Ancient Greek
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.13.1
Not analysed yet
Ἐν τούτῳ τῷ χρόνῳ ἡ τῶν Ἀδιαβηνῶν βασιλὶς Ἑλένη καὶ ὁ παῖς αὐτῆς Ἰζάτης εἰς τὰ Ἰουδαίων τὴν διαγωγὴν μετέβαλον νόμιμα. Μονόβαζος γὰρ ὁ τῶν Ἀδιαβηνῶν βασιλεύς, ᾧ καὶ Βαζαῖος ἐπίκλησις ἦν, τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι, ἄγεται ταύτην. καί ποτε συγκαθεύδων αὐτῇ οὔσῃ ἐγκύμονι τῇ ἐκείνης γαστρὶ τὴν χεῖρα ἐπέθετο, καὶ ὑπνώσας ἔδοξεν ἀκούειν φωνῆς ἆραι κελευούσης ἐκ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος, θεοῦ προνοίᾳ καὶ ἄρξον καὶ τέλους τευξόμενον εὐτυχοῦς. ταραχθεὶς οὖν ὑπὸ τῆς φωνῆς ἔφραζε ταῦτα τῇ γυναικί. καὶ τὸν υἱὸν τεχθέντα Ἰζάτην ὠνόμασεν. ἦν δ’ ἕτερος τούτου πρεσβύτερος ἐκ τῆς Ἑλένης αὐτῷ γεννηθεὶς ἄλλοι τε παῖδες ἐκ γυναικῶν ἑτέρων, ἔστεργε δὲ τὸν Ἰζάτην ὥσπερ μονογενῆ. ἐφθόνουν τοίνυν οἱ ἀδελφοί. ὁ δὲ πατὴρ δεδοικὼς περὶ τούτῳ, ἐκπέμπει πρὸς Ἀβεννήριγον τὸν Σπασίνου χάρακος βασιλέα. καὶ ὃς ἀσμένως τὸν Ἰζάτην ἐδέξατο καὶ κηδεστὴν ἐπί θυγατρὶ ἐποιήσατο καὶ χώραν αὐτῷ παρέσχε. γεγηρακὼς δὲ ὁ Μονόβαζος ἰδεῖν ἐπεθύμει τὸν Ἰζάτην πρὸ τοῦ θανεῖν. μεταπεμψάμενος οὑν αὐτὸν φιλοφρόνως ἀσπάζεται, καὶ χώραν αὐτῷ ἀπεκλήρωσεν, ἐν ᾗ καὶ διέτριβε μέχρι τελευτῆς τοῦ πατρός. Ἐκλιπόντος δὲ Μονοβάζου ἡ βασιλὶς Ἑλένη μετεπέμψατο τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας· οἶς ἀφικομένοις οὐ λέληθεν” εἶπεν ‘‘ὑμᾶς ὅτι ὁ ἀνὴρ ὁ ἐμὸς τὸν Ἰζάτην ἤθελε τῆς βασιλείας γενέσθαι διάδοχον. εἰδυῖα δὲ μακάριον τὸν μὴ παρ’ ἑνός, ἀλλὰ τῶν πλειόνων καὶ τούτων ἑκόντων τὴν βασιλείαν λαμ- βάνοντα, καὶ ὑπὸ τὴν ὑμῶν τὸ πρᾶγμα κρίσιν πεποίημαι.” οἶ δὲ καὶ τὴν τοῦ βασιλέως κρίσιν βεβαιοῦν ἔλεγον, καὶ ὑπείξειν ἑκόντες Ἰζάτῃ δικαίως προκεκριμένῳ τῶν ἀδελφῶν κατὰ τὰς ἁπάντων εὐχάς, καὶ δεῖν προαποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς, ἵν᾿ ἀσφαλῶς ἐκεῖνος ἄρχοι. ἡ δὲ βασιλὶς τὴν περὶ τῆς ἀναιρέσεως τῶν προσηκόντων τῷ Ἰζάτῃ γνώμην ἐπισχεῖν συνεβούλευε μέχρις ἂν ἐκεῖνος συνδοκιμάσῃ παραγενόμενος. οἱ δὲ δεσμεῖν τέως αὐτοὺς παρῄνουν μέχρι τῆς ἐκείνου ἐπιδημίας. καθίστησι