Ancient Greek
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.21.1
Not analysed yet
Τοιαῦτα μὲν οὖν ἔπασχον Ἰουδαῖοι ,Τίτῳ δὲ τὰ χώματα προύκοπτε, καίτοι κακουμένων ἀπὸ τοῦ τείχους χοῦς τῶν στρατιωτῶν. οἱ δὲ πρὸς συλλογὴν ἐξιόντες τροφῆς ἐνηδρεύοντο, ἦσαν δὲ οὐ δημόται μόνον, ἀλλὰ καὶ τῶν μαχίμων τινὲς οὐκέτι ταῖς ἁρπαγαῖς ἀρκούμενοι, καὶ συλλαμβανόμενοι ὑπὸ τῶν Ῥωμαίων μετὰ πᾶσαν βάσανον πρὸ τοῦ τείχους ἀνεσταυροῦντο. Τίτῳ μέντοι οἰκτρὸν τὸ πάθος ἐδόκει, πεντακοσίων ἑκάστης ἡμέρας ἢ καὶ πλειόνων ἁλισκομένων. οὔτε δὲ φυλάττειν αὐτοὺς οὔτ’ ἀφιέναι ἔκρινεν ἀσφαλές, καὶ ἄμα πρὸς τὴν ὄψιν ἐνδοῦναι τοὺς λοιποὺς ἤλπιζεν. οἱ στασιασταὶ δὲ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος ἕλκοντες, καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πύστιν ὡρμημένους, οἷα πάσχουσιν οἱ Ῥωμαίοις προσφεύγοντες ἐπεδείκνυον, καταψευδόμενοι καὶ τῶν πολεμίων καὶ τῶν οἰκείων. Ἤδη δὲ τῶν χωμάτων συντελεσθέντων αἱ ἑλεπόλεις προσήγοντο. ὑπορύξαντες δ’ ἔνδοθεν Ἰουδαῖοι τὸ κατὰ τὴν Ἀντωνίαν μέχρι τῶν χωμάτων διάστημα, καὶ τοὺς ὑπονόμους ξύλοις ὐποστηρίξαντες, μετέωρα τὰ χώματα πεποιήκασιν. εἶτα ὕλης τὸ ὄρυγμα πλήσαντες, πῦρ τῇ ὕλῃ ἐνέβαλον, καὶ τῶν ὑποστηριζόντων ξύλων καυθέντων ἡ διῶρυξ ἀθρόον ἐνέδωκε καὶ κατεσείσθη τὰ χώματα· καὶ τοῖς Ῥωμαίοις ἔκπληξις καὶ ἀθυμία πρὸς τὴν ἐπίνοιαν γίνεται. κατὰ δὲ τὰ λοιπὰ τὰς ἑλεπόλεις οἱ Ῥωμαῖοι προσάγοντες διέσειον τὸ τεῖχος. ἀλλά τινες παραβόλως λῶς ὁρμήσαντες πῦρ κατ’ αὐτῶν ἐνῆκαν καὶ πάντα κατέπρησαν. διεφθαρμένων δὲ τῶν χωμάτων Ῥωμαῖοι μὲν ἠθύμουν, Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο. καὶ οἱ μὲν αὖθις ἕτερα ἐγείρειν ἐκέλεουν, οἶ δὲ χωμάτων ἄνευ προσκαθέζεσθαι καὶ φυλάττειν τὰς ἐξόδους αὐτῶν καὶ τὰς τῶν ἐπιτηδείων εἰσαγωγάς ,καὶ οὕτως ἔλεγον λιμῷ τὴν πόλιν ἔσεσθαι ἁλωτήν, τοῖς δὲ πᾶσαν ἐδόκει προσάγειν τὴν δύναμιν καὶ ἀποπειρᾶσθαι τοῦ τείχους · μηδὲ γὰρ οἴσειν Ἰουδαίους τὴν ἔφοδον. τῷ γε μὴν Τίτῳ τούτων ὐδὲν ἤρεσκεν, ἐδόκει δὲ περιβόλῳ τὴν πόλιν κυκλῶσαι, ἵν οὕτω πάσαν ἐμφράξῃ τοῖς ἔνδον διέξοδον. καὶ τὸ ἔργον τῇ στρατιᾷ κατεμέρισε. τοῖς δέ τις ἔρις ἐμπίπτει ἐπὶ τὴν ἐργασίαν καὶ ὁρμή τις δαιμόνιος, ταχύ τε τὸ ἔργον ἐξῳκοδόμητο. περικλείσας δὲ τό τείχει τὴν πόλιν, τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς περιιὼν αὐτὸς ἐπεσκέπτετο, τὰς δὲ λοιπὰς ἑτέροις ἐπέτρεψε· διεκληροῦντο δὲ τὸν ὕπνον οἱ φύλακες. Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκλείσθη πᾶσα σωτηρίας ἐλπίς, καὶ ὁ λιμὸς κατ᾿ οἴκους καὶ γενεὰς τὸν δῆμον ἐβόσκετο, καὶ τὰ μὲν τέγη γυναικῶν καὶ βρεφῶν ἐκλελυμένων πεπλήρωτο, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν· παῖδες δὲ καὶ νεανίαι διῳδηκότες ὡς εἴδωλα κατὰ τὰς ἀγορὰς περιῄεσαν, καὶ κατέπιπτον ὅπῃ ἴκαστος ἀτονήσας ἔτυχε. θάπτειν δὲ τοὺς προσήκοντας οἱ ἔτι ζῶντες οὐκ ἴσχυον· πολλοὶ δὲ καὶ θάπτειν ὁρμήσαντες τοῖς θαπτομένοις ἐπαπέθνησκον. οἱ δὲ στασιασταὶ καὶ τῶν ἐκ τοῦ λιμοῦ κακῶν ἐγίνοντο χαλεπώτεροι, τυμβωρυχοῦντες καὶ τὰς οἰκίας συλῶντες. καὶ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ θάπτειν ἐκέλευον τοὺς νεκρούς, τὴν δυσωδίαν μὴ φέροντες, εἶτ᾿ ἐρρίπτουν αὐτοὺς ἐκ τῶν τειχῶν εἰς τὰς φάραγγας. περιιὼν δ᾿ ὁ Τίτος καὶ θεασάμενος νεκρῶν πεπληρωμένας αὐτὰς καὶ βαθὺν ἰχῶρα μυδώντων σωμάτων ἐκρέοντα, ἐστέναξε καὶ τὰς χεῖρας ἀνατείνας ἐμαρτύρετο τὸν θεὸν ὡς οὐκ εἴη τὸ ἔργον αὐτῷ πρὸς βουλῆς. καὶ πάλιν ἥπτετο χωμάτων, χαλεπῶς αὐτῷ τῆς ὕλης ποριζομένης· πρὸ γὰρ σταδίων κεκόμιστο ἐνενήκοντα. Πολλοὶ δ᾿ ηὐτομόλουν τοῦ δήμου, οἱ μὲν ἐκ τῶν τειχῶν κρημνίζοντες ἑαυτούς, οἱ δὲ προιόντες ὡς ἐπὶ μάχην μετὰ χερμάδων πρὸς ῾Ρωμαίους κατέφευγον. καὶ οὕτω δ᾿ οἶ πλείους ἀπώλλυντο· λιμώττοντες γὰρ καὶ ἀφθονίᾳ τροφῶν ἐντυγχάνοντες ἀπλήστως τε κο- ρεννύμενοι διερρήγνυντο. συνέβη δέ τι καὶ ἕτερον τοὺς αὐτομόλους φθεῖρον. τινὲς γὰρ αὐτῶν κεκτημένοι χρυσοῦς ἐν τῷ μέλλειν πρὸς Ῥωμαίους αὐτομολεῖν κατέπινον σφᾶς, ἵνα μὴ ἁλόντες ἀφαιρεθόσιν αὐτούς. παρὰ δὲ τοῖς Ῥωμαίοις γενόμενοι τοῖς τῆς γαστρὸς σκυβάλοις τοὺς χρυσοῦς συνεξέκρινον ,καὶ ἐκλέγοντες αὐτοὺς ἐλάμβανον. φωρᾶται τοίνυν τῶν αὐτομόλων τις τοῦτο ποιῶν · καὶ φήμης γεγονυίας εἰς τὸ στρατόπεδον ὡς μεστοὶ χρυσίου προσίασιν οἱ αὐτόμολοι, ἀνετέμνοντο τὰς γαστέρας οἱ ἄθλιοι, ὡς ἐντεῦθεν πολλὴν γενέσθαι τῶν Ἰουδαίων φθοράν · μιᾷ γὰρ νυκτὶ ὑπὲρ τρισχιλίους ἀνασχισθῆναι συνέβη. ὃ γνοὺς ὁ Τίτος ἠπείλησε τῷ στρατεύματι · ἀλλὰ μικρὸν κρὸν ἢ οὐδἐν τοῖς αὐτομόλοις ἐπήμυνεν ἡ τοῦ Τίτου ὀργή. ἐν ὀλίγοις δ’ εὑρίσκετο τὰ ἀργύρια ,τοὺς δὲ λοιποὺς ἐλπίδες μόναι ἀπώλλυον. λέγεται δὲ τοὺς ἐκ τῆς πόλεως διὰ τῶν πυλῶν ἐκκομισθέντας καὶ ῥιφέντας νεκροὺς τῶν ἀπόρων γενέσθαι μυριάδας ἐξήκοντα, τῶν δ’ ἄλλων ἀνεξεύρετον εἶναι τὸν ἀριθμόν, τοῦ μέντοι σίτου τὸ μέδιμνον πραθῆναι ταλάντου.