Ancient Greek · ~10 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.14
Not analysed yet
τις γόης Θευδᾶς ὄνομα πείθει τὸν πλεῖστον ὄχλον ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην αὐτῷ· προφήτης γὰρ ἔλεγεν εἶναι καὶ σχίσαι τὸν ποταμὸν προστάγματι δύνασθαι καὶ πλείστους ἠπάτησε. πέμψας δ᾿ ἐπ’ αὐτοὺς ἴλην ἱππέων ὁ Φάδος πολλοὺς μὲν ἀνεῖλεν, οὐ μείους δ᾿ ἐζώγρησε, καὶ αὐτὸν τὸν Θευδᾶν, οὗ τὴν κεφαλὴν ἐκτεμόντες ἐκόμισαν εἰς Ἱεροσόλυμα. Φάδον δὲ Τιβέριος Ἀλέξανδρος διεδέξατο, Ἀλεξάνδρου τοῦ ἀλαβαρχήσαντος ἐν Ἀλεξανδρείᾳ υἱός. καὶ οἶ παῖδες δὲ τοῦ Γαλιλαίου Ἰούδα Ἰάκωβος καὶ Σίμων, τοῦ τὸν λαὸν ἀποστήσαντος Κυρηνίου τιμητεύοντος, ἀνῃρέθησαν, οὓς ἀνεσταύρωσεν ὁ Ἀλέξανδρος. ὁ δὲ τῆς Χαλκίδος βασιλεύων Ἡρώδης μεταστήσας τῆς ἀρχιερωσύνης Ἰωσὴφ τὸν τοῦ Κεμεδῆ, Ἀνανίᾳ τῷ τοῦ Νεδεβαίου παρέσχεν αὐτήν. Τιβερίῳ δὲ Ἀλεξάνδρῳ Κούμανος ἦλθε διάδοχος. ἐν ὀγδόῳ δ’ ἔτει τῆς Κλαυδίου μοναρχίας Ἡρώδης ὁ τοῦ μεγάλου Ἀγρίππου ἀδελφὸς τελευτᾷ ἐφ’ υἱέσι τρισί· τὴν δ’ ἀρχὴν αὐτοῦ τῷ νεωτέρῳ Ἀγρίππᾳ δέδωκε Κλαύδιος. Κουμάνου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος πλῆθος κατὰ τὴν ἑορτὴν τοῦ πάσχα εἰς Ἱεροσόλυμα ἤθροιστο. ἵνα γοῦν μή τι νεωτερισθείη παρὰ τοῦ πλήθους ὄντος πολλοῦ, στρατιώτας ἐνόπλους ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ὁ Κούμανος ἔστησε καταστε- λοῦντας τὸν θόρυβον, ἐὰν γένηται· τοῦτο θὲ καὶ οἱ πρὸ αὐτοῦ ἐποίουν. τετάρτῃ δ᾿ ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τῶν ἐν ταῖς στοαῖς ἀνακαλυψάμενος τὴν αἰδῶ τοῖς πλήθεσιν ἐπεδείκνυεν. οἱ δ᾿ ἐθυμοῦντο ὡς εἰς τὸν θεὸν τοῦ στρατιώτου ἠσεβηκότος, καὶ οἶ θρασύτεροι τὸν Κούμανον ἐβλασφήμουν. καὶ ὃς πρὸς τὰς βλασφημίας ἠρέθιστο, καὶ κελεύει τὸ στράτευμα πᾶν ἥκειν εἰς τὴν Ἀντωνίαν τό φρούριον τῷ ἱερῷ ἐπικείμενον. τὸ πλῆθος οὑν τοὺς ὁπλίτας θεασάμενον εἰς φυγὴν ὥρμησε, καὶ τῶν ἐξόδων στενῶν οὐσῶν συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὶ ὑπ’ ἀλλήλων συνθλιβόμενοι καὶ συμπατούμενοι διεφθάρησαν, ὡς δύο μυριάδας ἀριθμηθῆναι τοὺς τότε διαφθαρέντας καὶ πένθος ἦν ἀντὶ πανηγύρεως. Οὔπω τὸ πένθος τοῦτο κατηύναστο καὶ κακὸν προστίθεται ἕτερον. τινὲς γὰρ τῶν ἐπὶ νεωτερισμοῖς ἡδομένων Στέφανόν τινα δοῦλον τοῦ Καίσαρος ὁδοιποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν ἁρπάζουσι. διὸ πέμπει στρατιώτας ὁ Κούμανος, κελεύσας αὐτοῖς τὰς πλησίον χώρας ληίσασθαι καὶ τοὺς ἐπιφανεστάτους αὐτῶν δεσμίους ἐπ’ αὐτὸν ἀγαγεῖν. τῆς δὲ τῶν χωρίων ἐκείνων πορθήσεως γινομένης νεανίας τις τῶν στρατιωτῶν θρασὺς καὶ ἀτάσθαλος τοῖς Μωυσέως ἐντυχὼν νόμοις ἔν τινι κώμῃ σεβασμίως κειμένοις ἐπ’ ὄψεσι πολλῶν διέρρηξεν αὐτοὺς βλασφημῶν καὶ κατακερτομῶν. προσίασιν οὑν τῷ Κουμάνῳ οἱ Ἰουδαῖοι, ἱκετεύοντες μὴ αὐτούς, ἀλλὰ τὸν θεόν, οὗπερ οἶ νόμοι καθυβρίσθησαν ἐκδι- κῆσαι. καὶ ὁ Κούμανος δείσας μὴ τὸ πλῆθος πάλιν νεωτερίσειε, τὸν ἐνυβρίσαντα τοῖς νόμοις πελεκίσας τὴν στάσιν κατέπαυσεν.