δὲ τὸν πρεσβύτατον υἱὸν ἡ βασίλισσα ἐπὶ τῶν πραγμάτων, ἕως ἂν ἐπανέλθῃ ὁ ἀδελφός, δίδωσι δὲ καὶ τὸν τοῦ πατρὸς σημαντῆρα δακτύλιον. ἧκεν οὖν ὁ Ἰζάτης, καὶ ὁ ἀδελφὸς ὑπεδέξατο καὶ ὑπεξέστη αὐτῷ τῆς ἀρχῆς. Ὄντι δ᾿ αὐτῷ ἐν τῇ ἀποδημίᾳ Ἰουδαῖός τις Ἀνανίας καλούμενος γνωστὸς γεγονὼς ἐδίδασκεν αὐτὸν τὸν θεὸν καὶ τὰ τῶν Ἰουδαίων νόμιμα. συνέβη δὲ Β καὶ τὴν Ἑλένην ὑφ᾿ ἑτέρου Ἰουδαίου κατηχηθεισαν εἰς τὰ Ἰουδαϊκὰ ἔθη μετατεθῆναι. ἐλθὼν οὖν ὁ Ἰζάτης καὶ δεδεμένους τοὺς συγγενεῖς εὑρηκὼς ἐδυσχέρανε, καὶ ἔλυσε μέν, ἔπεμψε δέ, ἵνα μὴ ὕποπτοι παρόντες εἶεν, τοὺς μὲν εἰς ῾Ρώμην ὁμηρεύσοντας, τοὺς δὲ πρὸς Πάρθους. γνοὺς δὲ τὴν μητέρα τὰ Ἰουδαίων ἀσπασαμένην, ἔσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μετατεθῆναι, καὶ περιτμηθῆναι ἕτοιμος ἦν. ἡ δὲ μήτηρ ἐκώλυε, λέγουσα εἰς δυσμένειαν τοὺς ὑπηκόους διὰ τοῦτο ἐλθεῖν, οὐκ ἀνέξεσθαί τε ὑπὸ ἰουδαἴζοντος βασιλεύεσθαι. ὁ δὲ εἰς τὸν Ἀνανίαν παρόντα τοὺς λόγους ἀνέφερε. τοῦ δὲ τὰ αὐτὰ συμβουλεύσαντος ἐπείσθη μὲν τότε ὁ βασιλεύς· ἕτερος δ᾿ αὖθις Ἰουδαῖος ἐκ Γαλιλαιbς Ἐλεάζαρ ἀφικόμενος, καὶ κατα- λαβὼν αὐτὸν τὸν Μωυσέως νόμον ἀναγινώσκοντα, Οὐ λόγους μόνον ἀναγινώσκειν σε δεῖ, βασιλεῦ, ἔφη, ἀλλὰ καὶ τὰ ὑπ’ αὐτῶν διατεταγμένα ποιεῖν. μέχρι τίνος ἀπερίτμητος μένεις; ὁ δὲ οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, ἀλλὰ περιετμήθη· καὶ τῇ μητρὶ καὶ τῷ Ἀνανίᾳ πεπρᾶχθαι τὸ ἔργον ἐδήλου. οἶ δ᾿ εἰς φόβου ἐνέπεσον μὴ καὶ ὁ βασιλεὺς καὶ αὐτοὶ κινδυνεύσωσιν. ὁ δὲ θεὸς τόν φόβον ἐλθεῖν εἰς τέλος οὐ συνεχώρησεν. Ἑλένη δὲ ἐπιθυμίαν ἔσχεν εἰς Ἱεροσόλυμα ἀφικέσθαι καὶ προσκυνῆσαι τὸ τοῦ θεοῦ ἱερόν. καὶ τοῦ υἱοῦ ἐπιτρέψαντος καὶ χρήματα πλεῖστα δόντος ἄπεισιν εἰς Ἱεροσόλυμα. καὶ λιμῷ φθειρομένους πολλοὺς εὑροῦσα ἐκεῖ, σῖτόν τε ἐξ Ἀλεξανδρείας ἐκόμισε καὶ ἰσχάδων φόρτον ἐκ Κύπρου πολλῶν χρημάτων πριαμένη τοῖς ἀπορουμένοις διένειμε. καὶ ὁ παῖς δὲ αὐτῆς πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν ἔπεμψεν, ἴν οἱ λιμώττοντες διὰ τούτων ὡς ἐνὸν ἐπικουρηθῶσι. Καὶ ταῦτα μὲν οὕτως· Ἀρταβάνης δὲ ὁ τῶν Πάρθων βασιλεύς, ἐπιβουλὴν γνοὺς τοὺς σατράπας κατ’ αὐτοῦ μελετήσαντας, ἀφικνεῖται πρὸς Ἰζάτην, συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους ἐπαγόμενος. καὶ καθ’ ὁδὸν τό Ἰζάτῃ ἐνέτυχε, καί φησι Μῆ με παρί- δῃς, ὠ βασιλεῦ, ταπεινὸν ἐκ μεταβολῆς γεγονότα καὶ ἰδιώτην ἐκ βασιλέως, ἀλλ᾿ ἐπικούρησον. ταῦτα σὺν δάκρυσιν ἔλεγεν. ὁ δὲ Ἰζάτης ἀκούσας τὸ ὄνομα, κατεπήδησε τοῦ ἵππου καὶ Θάρσει, ἴφη, ὦ βασιλεῦ· ἦι γὰρ εἰς τὴν Παρθῶν βασιλείαν σε καταστήσω ἢ τῆς ἐμῆς σοι ἐκστήσομαι. ταῦτα εἶπε καὶ ἐπὶ τὸν ἵππον αὐτὸν ἀνεβίβασεν, αὐτὸς δὲ πεζὸς παρείπετο. καὶ ὁ Ἀρταβάνης ὤμοσεν, εἰ μὴ κἀκεῖνος ἀναβαίη τὸν ἵππον καὶ προηγοῖτο, ἀποβήσεσθαι καὶ αὐτός. πεισθεὶς δ’ ὁ Ἰζάτης ἐπὶ τὸν ἵππον ἥλατο, καὶ πᾶσαν τιμὴν ἀπένειμε τῷ Πάρθῳ, εἰς τὰ βασίλεια ἀγαγών. γράφει τε πρὸς τοὺς Πάρθους τὸν Ἀρταβάνην δέξασθαι. τῶν δὲ Παρθῶν δέξασθαι μὲν συντιθεμένων, μὴ δύνασθαι δὲ καὶ τὴν ἀρχὴν ἀπὸν εἷμαι ἤδη ἑτέρῳ πεπιστευμένην, ὁ Κινάμωνος, τοῦτο γὰρ ὠνόμαστο ὁ τὴν βασιλείαν παρειληφώς, γράφει τῷ Ἀρταβάνῳ, ὑπ’ αὐτοῦ γὰρ ἐτέθραπτο καὶ ἦν ἀγαθός, παρακαλῶν αὐτὸν ἀφικέσθαι πιστεύσαντα καὶ τὴν ἀρχὴν παραλήψεσθαι. ἕσθαι. καὶ ὁ Ἀρτάβανος πιστεύσας ἀπῄει. ὑπήντα οὖν αὐτῷ ὁ ΚΙνάμψμος· ὃς δὴ προσκυνήσας καὶ βασιλέα προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα, τῆς ἑαυτοῦ ἀφελόμενος. οὕτω δὲ χρόνῳ ἑξαετεῖ εἰς τὴν ἀρχὴν ἀποκαταστὰς ὁ Ἀρτάβανος οὐκ ἠμνημόνησε τῶν Ἰζάτου καλῶν, ἀλλ’ ἀμείβεται τοῦτον. Μετὰ δέ τινα χρόνον Ἀρταβάνου θανόντος Οὐαρδάνης ὁ παῖς ἐκείνου τὴν βασιλείαν περιεζώσατο. καὶ πρὸς Ἰζάτην ἐλθὼν συμμαχῆσαι αὐτῷ ἠξίου κατὰ Ῥωμαίων· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλὰ καὶ συνεβούλευε παύσασθαι τῆς ἐπ’ ἐκείνους στρατείας καὶ μὴ ἀδυνάτοις ἐπιχειρεῖν. ὁ δὲ πόλεμον τῷ Ἰζάτῃ μὴ πειθομένῳ κατήγγειλεν. ἀλλ’ οἶ Πάρθοι μαθόντες ὡς ἐπὶ Ῥωμαίους στρατεύσειν βούλεται, αὐτὸν μὲν ἀναιροῦσι, τὴν δὲ βασιλείαν τῷ ἀδελφῷ Ἰκοτάρδῃ διδόασιν· ὃν ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσγς ὁ ἀδελφός. Ὁ δὲ τοῦ Ἰζάτου ἀδελφὸς Μονόβαζος καὶ οἶ συγγενεῖς ἰουδαΐσαι καὶ αὐτοὶ ἐπεθύμησαν, καὶ τὴν ἔφεσιν εἰς ἔργον