Ancient Greek · ~8 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.12
Not analysed yet
τρία δ᾿ ἐπὶ Κλαυδίου. ἀγνοουμένης γε μὴν ἔτι τοῖς πλήθεσι τῆς αὐτοῦ τελευτῆς, συμφρονήσαντες Ἡρώ- δης ὁ ἀδελφὸς αὐτοῦ ὁ τῆς Χαλκίδος ἄρχων καὶ Ἑλκίας ὁ ἵππαρχος, πέμψαντες τὸν Σίλαν ἐχθρὸν αὐτοῖς ὄντα κατέσφαξαν, ὡς τάχα τοῦ βασιλέως κελεύσαντος. Οὕτω μὲν οὖν ὁ Ἀγρίππας ἀπεβίω, υἱὸν Ἀγρίππαν καταλιπὼν ἐτῶν ἑπτακαίδεκα, τρεῖς δὲ θυγατέρας· ὡν ἡ μὲν Ἡρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο, Βερνίκη δ’ ἐκέκλητο, παρθένοι δ’ ἦσαν αἱ δύο Μαριὰμ καὶ Δρούσιλλα. γνωσθέντος δὲ τοῦ θανάτου τοῦ βασιλέως, Καισαρεῖς καὶ Σεβαστηνοὶ ἐπιλελησμένοι τῶν αὐτοῦ εὐποιιῶν ἐβλασφήμουν τε εἰς αὐτὸν καὶ τὰ τῶν τοῦ βασιλέως θυγατέρων ἀγάλματα ἁρπάσαντες εἰς τὰ πορνεῖα ἐκόμισαν καὶ ἀφύβριζον εἰς αὐτά, καὶ πανδήμους ἑστιάσεις ἐποίουν στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ Χάροντι. ὁ δὲ τοῦ τεθνεῶτος υἷός Ἀγρίππας ἐν Ῥώμῃ τότε διῆγε παρὰ Κλαυδίῳ τρεφόμενος Καίσαρι. ὃν αὐτίκα πέμπειν ὥρμητο τὴν βασιλείαν διαδεξόμενον· ἀπήγαγον δ’ αὐτὸν τοῦ σκοποῦ οἶ περὶ αὐτόν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ βασιλείας ἐπιτρέπειν μέγεθος τόσον. ἀπέστειλεν οὑν Κούσπιον Φάδον τῆς Ἰουδαίας καὶ τῆς βασιλείας ἁπάσης ἐπιτροπεύσοντα, ἐντειλάμενος αὐτό Καισαρεῦσι καὶ Σεβαστηνοῖς ἐπιπλήξαι τῆς εἰς τὸν κατοιχόμενον ὕβρεως. ἀφικόμενος δὲ Φάδος εἰς τὴν Ἰουδαίαν, στάσιν τε γενομένην κατέστειλε, καὶ λῃστηρίων τὴν χώραν ἐκάθηρε, καὶ τὴν τοῦ ἀρχιερέως στολὴν εἰς τὴν Ἀντωνίαν τὸ φρούριον ἀποτεθῆναι προσέταξεν ὡς καὶ πρότερον. οἶ δ’ ἱερεῖς καὶ οἶ πρῶτοι τῶν ἐν Ἱεροσολύμοις ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δὲ ὅμως ἐπιτρέψαι αὐτοῖς πρέσβεις πέμψαι πρὸς τὸν Καίσαρα τοὺς αἰτησομένους τὴν ἱερὰν στολὴν παρ’ αὐτοῖς εἶναι· καὶ ἐπετράπησαν. παραγενομένων δὲ εἰς τὴν Ῥώμην τῶν πρέσβεων, ὁ τοῦ Ἀγρίππου παῖς ὁ νεώτερος Ἀγρίππας ἐκεῖ διάγων, ὡς εἴρηται, παρεκάλεσε τὸν Καίσαρα συγχωρηθῆναι τοῖς Ἰουδαίοις ἔχειν τὴν ἱερὰν στολήν. καὶ ὁ Κλαύδιος συνεχώρησε, καὶ τῷ Φάδῳ περὶ τούτων ἐπέστειλε. καὶ Ἡρώδης δὲ ὁ τοῦ Ἀγρίππου ἀδελφός, τῆς δὲ Χαλκίδος ἄρχων, ᾐτήσατο παρὰ Καίσαρος τὴν τοῦ νεὼ ἐξουσίαν καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν. καὶ ἔτυχε τῆς αἰτήσεως, καὶ ἐξ ἐκείνου πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ ἡ ἐξουσία παρέμεινε μέχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως. καὶ δὴ μεθίστησι τῆς ἀρχιερωσύνης τὸν Κανθηρᾶν, Ἰωσὴφ ἀντεισαγαγὼν τὸν τοῦ Καμεί.