Ancient Greek
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.2.1
Not analysed yet
Οὔαρος δ’ ἐν Συρίᾳ μαθὼν τὰ κατὰ τὸν Σαβῖνον, ἠπείγετο τοῖς ἐν Ἰουδαίᾳ πολιορκουμένοις ἀλέξασθαι. ἀθροισθείσης δὲ ἐν Πτολεμαί· δι τῆς αὐτοῦ δυνάμεως πάσης, μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς Γαλιλαίους ἐξέπεμψε πολεμεῖν ὃς συμβαλὼν ἐκείνοις ἐκράτησεν. Οὔαρος δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσιὼν εἰς Ἱεροσόλυμα, εἰς δειλίαν τοὺς πολιορκοῦντας τῶν Ἰουδαίων ἐνέβαλε· καὶ λιπόντες τὴν πολιορκίαν ἡμίεργον ᾤχοντο. Οὐάρου δὲ τοῖς Ἱεροσολυμίταις ἐγκαλοῦντος διὰ τὸν πόλεμον, ἐκεῖνοι τὴν τοῦ πλήθους σύνοδον διὰ τὴν ἑορτὴν ἔλεγον γεγονέναι, τὸν δὲ πόλεμον παρὰ τόν ἐπηλύδων. καὶ ὁ Οὔαρος πέμψας κατὰ τὴν χώραν ἐπεζήτει τοὺς αἰτίους τῆς στάσεως, καὶ εὑρὼν ἐνίους ἐκόλασε· δισχίλιοι γὰρ ἐσταυρώθησαν. καὶ ἕτεροι δὲ περὶ μυρίους Οὐάρῳ κατ’ αὐτῶν ὡρμηκότι παρέδωκαν ἑαυτούς· ὁ δὲ πρὸς Καίσαρα πέμπει τοὺς ἡγεμόνας αὐτῶν· Καῖσαρ δὲ μόνους ἐκόλασεν ὅσοι συγγενεῖς ὄντες Ἡρώδου συνεστρατεύοντο τοῖς στασιασταῖς. Εἰς δὲ Ῥώμην ἐξ Ἰουδαίας πρέσβεις ἀφίκοντο, καὶ τοῦ Καίσαρος συστησαμένου συνέδριον οἶ πρέσβεις συνισταμένους ἔχοντες τῶν ἐπὶ Ῥώμης Ἰουδαίων περὶ ὀκτακισχιλίους αὐτονομίαν ᾔτουν. καὶ ἐπὶ κατηγορίαν τῶν Ἡρώδου τρέπονται παρανομημάτων· οὐ γὰρ βασιλέα, τύραννον δ’ ἐκεῖνον ἐκάλουν. πολλῶν γὰρ πολλάκις κακώσεων τῷ ἔθνει ἔφησαν συμβεβηκυιῶν οὐδεμίαν ἐξισοῦσθαι ταῖς αὐτῷ ἐπενηνεγμέναις παρ’ ἐκείνου κακώσεσιν. οἰόμενοι οὖν πάντα τῆς βασιλείας κρατήσοντα Ἡρώδου ἔσεσθαι μετριώτερον, ἀσμένως τὸν Ἀρχέλαον προσειπεῖν βασιλέα. ὁ δὲ δείσας μὴ ὥσπερ οὐχ Ἡρώδου νομίζοιτο παῖς, εἰ τοῖς Ἰουδαίοις ἠπιώτερος φαίνοιτο, τρισχιλίων ἀνδρῶν κατὰ τὸ τέμενος σφαγὴν ἐποιήσατο, καὶ ταῦτα μηδέπω σοῦ, Καῖσαρ, τὴν ἀρχὴν αὐτῷ βεβαιώσαντος. καὶ ταῦτα λέγοντες ἠξίουν βασιλείας καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκην δὲ γεγονέναι Συρίας καὶ τοῖς ἐκεῖ στελλομένοις Ῥωμαίων στρατηγοῖς ὑποκεῖσθαι. Οἱ μὲν οὖν ταῦτα ᾐτοῦντο, οἶ δὲ περὶ τὸν Ἀρχέλαον ἀπολογούμενοι τούς τε βασιλεῖς, τὸν πατέρα λέγω καὶ τόν υἱόν, τῶν ἐγκλημάτων ἀπέλυον, καὶ Ἰουδαίοις ἐπενεκάλουν στάσεις καὶ νεωτερισμούς. ὁ μέντοι Καῖσαρ βασιλέα μὲν οὐκ ἀποδείκνυσι τὸν Ἀρχέλαον, τὸ δ’ ἥμισυ δίδωσι τῆς πατρικῆς ἀρχῆς, ἐπαγγελλόμενος ὀνομάσειν καὶ βασιλέα αὐτόν, εἰ καλῶς ἄρχοι· ἦν δὲ ὁ τῆς αὐτῷ νεμηθείσης χώρας δασμὸς ὁ ἐτήσιος ἑξακόσια τάλαντα. τὴν δ’ ἑτέραν ἡμίσειαν μοῖραν διχῇ διελὼν Ἀντίπᾳ καὶ Φιλίππῳ παισὶν ἑτέροις Ἡρώδου διένειμε· καὶ τῷ μὲν Ἀντίπᾳ ἡ νεμηθεῖσα χώρα εἰσφορὰν ἐποιεῖτο διακόσια τάλαντα, Φιλίππῳ δὲ ἡ παραδοθεῖσα μερὶς ἑκατὸν εἰσ’ ἔφερε τάλαντα. τῇ δὲ Σαλώμῃ ἐφ’ οἷς ὁ Ἡρώδης κατέλιπε καὶ τὸ ἐν Ἀσκάλωνι βασίλειον δίδωσιν· ἐκ πάντων δ’ εἰσήγετο ταύτῃ δασμὸς ἐξήκοντα τάλαντα. Καὶ ταῦτα μὲν οὕτως διῴκητο· νεανίας δέ τις Ἰουδαῖος εἰσῴκισεν ἑαυτὸν εἰς τὴν Ἡρώδου συγγένειαν, ἐπεὶ τὴν μορφὴν ὡμοίωτο Ἀλεξάνδρῳ τῷ ἀνῃρημένῳ Ἡρώδου υἱῷ. καί τινα παραλαβὼν ἄνδρα πονηρόν τε καὶ συγχέαι δυνάμενον πράγματα, Ἀλέξανδρον ὠνόμαζεν ἑαυτὸν τὸν Ἡρώδου υἱόν, ὡς ὑπό τινων τῶν ἀνελεῖν ἄμφω τοὺς ἀδελφοὺς ἐσταλμένων ἄλλων ἀνῃρημένων, αὐτῶν δὲ περισωθέντων καὶ διακεκλεμμένων. καὶ λόγοις τοιούτοις ἠπάτα τοὺς ἐντυγχάνοντας, κἀντεῦθεν πλεῖστα συναγαγὼν χρήματα εἰς Ῥώμην ἠπείγετο. Καῖσαρ δὲ ἠπίστει μὲν ῥᾳδίως ἀπατηθῆναι Ἡρώδην, ἀγαγὼν δ’ εἰς ὄψιν αὐτὸν τὸν ψευδαλέξανδρον οὐκ ἠπάτητο. τὸ μὲν γὰρ εἶδος εἶχεν ἐμφερὲς πρὸς τὸν Ἡρώδου Ἀλέξανδρον, ὑπ’ αὐτουργίας δ᾿ ἐτετρύχωτο, καὶ πρὸς τὸ σκληρότερον αὐτῷ ἐπεφύκει τὸ σῶμα, ἀλλ’ οὐχ ὡς τὸ ἐκείνου ὑπὸ τρυφῆς μεμαλάκιστο. ἐξήταζεν οὖν ὁ Καῖσαρ περὶ Ἀριστοβούλου ποῖ ἂν εἴη· φαμένου δ’ ἐκείνου ἐν Κύπρῳ καταλελεῖφθαι, ἵν᾿ εἴ τι περὶ ἐμὲ συμβαίη δεινόν, μὴ πάντῃ τὸ τῆς Μαριὰμ ἐπιλίπῃ γένος, κατὰ μόνας ὁ Καῖσαρ τὸν ψευδαλέξανδρον ἀπολαβὼν τἀληθὲς ἐρεῖν αὐτῷ προετρέπετο ἐπὶ μισθῷ τοῦ τυχεῖν σωτηρίας. ὁ δὲ ἐκφαίνει τῷ Καίσαρι τὸ σκαιώρημα. ὁ Καῖσαρ δὲ ἐρρωμένον αὐτὸν πρὸς αὐτουργίαν ὁρῶν, τοῖς ἐρέταις συνέταξε· τὸν δ’ ἐπὶ τούτοις ἐκείνῳ συμπνέοντα ἔκτεινεν. Ἀρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην ἐξ Ἰωαζάρου τοὐ Βοηθοῦ, καὶ ἀντικαθίστησιν Ἐλεάξαρ τὸν ἐκείνου ἀδελφόν. καὶ Γλαφυρὰν ἄγεται