Ancient Greek · ~17 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.1.1
Not analysed yet
Καὶ Ἡρώδης μὲν οὕτως ἀπέτισε τὸ χρεών, Ἀρχέλαος δὲ εἰς τὸ ἱερὸν ἀνελθὼν καὶ εὐφημηθεὶς ἐπὶ θρόνου τε καθίσας χρυσοῦ ἐδεξιοῦτο τὸ πλῆθος. τοῦ μέντοι στρατεύματος καὶ τὸ διάδημα περιτιθέντος αὐτῷ, οὐκ ἐδέξατο, εἰ μὴ πρότερον Καῖσαρ τὰς πατρικὰς διαθήκας ἐπικυρώσειε· καὶ θύσας ἐπ᾿ εὐωχίαν ἐτράπετο. Συνελθόντες οὖν τῶν Ἰουδαίων τινὲς Ματθίαν καὶ τοὺς σὺν αὐτῷ κολασθέντας ὑπὸ Ἡρώδου διὰ τὴν τοῦ χρυσοῦ ἀετοῦ κατάσπασιν ὠλοφύροντο, ἐπὶ μέγα τὴν οἰμωγὴν αἴροντες· συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τοὺς ὑφ᾿ Ἡρώδου τιμωμένους κολάσαντα τὸν Ἀρχέλαον ἐκδικῆσαι τοὺς τεθνεῶτας, καὶ πρὸ τῶν ἄλλων τὸν ἀρχιερέα παῦσαι, ἕτερον δὲ καταστήσασθαι νομιμώτερον. τούτοις Ἀρχέλαος καίπερ ἀχθόμενος τὴν ὁρμὴν αὐτῶν ἐπέχων ἐπένευε καὶ τὸν στρατηγὸν τῷ πλήθει διαλεξόμενον ἔστειλεν, ὡς οὐ νῦν τούτων καιρός, ἀλλ᾿ ὅταν αὐτῷ ἡ ἀρχὴ βεβαιωθῇ ἐπινεύσει τοῦ Καίσαρος. οἶ δὲ βοῶντες καὶ θορυβοῦντες οὐκ εἴων λέγειν τὸν στρατηγόν, οὐδέ του ἄλλου ἠνείχοντο ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τῶν στάσεων ὡρμημένου λέγειν αὐτοῖς. ἄρτι δὲ τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστηκυίας, καὶ πλήθους πάντοθεν συρρεύσαντος εἰς τὸ ἱερόν, ἐπὶ μέγα τὴν στά- σιν ἐξᾶραι προεθυ μοῦντο. ὅ δείσας Ἀρχέλαος χιλίαρ- χον μετὰ σπείρας ἐξέπεμψε τὴν ὁρμὴν καταστελοῦντα τοῦ δήμου τοῦ στασιάζοντος. καὶ οἶ στασιασταὶ πα- παραχρῆμα ἐπὶ τοὺς στρατιώτας ὡρμήκασι καὶ κατέ- λευσαν τοὺς πλείστους αὐτῶν, ὀλίγοι δέ τινες καὶ ὁ χιλίαρχος τραυματίαι διέφυγον. Ἀρχέλαος δὲ συνι- δὼν ὡς εἰ μὴ τὸ τῆς πληθύος Sρμημα κωλυθῆ̣, εἰς μέγα κακὸν τὰ τῆς στάσεως ἀποβήσεται, ἐκπέμπει πᾶν τὸ στρατόπεδον· καὶ εἰς μὲν τρισχιλίους ἀνῃρἐ- ἀνῃρέθησαν, οἶ δέ γε λοιποὶ ἐπὶ τὰ ὄρη διεσκεδάσθησαν. καὶ κήρυγμα γέγονε πάντας ἀναχωρεῖν ἐπὶ τὰ οἰ- κεἴα· οἶ δὲ τὴν ἑορτὴν λιπόντες ἀπῄεσαν. Ἀρχέλαος δὲ ἐπί Ρώμην ἐξέπλει σὺν τῇ μητρί, Φιλίππῳ τῷ ἀδελφῷ πιστεύσας τὰ πράγματα ’συνεξ- συνεξῄει δὲ αὐτῷ καὶ Σαλώμη ἡ ἀδελφὴ Ἡρώδου. καὶ Ἀντίπας δὲ ὁ ‘Πρώδου υἱὸς ἑτέρωθεν ἐπὶ Ρώμην ὥρ- μητο, καὶ αὐτὸς τῆς βασιλείας ἀντιληψόμενος, ὡς ἐν προτέραις διαθήκαις καταγεγραμμένης αὐτῷ ’ἐπτέ- ρου δὲ τοῦτον πρὸς τὰς ἐλπίδας Σαλώμη. ἐπεὶ δὲ εἰς ῥώμην ἀφίκοντο καὶ παρέστησαν Καίσαρι, οἶ μὲν ὑπὲρ Ἀρχελάου τοὺς λόγους πεποίηντο, οἱ δὲ ὑπὲρ Ἀντίπᾳ, τοῦ Ἀρχελάου κατηγοροῦντες. Καῖσαρ δὲ μᾶλλον