲ τὴν Ἀσίαν Ἀντώνιος. γενομένῳ δ᾿ ἐν Βιθυνίᾳ πανταχόθεν ἀπήντων πρεσβεῖαι. παρῆσαν δὲ καὶ Ἰουδαῖοι κατηγοροῦντες Φασαήλου τε καὶ Ἡρώδου. ἐλθόντα δὲ τὸν Ἡρώδην ἐπὶ ἀπολογίᾳ διὰ τιμῆς ἦγεν Ἀντώνιος, καὶ οὐδὲ λόγου ἠξίωντο οἷ κατήγοροι, χρήμασι ταῦτα τοῦ Ἡρώδου πριαμένου παρ’ Ἀντωνίου. ἐλθόντι δ’ εἰς Ἔφεσον Ἀντωνίῳ ἔπεμψεν Ὑρκανὸς στέφανον χρυσοῦν, καὶ ἠξίου τοὺς Ἰου- δαίους, οὓς ᾐχμαλώτισε Κάσσιος οὐ νόμῳ πολέμου, ἐλευθέρους ἀπολυθῆναι καὶ τὴν χώραν ἀποδοθῆναι, ἣν αὐτοὺς ἀφείλετο Κάσσιος. δικαίαν οὖν εἶναι κεκρικὼς τὴν ἀξίωσιν εἰς ἔργον ἐκβῆναι προσέταξε. μετὰ ταῦτα εἰς Συρίαν παραγενομένῳ τῷ Ἀντωνίῳ καὶ ὑπὸ τῶν τῆς Κλεοπάτρας ἐρώτων κεκρατημένῳ προσίασιν ἄνδρες ἑκατὸν Ἰουδαίων οἱ δυνατώτατοι, καὶ κατηγόρουν Ἡρώδου καὶ τῶν περὶ αὐτόν, παρόντος καὶ Ὑρκανοῦ. Ἀντώνιος δὲ πυνθάνεται Ὑρκανοῦ πότεροι τοῦ ἔθνους προΐστανται ἄμεινον· καὶ ὃς τοὺς περὶ Ἡρώδην εἶπεν, ὤν αὐτοῦ κηδεστής. ὁ γοῦν Ἀντώνιος οἰκείως πρὸς αὐτοὺς ἔχων διὰ τὴν τοῦ πατρὸς αὐτῶν ξενίαν καὶ ἄμφω τετράρχας ὠνόμασε καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπέτρεψε πράγματα· καὶ δέκα δήσας τῶν κατηγόρων ἔκτεινεν ἂν αὐτούς, εἰ μὴ οἱ ἀδελφοὶ παρῃτήσαντο. αὖθις δὲ χίλιοι τῷ Ἀντωνίῳ περὶ Τυρὸν ὑπήντησαν. ὁ δὲ δώροις προκατειλημμένος τῷ κατὰ τόπον ἄρχοντι κολάσαι τοὺς Ἰουδαίους ἐκέλευσεν, ὡς νεωτερίζοντας. ὁ δὲ Ἡρώδης ἀπιέναι ταχὺ αὐτοῖς συνεβούλευεν, ἵνα μὴ μεγάλου πειραθῶσι κακοῦ. ὡς δ’ οὐχ ὑπήκουον, ἐκδραμόντες οἱ Ῥωμαῖοι τινὰς μὲν ἀπέκτειναν, πολλοὺς δ᾿ ἐτραυμάτισαν· καὶ οἱ λοιποὶ διαφυγόντες ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου, παροξυνθεὶς ὁ Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν. Ἀντίγονος δὲ Πακόρῳ τῷ Παρθῶν βασιλεῖ ὑπισχνεῖται χίλια δώσειν τάλαντα καὶ γυναῖκας παντακοσίας, ἢν τὴν ἀρχὴν Ὑρκανὸν ἀφέλωνται καὶ παραδῶσιν αὐτῷ καὶ τοὺς περὶ Ἡρώδην ἀνέλοιεν. διὰ ταῦτα ἐπὶ τὴν Ἰουδαίαν κατάγοντες Ἀντίγονον οἱ Πάρθοι ἐστράτευσαν· οἷς πολλάκις οἱ περὶ Ἡρώδην συμμίξαντες ἐκράτουν. ὁ δὲ τῶν Παρθῶν στρατηγὸς σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν πόλιν ἧκεν, ὡς τάχα