πρὸς γάμον τὴν Ἀρχελάου παῖδα, Ἀλεξάνδρου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ γαμετήν, ἀφ’ οὗ καὶ τέκνα ἦν αὐτῇ, ἀπειρημένου τῷ νόμῳ ἀδελφῶν ἄγεσθαι γυναῖκας παῖδας ἐκ τῶν τεθνεώτων ἐχούσας. καὶ τὸν Ἐλεάζαρ δὲ μετὰ μικρὸν ἐκβαλὼν Ἰησοῦν ἀντεισήγαγε τόν παῖδα Σεέ. ἀνύων δ᾿ ἔτος ἐν τῇ ἀρχὴ δέκατον κατηγορήθη παρὰ Καίσαρι πρὸς τῶν ὑπηκόων ὡς ὠμῶς καὶ τὸ ὅλον τυραννικῶς κεχρημένος τοῖς πράγμασιν. ὁ τοίνυν Καῖσαρ μετακαλεῖται ταχέως αὐτόν, καὶ ἀκροασάμενος τῶν κατηγόρων κἀκείνου, ἐκείνου μὲν φυγαδείαν καταψηφίζεται, τὰ δὲ χρήματα ἀπηνέγκατο. Ὀνείρῳ δὲ τὸ μέλλον ἐδηλώθη τῷ Ἀρχελάῳ. ἐδόκει γὰρ ἀστάχυας ὁρᾶν δέκα ἀκμαίους καὶ πλήρεις σίτου βιβρωσκομένους ὑπὸ βοῶν. ἄλλοι μὲν οὖν ἄλλως ἐξηγοῦντο τὸν ὄνειρον, Σίμων δὲ τὸ γένος Ἐσσαῖος μεταβολὴν πραγμάτων ἔλεγε φέρειν Ἀρχελάῳ τὴν ὄψιν, οὐ μέντοι ἐπ᾿ ἀγαθῷ. τοὺς μὲν γὰρ βόας κακοπαθείας σύμβολον εἶναι, ζῷα ἐπ᾿ ἔργοις ταλαιπωρούμενα καὶ δηλωτικὰ πραγμάτων μεταβολῆς ὅτι δι᾿ αὐτῶν ἀρουμένη ἡ γῆ οὐκ ἐᾶται μένειν ἀκίνητος, τοὺς δὲ δέκα στάχυας σημαίνειν ἐτῶν ἀριθμόν· περιόδῳ γὰρ ἐνιαυτοῦ πληροῦσθαι τούτους καὶ ἀπαρτίζεσθαι θέρος, καὶ τὸν τῆς ἡγεμονίας χρόνον ἐξήκειν τῷ Ἀρχελάῳ. Καὶ τῇ γυναικὶ δὲ τοῦ Ἀρχελάου Γλαφυρᾷ ὄνειρος τεθέαται ἴτερος. αὕτη γάρ, ὡς ἱστόρηται, Ἀλεξάνδρῳ πρότερον συνῴκει Ἀρχελάου ὁμαίμονι· ἀναιρεθέντος δ᾿ ἐκείνου Ἰόβᾳ τῷ Λιβύων γεγάμητο βασιλεῖ· κἀκείνου δὲ τὴν ζωὴν μεταλλάξαντος Ἀρχελάῳ γίνεται τὴν συνοικοῦσαν αὐτῷ Μαριὰμ ἀποπεμψαμένῳ, καὶ ταῦτα παῖδας ἐξ Ἀλεξάνδρου ἔχουσα. 30 ἐδόκει γοῦν ἡ γυνὴ τὸν Ἀλέξανδρον αὐτῇ ἐπιστάντα μέμφεσθαί τε αὐτῇ καὶ λέγειν “Γλαφύρα, ἀληθεύειν ἄρα τὸν λόγον ἀπέδειξας ὃς ἀπίστους εἶναι τὰς γυ- ναῖκας τοῖς ἀνδράσι φησί. παρθένος γάρ μοι συνοικήσασα, καὶ παῖδας γεννήσασα ἐξ ἐμοῦ, λήθῃ τῶν ἐμῶν ἐρώτων δευτέροις γάμοις ὡμίλησας· καὶ οὐδ’ οὕτως σοι κόρος τῆς εἰς ἡμᾶς ἐγένετο ὕβρεως, ἀλλὰ καὶ τρίτον σαυτῇ νυμφίον παρακατέκλινας, καὶ ταῦτα ἐμὸν ἀδελφόν. ἀλλ’ ἐγώ σε αὖθις ἑ μὴν ποιησάμενος τῆς ἐπὶ τούτῳ ἀπαλλάξω αἰσχύνης.” ταῦτα διηγη- σαμένη πρός τὰς συνήθεις τῶν γυναικῶν μετὰ μικρὸν τελευτᾷ.