ἐξήνεγκαν. γίνεται δ’ ἡ πρᾶξις αὐτῶν τοῖς ὑπηκόοις κατάφωρος. καὶ γράφουσι πρὸς Ἀβίαν τὸν Ἀράβων βασιλέα, εἰ στρατεύσοιτο κατὰ τοὐ σφετέρου βασιλέως, χρήματα πολλὰ παρασχεῖν αὐτῷ, ἐπαγγελλόμενοι περὶ τὴν πρώτην συμβολὴν καὶ αὐτοὶ καταλείψειν αὐτόν. πείθεται τούτοις ὁ Ἄραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν ἧκεν ἐπὶ τὸν Ἰζάτην. καὶ συμβολῆς γενομένης καταλείπουσι τὸν Ἰζάτην οἱ αὐτοῦ ἐκ συνθήματος καὶ νῶτα τρέψαντες ἔφευγον. γνοὺς δὲ τὴν προδοσίαν Ἰζάτης γενομένην ὑπὸ τῶν μεγιστάνων, εἰς τὸ στρατόπεδον ὑπεχώρησε, καὶ εὑρὼν τοὺς αἰτίους ἐκόλασε. τῇ δ᾿ ἐπιούσῃ συμβαλὼν νικᾷ, καὶ εἰς φυγὴν τοὺς Ἄραβας ἔτρεψε, τὸν δὲ βασιλέα αὐτῶν εἰς φρούριόν τι συνήλασε διωκόμενον. καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν ἁλισκόμενος ἤδη, τὸ δὲ φρούριον ἑάλω καὶ τὰ ἐν αὐτῷ διηρπάγη. καὶ Ἰζάτης εἰς τὰ οἰκεῖα ὑπέστρεψεν. Οἱ δὲ τῶν Ἀδιαβηνῶν μεγιστᾶνες Οὐολογέσῃ τῷ Παρθῶν γράφουσι βασιλεῖ, ἀξιοῦντες ἀποκτεἶναι μὲν τὸν Ἰζάτην, καταστήσαι δὲ σφίσι δυνάστην ἐκ Παρθῶν· μισεῖν γὰρ τὸν ἑαυτῶν βασιλέα ξένῃ θρησκείᾳ προσηλυτεύσαντα. ὁ γοῦν Πάρθος αὐτίκα μετὰ πλείστης δυνάμεως ὥρμησε, καὶ ὁ Ἰζάτης ἀντεστρατοπεδεύσατο. σταλεὶς δέ τις ἐκ τοῦ Πάρθου ἔλεγε τῷ Ἰζάτῃ ὁπόση ἐστὶ τῶν Παρθῶν ἡ δύναμις, καὶ ὡς Οὐολογέσης ἀπειλεῖ δίκας εἰσπράξειν αὐτόν, ἀχάριστον περὶ δεσπότας γενόμενον· ῥύσασθαι γὰρ αὐ- τὸν τῶν αὐτοῦ χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνήσεσθαι. πρὸς ταῦτα ὁ Ἰζάτης τὴν μὲν δύναμιν τῶν Παρθῶν γινώσκειν ἀνταπεκρίνατο, εἰδέναι δ’ ἀνθρώπων τὸν θεὸν δυνατώτερον. ταῦτα εἶπε καὶ ἱκέτευε τὸν θεόν. κατ’ ἐκείνην οὑν τὴν νύκτα ἐπιστολὰς ὁ Οὐολογέσης δεξάμενος πολεμίους ἐμβαλόντας τῇ Παρθυηνῇ ταύτην πορθεῖν, αὐτίκα σπεύδων ἀνέζευξεν ἄπρακτος. καὶ οὕτως Ἰζάτης προμηθείᾳ θεοῦ τὰς ἀπειλὰς τοῦ Πάρθου διέφυγε. μετὰ δέ τινα χρόνον θνήσκει, πεντήκοντα καὶ πέντε ζήσας ἐνιαυτούς, εἴκοσι δὲ καὶ τέσσαρας ἀνύσας ἐν τῇ ἀρχῇ· θνήσκει δ’ ἑαὶ παισὶν εἴκοσι καὶ τέσσαρσιν ἄρρεσι καὶ τοσαύταις θηλείαις. τὴν δ’ ἀρχὴν τῷ ἀδελφῷ Μονοβάζῳ κατέλιπεν. Φάδου μέντοι τῆς Ἰουδαίας ἐπιτροπεύοντος ἀνήρ