Ancient Greek · ~15 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.9.1
Not analysed yet
ἠγγέλλετο δὲ Ῥωμαίοις τοῦ Τιβερίου ἡ ἀποβίωσις· οἶ δὲ ἠπίστουν τῷ λόγῳ ὑπὸ τοῦ πάνυ τὸ πρᾶγμα βούλεσθαι. πλείστα γὰρ ἐκεῖνος δεινὰ Ῥωμαίων τοὺς εὐπατρίδας εἰργάσατο, δύσοργος ὢν καὶ θανάτῳ καὶ τὰ κουφότατα τῶν πταισμάτων τιμώμενος. Μαρσύας δὲ τοῦ Ἀγρίππου ἀπελεύθερος, πυθόμενος τοῦ Τιβερίου τὴν τελευτήν, ἔδραμε πρὸς αὐτὸν καὶ Ἑβραίδι φωνῇ ‘‘τέθνηκεν ὁ λέων” φησίν. ὁ δὲ χάριτας ὡμολόγει αὐτῷ, εἰ κατήγγειλεν ἀληθῆ. καὶ ὁ ἑκατόνταρχος ὁρῶν τὸν Ἀγρίππαν ἐν χάρματι, ὑπετόπησέ τι γεγονέναι καινόν, καὶ ἤρετο τί ἂν εἴη τὸ ἀγγελθέν· καὶ ὁ Ἀγρίππας ἤδη συνήθης γενόμενος τῷ ἀνδρὶ τὸ ἀπόρρητον ἀπεκάλυψεν· ὁ δὲ ἐκοινοῦτο τὴν ἡδονήν, καὶ προυτίθει δεῖπνον. εὐωχουμένων δὲ παρῆν τις περιεῖναι λέγων Τιβέριον. καὶ ὁ ἑκατόνταρχος δείσας ὅτι συνδιῃτᾶτο δεσμώτῃ τοῦ αὐτο- κράτορος, κελεύει δῆσαι αὐτόν, λελυκὼς ἤδη. τῇ δ’ ὑστεραίᾳ λόγος τε ἦν πλατύς περὶ τῆς τελευτῆς Τιβερίου, καὶ ἐπιστολαὶ παρὰ Γαΐου ἐπέμφθησαν, ἡ μὲν πρὸς τὴν σύγκλητον, τὸν Τιβερίου θάνατον καταγγέλλουσα καὶ τὴν αὐτοῦ τῆς ἡγεμονίας διαδοχήν, ἡ δὲ πρὸς Πείσωνα τὸν τῆς πόλεως φύλακα, ἐπιτρέμῆνας πουσα τὸν Ἀγρίππαν ἐκ τοῦ στρατοπέδου μεταγαγεῖν εἰς τὴν οἰκίαν ἐν ᾗ πρὸ τοῦ δεθῆναι ἦν. Γάιος δὲ εἰς Ῥώμην τὸν τοῦ Τιβερίου νεκρὸν ἀγαγὼν καὶ θάψας ψας πολυτελῶς, αὐτίκα λῦσαι τὸν Ἀγρίππαν ἐβούλετο· ἡ δ’ Ἀντωνία κεκώλυκεν, οὐ μίσει τοῦ λυθησομένου, φροντίδι δέ γε τοῦ λύσοντος, ἵνα μὴ δοκῇ τῇ μεταστάσει τοῦ αὐτοκράτορος ἐφηδόμενος ἐκ τοῦ λῦσαι τὸν ἐκείνου δέσμιον τάχιστα. ἡμερῶν δὲ μετρίων παρελθουσῶν μεταπέμπεται τὸν Ἀγρίππαν, κείρει τε τὸ περιττὸν τῆς τριχὸς καὶ μεταμφιέννυσιν, εἶτα καὶ τὸ διάδημα περιτίθησι καὶ βασιλέα τῆς Φιλίππου τετραρχίας καθίστησι, προσθέμενος καὶ τὴν Λυσανίου τετραρχίαν εἰς αὔξησιν, καὶ χρύσεα χαλ- κείων ἀλλάττει, ἀντὶ τῆς σιδηρᾶς ἀλύσεως μεθ’ ἧς ἐδέδετο χρυσῆν ἰσόρροπον αὐτῷ παρασχόμενος. Τῷ δὲ δευτέρῳ ἐνιαυτῷ τῆς μοναρχίας Γαΐου ἠξίου Ἀγρίππας ἐκχωρηθῆναι αὐτῷ ἀφικέσθαι