Ancient Greek · ~14 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.15.1
Not analysed yet
Ἀλλὰ καὶ Σαμαρείταις ἔχθρα πρὸς Ἰουδαίους ἐγένετο· ἡ δ’ αἰτία ἦν αὕτη. Γαλιλαῖοι εἰς Ἱεροσόλυμα λύμα πορευόμενοι διά τινος κώμης ὥδευον τῶν Σαμαρειτῶν, καί τινες αὐτοῖς ἐπιθέμενοι πολλοὺς ἀνεῖλον. οἶ πρῶτοι τοίνυν τῶν Γαλιλαίων τῷ Κουμάνῳ προσίασι, παρακαλοῦντες τοὺς ἀνῃρημένους ἐκδικηθῆναι. ὁ δὲ δωροδοκηθεὶς τῆς ἐκδικήσεως οὐκ ἐφρόντισεν. ἀγανακτήσαντες οὖν οἶ Γαλιλαῖοι πρὸς ὅπλα ἐχώρησαν, καὶ κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. Κούμανος δὲ σὺν δυνάμει τοῖς Γαλιλαίοις ἐπῆλθε, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πλείους δὲ ζῶντας εἷλεν. οἶ πρῶτοι δέ γε τῶν Ἱεροσολύμων μεταμφιασάμενοι σάκκους καὶ τὰς κεφαλὰς σποδῷ καταπάσαντες παρεκάλουν τοὺς ἀφεστῶτας μεταθέσθαι τὸν λογισμόν καὶ τὰ ὅπλα ῥίψαντας ἠρεμεῖν· καὶ ἔπεισαν. οἱ μὲν οὖν διελύθησαν, ἡ χώρα δ’ ἐξ ἐκείνου λῃστηρίων πεπλήρωτο. Σαμαρεῖς δὲ πρὸς Κουαδράτον τῆς Συρίας ἡγεμονεύοντα τῶν Ἰουδαίων ὡς ἐμπρησάντων κώμας αὐτῶν. Ἰουδαῖοι δὲ Σαμαρεῖς ᾐτιῶντο ὡς αἰτίους τῆς στάσεως, καὶ πρὸ αὐτῶν Κούμανον, δώροις διεφθαρμένον καὶ τοὺς ἀνῃρημένους μὴ ἐκδικήσαντα. Κουαδράτος δὲ ὑπερέθετο τὴν κρίσιν, εἰπὼν ἥξειν εἰς τὴν Ἰουδαίαν κἀκεῖ τὴν ἀλήθειαν γνοὺς ἀποφήνασθαι. ἧκεν οὖν εἰς Σαμάρειαν, καὶ ἐξετάσας τὰ πεπραγμένα, αἰτίους τῆς ταραχῆς διέγνω τοὺς Σαμαρεῖς· Ἰουδαίους δὲ οὓς δεδεμένους εἶχεν ὁ Κούμανος, ἀνεσταύρωσεν ὡς νεωτερίσαντας. τοὺς δὲ περὶ Ἀνανίαν τὸν ἀρχιερέα καὶ τὸν στρατηγὸν Ἄνανον δήσας εἰς Ῥώμην ἀπέστειλε, λόγον περὶ τῶν πεπραγμένων Κλαυδίῳ ὑφέξοντας. κελεύει δὲ καὶ τοῖς Σαμαρέων καὶ Ἰουδαίων πρώτοις καὶ Κουμάνῳ τῷ ἡγεμόνι καὶ τῷ χιλιάρχῳ Κέλερι ἀφικέσθαι καὶ αὐτοὺς πρὸς τὸν αὐ- τοκράτορα, κριθησομένους περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων. ἀπελθόντων δέ, δικαστὴς καθίσας ὁ Κλαύδιος, καὶ γνοὺς τοὺς Σαμαρεῖς τῶν κακῶν ἀρχηγούς, τοὺς ἀναβάντας πρὸς αὐτὸν ἀναιρεθῆναι ἐκέλευσε, φυγὴν δὲ τοῦ Κουμάνου κατεψηφίσατο, τὸν μέντοι Κέλερα τὸν χιλίαρχον εἰς Ἱεροσόλυμα ἀπαχθῆναι ἐκέλευσε καὶ συρέντα πάντων ὁρώντων διὰ τῆς πόλεως οὕτως ἀναιρεθῆναι. Πέμπει δὲ ὁ Καῖσαρ Φήλικα τῶν Ἰουδαίων ἐπιτροπεύσοντα· Ἀγρίππᾳ δὲ δωρεῖται τὴν Φιλίππου τετραρχίαν καὶ Βαταναίαν καὶ τὴν Τραχωνῖτιν σὺν Αβέλλᾳ, αὗται δὲ Λυσανίου ἦσαν τετραρχίαι, τὴν δὲ Χαλκίδα ἀφαιρεῖται αὐτόν, ἔτη τέσσαρα ταύτης ἄρζαντα. ὁ δ’ Ἀγρίππας ἐκδίδωσι πρὸς γάμον Ἀζίζῳτῷ Ἐμέσων βασιλεῖ, περιτμηθῆναι θελήσαντι, Δρού- σιλλαν τὴν ἀδελφήν, τοῦ Ἐπιφανοῦς Ἀντιόχου παραιτησαμένου τὸν γάμον, ὅτι μὴ ἰουδαΐσαι καὶ Μαριὰμ κατηγγύησεν Ἀρχελάῳ τῷ Ἑλκίου παιδί, ὑπ’ Ἀγρίππα τοῦ πατρὸς πρῴην μνηστευθεῖσαν αὐτῷ. Φῆλιξ δὲ τῆς Ἰουδαίας ἐπιτροπεύων, καὶ τὴν Δρούσιλλαν ἰδὼν κάλλους περιττῶς ἔχουσαν, ἑάλω τῷ ταύτης ἔρωτι, καὶ πείθει καταλιποῦσαν τὸν ἄνδρα αὐτῷ γαμηθῆναι. τεκοῦσα δ’ ἐξ αὐτοῦ παῖδα Ἀγρίππαν αὐτὸν ὠνόμασε. λέγεται δὲ κατὰ τοὺς Τίτου χρόνους ἡ γυνὴ σὺν τῷ παιδὶ νεανίᾳ γεγενημένῳ ἀφανισθῆναι κατὰ τὸ Βέσβιον ὄρος, πυρφόρον ὂν καὶ τότε μᾶλλον ἐκπυρωθέν. Βερνίκη δὲ ἑτέρα ἀδελφὴ τοῦ Ἀγρίππου, συνοικοῦσα Ἡρώδῃ τῷ θείῳ, θανόντος ἐκείνου Πολέμωνι συνηρμόσθη, περιτμηθῆναι θελήσαντι, διὰ τὴν φήμην τὴν λέγουσαν αὐτὴν τῷ ἀδελφῷ συνιέναι κατ’ ἔρωτα, ἵν οὕτω τὴν διαβολὴν ἀποφήνῃ ψευδῆ. οὐ μὴν ἔμεινεν ὁ γάμος ἐπὶ πολύ, τῆς Βερνίκης καταλιπούσης τὸν Πολέμωνα. Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ἔτη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ ἐφ’ ἡμέραις εἴκοσι. λόγος δὲ ἦν ὡς ὑπό τῆς γυναικὸς Ἀγριππίνης φαρμάκοις ἀνῄρητο· ἧς πατὴρ ἦν Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ Δομέτιος Αἰνόβαρβος τῶν ἐπισήμων ἐν Ῥώμῃ, οὗ τελευτήσαντος χηρεύουσαν αὐτὴν ὁ Κλαύδιος ἄγεται ἔχουσαν καὶ παῖδα Δομέτιον ὁμώνυμον τῷ πατρί. προανῃρήκει γὰρ τὴν γυναῖκα Μεσσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ ἧς παῖδας εἶχε Βρεττανικὸν καὶ Ὀκτάβιον. καὶ Ὀκταβίαν δὲ πρεσβυτάτην τῶν ἀδελφῶν ἐκ προτέρας ἑτέρας γυναικὸς εἶχεν, ἣν τῷ Νέρωνι ἥρμοσε· τοῦτο γὰρ τὸν τῆς Ἀγριππίνης υἱὸν τὸν Δομέτιον μετωνόμασεν ὕστερον ὁ Καῖσαρ, εἰσποιησάμενος αὐτόν. ἴνα τοίνυν τούτῳ τὴν αὐταρχίαν περιποιήσηται ἡ μήτηρ Ἀγριππῖνα, κτείνει φαρμάκῳ τὸν Κλαύδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκείοις καιροῖς καὶ τόποις εἰρήσεται, ὁ δὲ λόγος τῆς ἀκολουθίας ἐχέσθω.