ὑπὲρ Ἀρχελάου ῥοπὴν ἐδείκνυ. Ἐν τούτοις δὲ ἀγγέλλεται Καίσαρι τὸ τῶν Ιου- δαίων ἔθνος στασιάσαν καὶ τοὺς ἐκεῖ Ῥωμαίους πο- λιορκοῦν. κατὰ γὰρ τὴν τῆς πεντηκοστῆς ἑορτὴν μυριάδων πολλῶν συναθροισθεισῶν πανταχόθεν, ὑπ’ αὐτῶν οἱ Ῥωμαῖοι συγκατεκλείσθησαν καὶ αὐτὸς Σα- βῖνος· στρατηγὸς δὲ ἦν οὗτος Ῥωμαίων. καὶ μάχη ἦν καρτερά, καὶ οἶ‘ρωμαῖοι ἐκράτουν. περιοδεύσαν- τες οὑν οἶ Ἰουδαῖοι ἐπὶ τὰς στοὰς ἀνῆλθον τὰς ἔξω τοῦ ἱεροῦ, κἀντεῦθεν ἐξ ὑπερδεξίων βάλλοντες με- γάλα ἔβλαπτον τοὺς Ῥωμαίους. οἶ δὲ πῦρ ταῖς στοαῖς ἐνιᾶσι καὶ τοῦτο ὑπέτρεφον ὕλαις ἐγείρειν φλόγα πεφυκυίαις· καὶ ταχὺ ἥπτετο τοῦ ὀρόφου, καὶ οἶ ἐπὶ τῶν στοῶν οἶ μὲν τῷ ὀρόφῳ καταρρηγνυμένῳ συγκατεφέροντο, τοὺς δὲ περισταδὸν ἔβαλλον οἶ πολέμιοι, οἶ δὲ εἰς τὸ πῦρ ἐνίεσαν ἑαυτούς, οἶ δὲ τοῖς ἑαυτῶν ἐκτείνοντο ξίφεσιν, ἐσώθη τε τῶν ἐν ταῖς στοαῖς ἀνελθόντων οὐδ’ ὁστισοῦν. καὶ οἱ Ῥωμαῖοι ἐκράτουν τοῦ ἱεροῦ θησαυροῦ, καὶ πολλὰ μὲν ὑπὸ τῶν στρατιωτῶν διήρπαστο, Σαβῖνος δὲ εἰς τὸ φανερὸν τετρακόσια περιέσωσε τάλαντα. οἵ γε μὴν περιλελειμμένοι τῶν μαχομένων τὸ βασίλειον περισχόντες πῦρ αὐτῷ ἐμβαλεῖν ἠπείλουν καὶ ἅπαντας κτεῖναι, εἰ δ᾿ ἀπίοιεν, ἄδειαν τοῖς Ῥωμαίοις ἐπηγγέλλοντο καὶ Σαβίνῳ· καὶ πολλοὶ τῶν βασιλικῶν πρὸς αὐτοὺς ηὐτομόλησαν. Ῥοῦφος δὲ καὶ Γράτος, τρισχιλίους τοῦ Ἡρώδου στρατεύματος ἔχοντες ἄνδρας ἐρρωμένους τοῖς σώμασι, Ῥωμαίοις προστίθενται. Ἰουδαῖοι δὲ οὐ μεθίεντο τῆς πολιορκίας, καὶ ὁ Σαβῖνος ἐκαρτέρει πολιορκούμενος. Ἐπὶ τούτοις καὶ ἕτεροι θόρυβοι τὴν Ἰουδαίαν κατέλαβον. Ἰούδας γὰρ Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἷός τοῦ ὑφ’ Ἡρώδου μεγάλοις ληφθέντος πόνοις, συστησάμενος πλῆθος τῷ περὶ Σέπφωριν τῆς Γαλιλαίας ἐπέδραμε βασιλείῳ, καὶ τῶν ἐκεῖ κρατήσας ὅπλων ὥπλισε τοὺς περὶ αὐτόν, φοβερός τε ἅπασιν ἦν. ἀλλὰ καὶ Σίμων, δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, ἀνὴρ δ᾿ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος προύχων, ἀρθεὶς τῇ ταραχῇ τῶν πραγμάτων ἐτόλμησε περιθέσθαι διάδημα. καὶ πλήθους συστάντος περὶ αὐτόν, βασιλεὺς καὶ αὐτὸς ἀναρρηθεὶς τὸ ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησι, καὶ ἄλλους δὲ τῶν βασιλικῶν οἴκων, διαρπάσας τὰ ἐν αὐτοῖς. ἀλλὰ, τούτῳ Γράτος μάχην συνάψας τό τε πολὺ του μετ αὐτοῦ πλήθους διέφθειρε καὶ αὐτοῦ τοῦ Σίμωνος τὴν κεφαλὴν κρατήσας ἀπέτευε. καὶ ἄλλοι δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐγένοντο, κακοῦντες καὶ Ῥωμαίους καὶ τοὺς βασιλικούς.