Ancient Greek · ~12 min
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.8.1
Not analysed yet
Καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν ἐν τούτοις ἦν, τὰ δὲ κατὰ τὴν Συρίαν τετάρακτο ἐξ αἰτίας τοιαύτης. Βάσσος Καικίλιος, εἷςτῶν τὰ Πομπηίου φρονούντων, κτείνει μὲν Σέξτον Καίσαρα δι’ ἐπιβουλῆς, αὐτὸς δὲ τῶν πραγμάτων ἐκράτει. τῶν δὲ Καίσαρος Ἰουλίου στρατηγῶν κατὰ Βάσσου ὡρμηκότων, ὁ Ἀντίπατρος αὐτοῖς διὰ τῶν υἱῶν συνεμάχησε, μεμνημένος ὧν ὑπὸ τοῦ Καίσαρος εὐηργέτητο. τριβομένου δὲ τοῦ καιροῦ ἐν τῷ πολέμῳ, Μάρκος ἦλθεν ἐκ Ῥώμης εἰς τὴν τοῦ Σέξτου ἀρχήν. ὁ δέ γε Καῖσαρ ὑπὸ τῶν περὶ Βροῦτον καὶ Κάσσιον ἐν Ῥώμῃ κτείνεται. πολέμου δὲ συνερρωγότος ἐπὶ τῷ θανάτῳ τοῦ Καίσαρος, καὶ τῶν ἐν τέλει ἐπὶ στρατιάς συλλογὴν ἄλλων ἀλλαχῇ διεσπαρμένων, Κάσσιος ἀφικνεῖται εἰς Συρίαν, καὶ περιιὼν ταύτην ὅπλα καὶ στρατιώτας συνήθροιζε, καὶ ἐφορολόγει βαρύτατα, καὶ ἐξ Ἰουδαίας ἑπτακόσια τάλαντα ἀργυρίου ἐπράξατο, ὣν τὴν εἴσπραξιν ὁ Ἀντίπατρος τοῖς υἱοῖς ἀμφοῖν κατεμέρισεν. ὁ οὑν Ἡρώδης πρῶτος ὅσα ἦν αὐτῷ προστεταγμένον Κασσίῳ προσενεγκών, φίλος ἦν αὐτῷ ἐς τὰ μάλιστα. ἀνῃρέθη δ’ ἂν ὑπὸ Κασσίου ὁ Μάλιχος, εἰ μὴ ὁ Ὑρκανὸς ἐπέσχεν αὐτῷ τὴν ὁρμήν, ἑκατὸν ταλάντοις δεξιωσάμενος δι’ Ἀντιπάτρου αὐτόν. ἤδη δὲ Κασσίου μεταστάντος τῆς Ἰουδαίας Ἀντιπάτρῳ Μάλιχος ἐπεβούλευεν, ὡς εἰ οὗτος φθαρείη, ἀσφαλείας ἐσομένης τῷ Ὑρκανῷ περὶ τὴν ἀρχήν. ταῦτα δ᾿ οὐκ ἔλαθε τὸν Ἀντίπατρον, ἀλλ’ ἠσφαλίζετο ἑαυτόν· καὶ ὁ Μάλιχος ἠρνεῖτο μεθ’ ὅρκων. Μάρκος δ᾿ ἐν τῇ Συρίᾳ στρατηγῶν μικροῦ ἀνεῖλεν ἂν τὸν Μάλιχον, εἰ μὴ Ἀντίπατρος παρακαλέσας αὐτὸν περιέσωσε. Κάσσιός γε μὴν καὶ Μάρκος ἀθροίσαντες στρατιὰν τῷ Ἡρώδῃ τὴν ἐπιμέλειαν ἐνεχείρισαν, στρατηγὸν αὐτὸν Κοίλης Συρίας ποιήσαντες, ὑποσχόμενοι καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον, ὃς τότε πρὸς Ἀντώνιον καὶ τὸν νέον Καίσαρα συγκεκρότητο. ὅτε καὶ άλιχος τὸν Ὑρκανοῦ οἰνοχόον χρήμασιν ὑπελθὼν φαρμάκῳ κτείνει Ἀντίπατρον· παρὰ γὰρ Ὑρκανῷ εἱστιῶντο ἑκάτεροι. γνόντων δὲ τὴν ἐπιβουλὴν τῶν Ἀντιπάτρου υἱῶν, ὁ Μάλιχος ἔξαρνος ἦν. τῷ μὲν οὖν Ἡρώδῃ εὐθὺς ἐδόκει τὸν φόνον τοῦ πατρὸς ἐκδικεῖν, ὁ δέ γε Φασάηλος δόλῳ μᾶλλον ἤθελε τὸν Μάλιχον μετελθεῖν, ἔνα μὴ ἐμφυλίου πολέμου γένωνται αἴτιοι. πιστεύειν οὑν τῇ ἀρνήσει τοῦ Μαλίχου ὑπεκρίνοντο. ἐνστάσης δὲ ἑορτῆς ἐν Ἱεροσολύμοις ἧκεν Ἡρώδης μετὰ στρατιᾶς εἰς τὴν πόλιν· Ὑρκανὸς δὲ Μαλίχῳ πεισθεὶς ἐκώλυεν αὐτῷ τὴν εἰς τὴν πόλιν εἰσέλευσιν, προφάσει τοῦ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἀναμίγνυσθαι τῷ πλήθει ἁγνεύοντι. ὁ δὲ μὴ φροντίσας τῶν λόγων εἴσεισι νυκτὸς εἰς τὴν πόλιν. Μάλιχος δ’ ἔτι τῆς ὑποκρίσεως εἴχετο, δακρύων τὸν Ἀντίπατρον καὶ ὡς φίλον ἀνακαλούμενος, κρύφα δὲ ἐποιεῖτο τοῦ σώματος φυλακήν. ἑλόντος δὲ Κασσίου τὴν Λαοδίκειαν, ἄμφω πρὸς αὐτὸν ἀπῄεσαν. καὶ Ἡρώδης μὲν ἐκεῖ τῖσαι δίκας τὸν Μάλιχον ἐταμίευεν· ὁ δὲ ὑποπτεύσας τὸ πρᾶγμα, τοῦ παιδὸς αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ, ἐμελέτησε τοῦτον ὑποκλέψαι, καὶ εἰς τὴν Ἰουδαίαν ἀπᾶραι καὶ τὴν ἀρχὴν κατασχεῖν. Ἡρώδης δὲ τὴν γνώμην τοῦ Μαλίχου ὑπονοήσας, προεισπέμψας εἰς Τυρὸν λάθρᾳ πείθει τοὺς χιλιάρχους πρὸς Μάλιχον ἐξελθεῖν καὶ διαφθεῖραι αὐτόν. ἤδη γὰρ αὐτοῖς παρὰ Κασσίου προώριστο συμπράττειν Ἡρώδῃ ἐπὶ δικαίᾳ πράξει. οἱ δὲ πλησίον τῆς πόλεως αὐτῷ ὑπαντήσαντες κατακεντοῦσιν αὐτόν. Ὑρκανὸς δὲ ὑπὸ φόβου ἄφωνος ἦν. ἀνενεγκὼν δὲ ἠρώτα ὅπως ἀνῄρηται Μάλιχος· καὶ ἀκούσας ὅτι Κασσίου προστάξαντος, ἐπῄνεσε τὴν πρᾶξιν, πονηρὸν εἰπὼν εἶναι καὶ τῆς πατρίδος ἐπίβουλον.