κατευνάσων τὴν στάσιν, τὸ δ᾿ ἀληθὲς ὡς Ἀντιγόνῳ συμπράξων. Φασαήλου δὲ ξενίσαντος αὐτόν, πείθει τὸν Φασάηλον παρὰ Βαρζαφαρμάνην ἐλθεῖν πρεσβεύοντα. καὶ ᾤχοντο Ὑρκανὸς καὶ Φασάηλος πρεσβεύοντες, Ἡρώδου μὴ συναινοῦντος· ὁ δὲ στρατηγὸς προύπεμπε σφᾶς. καὶ ὁ Βαρζαφαρμάνης τὸ μὲν πρῶτον γνησίως αὐτοὺς ὑπεδέξατο, ἔπειτα ἐπεβούλευε. καὶ οἱ περὶ Φασάηλον ἐν ὑποψίαις ἦσαν κατὰ τῶν βαρβάρων, ἔγνων δὲ καὶ νύκτωρ λάθρᾳ παρ’ αὐτῶν φυλασσόμενοι. μεμήνυτο δ᾿ αὐτοῖς ὅτι καὶ συνελήφθησαν ἄν, εἰ μὴ ὑπερετίθεντο οἱ βάρβαροι μέχρις ἂν Ἡρώδης τοῖς ἐκεῖ Πάρθοις ληφθείη, μὴ τὰ περὶ αὐτῶν μαθὼν διαφύγοι. Φασαήλῳ μὲν οὖν τινες συνεβούλευον εὐθὺς παριππάσασθαι, Ὀφέλλιος δὲ γαῖ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο· ἐγγὺς γὰρ ἡ θάλασσα ἦν. ὁ δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἐβούλετο. συλλαμβάνονται οὖν καὶ δεσμοῦνται. Ἡρώδης δὲ ταῦτα μαθών, οὓς εἶχεν ὁπλίτας λαβὼν νυκτὸς καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν ἐγγεγυημένην αὐτῷ παῖδα τῆς Ὑρκανοῦ θυγατρὸς καὶ τὴν τῆς μνηστῆς ταύτης μητέρα τήν τε θεραπείαν πάσαν τὴν ἐπὶ Ἰδουμαίαν ἀπῄει, τοὺς πολεμίους λαθών. τοῦ ζεύγους δὲ περιτραπέντος ἐν τῇ ὁδῷ, καὶ τῆς μητρὸς αὐτοῦ κινδυνευούσης ἀποθανεῖν, μικροῦ ἑαυτὸν διεχρήσατο. ἀνακτησάμενος οὖν τὴν μητέρα καὶ θεραπείας ὡς ὁ καιρὸς ἤπειγεν ἀξιώσας, ἐβάδιζε συντονώτερον πρὸς Μασάδαν τὸ ἔρυμα. ἐν τῷ μέσῳ δὲ καὶ πρὸς Πάρθους διώκοντας μαχεσάμενος καὶ πρὸς Ἰουδαίους αὖθις ἐπιθεμένους αὐτῷ, ἐνίκησε καὶ ἐκράτησε. τοῦ μέντοι πλήθους τοῦ συνεπομένου αὐτῷ πολλοῦ ὄντος, τοῦ δὲ τῆς Μασάδας φρουρίου, πρὸς ὅπερ ἠπείγοντο, οὐκ ἐξαρκοῦντος ἅπαντας ὑποδέξασθαι, τοὺς μὲν πλείους ἀπέλυσε, δοὺς σφίσιν ἐφόδια, ὅσοι δὲ ἦσαν κοῦφοι καὶ τοὺς ἀναγκαιοτάτους ἔχων εἰς τὸ ἔρυμα παραγίνεται. καὶ ἀφεὶς αὐτόθι τάς τε γυναῖκας καὶ τὴν θεραπείαν ἀρκοῦντα τὰ ἐπιτήδεια ἔχοντας, αὐτὸς ἐπὶ τὴν Πέτραν τῆς Ἀραβίας ἐξώρμησεν. ἕωθεν δὲ τὰ μὲν ἄλλα τῶν Ἱεροσολυμιτῶν οἱ Πάρθοι διήρπαζον καὶ αὐτὰ τὰ βασίλεια, μόνων δὲ ἀπείχοντο τῶν Ὑρκανοῦ χρημάτων, ὄντων εἰς ὀγδοήκοντα τάλαντα· καὶ τὴν χώραν δὲ ἐκάκουν οἱ Πάρθοι.