πρὸς τὰ οἰκεῖα, καὶ αὖθις ἐπανελθεῖν κατετίθετο, οἰκονομησάμενος εἰς δέον τὰ τῆς ἀρχῆς· καὶ ἐν δόντος Γαΐου ἐξέπλευσεν. Ἡρωδιὰς δὲ ἡ αὐτοῦ ἀδελφὴ ἐφθόνει τῆς εὐπραγίας τῷ ἀδελφῷ. ,καὶ μάλιστα ὁπότε μετὰ τῶν τῆς βασιλείας παρασήμων ἐώρα αὐτὸν τοῖς πλήθεσι χρηματίζοντα, ἐξηρέθιζέ τε τὸν ἄνδρα ἐπὶ Ῥώμης πλεῖν καὶ ἴσην ἀρχὴν μνηστεύσασθαι ἑαυτῷ· ὁ δὲ ἡσυχάζειν ἐβούλετο. καὶ ἡ γυνὴ σφοδρότερον ἠνώχλει τἀνδρί, πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ κελεύουσα, καὶ οὐκ ἀνῆκεν ἕως καὶ ἄκοντα τὸν Ἡρώδην ἑαυτῇ πεποίηκεν ὁμογνώμονα. ἀνήγετο οὖν σὺν τῇ γυναικὶ ἐπὶ Ῥώμης. Ἀγρίππας δὲ καὶ αὐτὸς εἰς τὴν Ῥώμην παρεσκευάζετο, προύπεμψε δὲ τῶν ἀπελευθέρων ἕνα δῶρα τῷ αὐτοκράτορι κομίζοντα καὶ ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου. καὶ καταλαμβάνουσι τὸν Γάιον ἐν Βαίαις πολιχνίῳ τῆς Καμπανίας. ἅμα τε τῷ Ἡρώδῃ εἰς ὄψιν ἧκεν ὁ Γάιος καὶ ἄμα τὰς Ἀγρίππου ἐπιστολὰς ἐπῄει, κατηγορούσας ἐκείνου πρὸς Σηιανὸν ὁμολογίαν κατὰ τῆς Τιβερίου ἀρχῆς, καὶ πρὸς Ἀρτάβανον αὖθις τὸν Πάρθον τότε κατὰ τῆς αὐτοῦ Γαΐου. τεκμήριον δ᾿ ἐποιεῖτο τοῦ λόγου ὅπλων ἀπόθεσιν ἐν ταῖς ὁπλοθήκαις Ἡρώδου, μυριάσιν ὁπλιτῶν ἀρκούντων ἑπτά. ἐκινεῖτο δ’ ὑπὸ τόν ἐπεσταλμένων ὁ Γάιος, καὶ ἠρώτα τὸν Ἡρώδην εἰ ἀληθὴς ὁ περὶ τῶν ὅπλων λόγος. τοὐ δὲ καταθεμένου, πιστεύσας τῇ ἀποστάσει αὐτοῦ τὴν τετραρχίαν ἀφαιρεῖται καὶ τῇ βασιλείᾳ τοῦ Ἀγρίππου προστίθησι, καὶ τὰ χρήματα αὐτῷ ὁμοίως δωρεῖται, τὸν δὲ Ἡρώδην ἀειφυγίᾳ κατέκρινεν. Ἡρωδιάδι δὲ ὡς Ἀγρίππου ὁμαίμονι τά τε χρήματα ὅσα ἐκείνῃ διέφερεν ἐδίδου, καὶ μηδὲ κοινωνεῖν ἐκέλευε τῆς φυγῆς τῷ ἀνδρί, διὰ τὸν Ἀγρίππαν. ἡ δὲ χάριτας μὲν ὡμολόγει Γαΐῳ, οὐ δίκαιον δ᾿ ἔλεγεν εἶναι τῆς εὐδαιμονίας τῷ ἀνδρὶ κοινωνήσασαν ἐγκαταλιπεῖν ἐπὶ ταῖς δυσπραγίαις αὐτόν. Ὁ μέντοι Γάιος τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἐφεξῆς μετριώτερον ἐχρῆτο τοῖς πράγμασι, προιὼν δὲ ἐξεθείαζεν ἑαυτὸν καὶ θεοῦν ἐπεχείρει. καὶ δὴ στάσεως γεγονυίας τοῖς ἐν Ἀλεξανδρεία Ἰουδαίοις καὶ Ἕλλησι τρεῖς ἀφ’ ἑκατέρου μέρους παρῆσαν