Ancient Greek
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.10.1
Not analysed yet
πρὸς τὸν Γάιον πρεσβευταί. Ἀπίων δὲ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς ἄλλα τε κατηγόρει τῶν Ἰουδαίων καὶ ὡς πάντων τῶν ὑπὸ Ῥωμαίους βωμοὺς τῷ Γαΐῳ καὶ ναοὺς ἀνιστώντων καὶ ὡς θεὸν τιμώντων οὗτοι μόνοι ἄδοξον ἥγηνται ἀνδριᾶσι τιμᾶν αὐτὸν καὶ ὅρ- κιον αὐτοῦ ποιεῖσθαι τὸ ὄνομα. ἐπὶ τούτοις Φίλων τῆς τῶν Ἰουδαίων πρεσβείας προεστηκώς, ἀνὴρ ἔνδοξος καὶ φιλοσοφίας οὐκ ἄπειρος, ἕτοιμος ἢν ὑπεραπολογήσασθαι τῶν ὁμοεθνῶν. ὁ δὲ Γάιος οὐκ ἠνέσχετο, κελεύσας ἐκποδὼν ἀπελεύσεσθαι, δῆλός τε ἦν κακώσων αὐτούς. καὶ ὁ Φίλων ἐξελθὼν περιυβρισμένος φησὶ πρὸς τοὺς περὶ αὐτὸν Ἰουδαίους ὡς χρὴ θαρρεῖν οὐ γὰρ εἰς αὐτοὺς ὁ Γάιος πεπαρῴνηκεν, εἰς δὲ τὸ θεῖον αὐτό. Ὁ δ᾿ αὐτοκράτωρ δεινὸν ἡγούμενος ὑπὸ Ἰουδαίων μὴ ὡς θεὸς σεβασθῆναι, Πετρώνιον ἐκπέμπει διάδοχον τῆς Οὐιτελλίου ἀρχῆς, κελεύσας χειρὶ πολλῇ ἐμβαλεῖν εἰς τὴν Ἰουδαίαν καὶ ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῶ ναῷ τοῦ θεοῦ· εἰ δὲ μὴ ἑκόντες παραχωροῖεν, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. καὶ ὁ Πετρώνιος τὴν τῆς Συρίας παρειληφὼς ἀρχὴν ἠπείγετο πληρώσων τὰς τοῦ Καίσαρος ἐντολάς. καὶ εἰς Πτολεμαΐδα γενομένῳ προσῆλθον Ἰουδαίων πολλαὶ μυριάδες δεόμεναι μὴ βιάζεσθαι σφᾶς ἐπὶ παραβάσει τῶν πατρίων, “Εἰ δ᾿ ἀπαραίτητος εἶ”, ἔλεγον, “ἡμᾶς πρότερον διαχειρισάμενος οὕτως ἔστα τὸ ἄγαλμα. Πετρώνιος δ᾿ ἀπεκρίνατο ὡς εἰ μὲν ἀφ᾿ ἑαυτοῦ ταῦτ᾿ ἔπραττον, δίκαιος ἦν πρός με ὑμῖν ὁ λόγος· Καίσαρος δὲ κελεύσαντος Πᾶσα ἀνάγκη τὰ ἐκείνῳ δεδογμένα πληροῦν. ταῦτα εἰπὼν ἐπὶ Τιβεριάδα ἀφίκετο, κατανοήσων ὡς γνώμης ἔχουσιν Ἰουδαῖοι. καὶ πολλαὶ· μυριάδες συνήντων αὐτῷ ἱκετεύουσαι μὴ εἰς ἀνάγκας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντι τὴν πόλιν. καὶ ὁ Πετρώνιος ἔφη “πολεμήσετε ἄρα;” οἶ δ᾿ “οὐ πολεμήσομεν” ἔφασαν, “τεθνηξόμεθα δὲ πρότερον ἢ παραβῆναι τὰ πάτρια,” καὶ παρεῖχον ἑαυτοὺς ἀποσφάττεσθαι. καὶ ταῦτα ἐφ᾿ ἡμέρας ἐπράτ- τετο τεσσαράκοντα. Ἀριστόβουλος δὲ ὁ Ἀγρίππου ἀδελφὸς καὶ ἄλλοι τῶν ἐκκρίτων ἐδέοντο Πετρωνίου μηδὲν εἰς ἀπόνοιαν τὸ πλῆθος παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν τοῦ ἀνδριάντος ὑποδοχήν· ἴσως γὰρ μαλαχθέντα αὐτὸν ἀποστῆναι τοῦ δόξαντος· εἰ δ’ ἐμμένοι καὶ αὖθις τῇ ψήφῳ, τότε καὶ αὐτὸν τοῦ πράγματος ἅπτεσθαι. Πετρώνιος δὲ πεισθεὶς ἐπέστειλε τῷ Γαί· ῳ περὶ τῆς πράξεως. Ἀγρίππας δὲ ὁ βασιλεὺς ἐν Ῥώμῃ διάγων προέκοπτε τῇ· πρὸς Γάιον οἰκειώσει. θαυμασθείς τε ἐν τῷ δειπνίζειν τὸν αὐτοκράτορα τῆς πολυτελείας χάριν καὶ τοῦ μεγαλοπρεποῦς, αἰτήσασθαι προετρέπετο ὅ ἂν αὐτῷ πρὸς βουλῆς. ὁ δέ “αἰτήσομαί σε’’ ἔφη τῶν μὲν ὄλβον περιποιούντων οὐδέν, ὃ δ᾿ ἂν σοί τε πρὸς δόξαν εὐσεβείας κἀμοὶ πρὸς εὔκλειαν γένηται. ἀξιῶ σε γὰρ τὴν τοῦ ἀνδριάντος ἀνάθεσιν, ἣν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τό Ἰουδαίων ἱερόν, δι’ ἐμὲ καταλείψειν.” Γάιος δὲ αἰσχυνθεὶς ἐπὶ τοσῶνδε μαρτύρων δόξαι ψευδόμενος, συνεχώρει καὶ γράφει πρὸς τὸν Πετρώνιον, εἰ μὲν ἤδη τὸν ἀνδριάντα ἔφθασε στῆσαι, μὴ καθελεῖν, εἰ δὲ μήπω πεποίηται τὴν ἀνάθεσιν, μηκέτι πειρᾶσθαι ποιήσασθαι· οὐ γὰρ ἔτι τοῦτον βούλομαι στῆναι, διὰ τὸν Ἀγρίππαν, ἄνδρα τιμώμενον παρ᾿ ἐμοί.” Γάιος μὲν οὑν ταῦτα πρὸς Πετρώνιον γράφει πρὶν ἐντυχεῖν ταῖς ἐκείνου ἐπιστολαῖς ἐμφαινούσαις πρὸς ἀποστασίαν τοὺς Ἰουδαίους διὰ τὸν ἀνδριάντα ἐπείγεσθαι· περιαλγήσας δὲ διὰ ταῦτα γράφει τῷ Πετρωνίῳ “Ἐπεί σοι τά τῶν Ἰουδαίων δῶρα ἐν μείζονι γεγόνασι λόγῳ τῶν ἐμῶν ἐντολῶν, σὺ περὶ τῶν σεαυτοῦ τὸ ποιητέον συλλόγισαι. παράδειγμα γάρ σε ποιήσομαι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα μὴ ἀκυροῦν ἐντολὰς αὐτοκράτορος.” ταύτην τὴν ἐπιστολὴν οὐκ ἔφθη ζῶντος Γαί· ου δεδεγμένος Πετρώνιος, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἐκείνου τελευτῆς ἐδέξατο γράμματα, καὶ οὕτω τὰ πρὸς αὐτὸν τοῦ Γαΐου. Ὁ μὲν οὖν Γάιος κάκιστος γεγονὼς ὤλετο ἐξ ἐπι- βουλῆς ἀνῃρημένος· τὸν δὲ τρόπον τῆς κατ’ ἐκείνου ἐπιβουλῆς, καὶ παρὰ τίνων ἀνῄρηται, ὅτε τὰ περὶ τῶν αὐτοκρατόρων ὁ λόγος διέξεισι διηγήσεται. ἤδη δὲ φθαρέντος, Κλαύδιος κρυπτόμενος διὰ φόβον ὑπὸ τῶν στρατιωτῶν ἐξάγεται καὶ αὐτοκράτωρ ἀνακηρύττεται, πολλὰ πρὸς τὴν ἀνάρρησιν αὐτοῦ καὶ τοῦ Ἀγρίππα σπουδάσαντος. ἄρτι δὲ βεβαιωθείσης τῆς αὐταρχίας αὐτῷ, τήν τε ἀρχὴν ἐκύρωσε τῷ Ἀγρίππᾳ καὶ δι’ ἐγκωμίων ἐποιεῖτο αὐτόν, προσθήκην τε αὐτῷ ἔθετο πάσαν ἧς ἦρξεν Ἡρώδης ὁ βασιλεὺς καὶ πάππος αὐτοῦ. ὁ δὲ καὶ τῷ ἀδελφῷ Ἡρώδῃ τὴν βασιλείαν Χαλκίδος παρὰ Κλαυδίου ᾐτήσατο· καὶ ἐδόθη ἐκείνῳ παρὰ τοῦ Καίσαρος.