Ancient Greek
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.22.1
Not analysed yet
περιτειχισθείσης δὲ τῆς πόλεως παρὰ τῶν Ῥωμαίων, ὡς ἄνω μοι εἴρηται ,οὐδὲ ποηλογεῖν οἶόν τε ἦν· ὅθεν τὰς τῶν ζῴων κόπρους τὰς παλαιὰς ἀνερευνῶντες ἐποιοῦντο τροφήν. Ῥωμαίοις δὲ ἤδη ἠγέρθη τὰ χώματα, καὶ ταῖς ἑλεπόλεσι τὸ τεῖχος τῆς Ἀντωνίας ἐτύπτετο, οὐ μὴν καθῃρεῖτο τυπτόμενον. τινὲς δὲ τῶν στρατιωτῶν ὑπὲρ τῶν σωμάτων τοὺς θυρεοὺς ὀροφώσαντες ,μοχλοῖς χλοῖς τοὺς θεμελίους ὑπώρυττον ,καὶ τέσσαρας τῶν λίθων ἐξέσεισαν. νὺξ δ' ἐπελθοῦσα τούς πολέμους ἑκατέρωθεν ἔπαυσε· καὶ τὸ τεῖχος ὑπὸ τῶν κριῶν σαλευθὲν κατ’ αὐτὴν αἰφνίδιον κατερείπεται. ὤφθη δ’ ἄλλο τεῖχος ἀνῳκοδομημένον ἐντός ,ὁ τὴν ἐπὶ τῷ πεσόντι χαρὰν τοῖς Ῥωμαίοις εἰς ἀθυμίαν μετέβαλεν. ὁ Τίτος δὲ τοῖς στρατιώταις διαλεχθεὶς ἐπήγειρεν αὐτῶν τὰ φρονήματα. καί τις ἀπὸ Συρίας ἀνὴρ Σαβῖνος τό ὄνομα, ὑπὲρ τῆς κεφαλῆς τῇ λαιᾷ τὸν θυρεὸν ἐπανατεινάμενος, τῇ δεξιᾷ δὲ τὸ ξίφος σπασάμενος, ἐπὶ τὸ τεῖχος ἐχώρησεν · εἵποντο δὲ αὐτό καὶ ἕτεροι ἕνδεκα, τὴν ἀνδρείαν ζηλώσαντες. οἱ δ’ ἐν τῷ τείχει κατηκόντιζόν τε αὐτοὺς καὶ βέλεσιν ἔβαλλον, καὶ λίθους ὑπερμεγέθεις ἐκύλιον, δι’ ὄν τῶν ἕνδεκα παρεσύρησαν ἔνιοι. ὁ δὲ Σαβῖνος οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν ἢ ἀνελθεῖν εἰς τὸ τεῖχος καὶ τρέψασθαι τοὺς πολεμίους. ὅτε γοῦν ἐκράτησε τῆς ἐπιχειρήσεως ,ἐσφάλη προσπταίσας πέτρᾳ τινί, καὶ πρηνὴς ἐν αὐτῇ μετὰ ψόφου τῶν ὅπλων κατέπεσε. πρὸς γοῦν τὸν ψόφον ἐπιστραφέντες οἱ Ἰουδαῖοι, καὶ μόνον αὐτὸν ἰδόντες καὶ κείμενον, ἔβαλλον πάντοθεν. ὁ δ’ εἰς γόνυ διαναστὰς ἠμύνετο, ὑπὸ δὲ πλήθους τραυμάτων παρείθη τὴν δεξιὰν καὶ κατεχώσθη τοῖς βέλεσι. τῶν δὲ λοιπῶν τρεῖς μὲν ἤδη πρὸς τοῖς ἄκροις γενομένους τοῖς λίθοις ἀπέκτειναν ,οἱ δ' ὀκτὼ τραυματίαι πρὸς τὸ στρατόπεδον ἐκομίσθησαν. Μετὰ δὲ δύο ἡμέρας νυκτός τινες ἡσυχῇ διὰ τῶν ἐρειπίων εἰς τὴν Ἀντωνίαν προσβαίνουσι, καὶ τοὺς ἐκεῖ φρουροῦντας ἀποσφάξαντες κοιμωμένους ,ἐσάλπισαν. καὶ φυγὴ τῶν ἄλλων φρουρῶν ἦν, Τίτος δὲ μετὰ τῶν ἐπιλέκτων ἀνέβη, καὶ τὰ τάγματα εἵπετο. τῶν Ἰουδαίων δὲ καταπεφευγότων εἰς τὸ ἱερόν ,καὶ οἱ τοῦ Τίτου εἰσέπιπτον διὰ τῆς διώρυγος, ἣν ὑπὸ τὰ χώματα τῶν Ῥωμαίων ὑπώρυξαν. συρρήγνυται δὲ περὶ τὰς εἰσόδους μάχη καρτερά, καὶ τὰ ξίφη σπασάμενοι συνεπλέκοντο ,φόνος δὲ ἦν πολὺς ἑκατέρωθεν. τέρωθεν. κλινομένης δὲ ἤδη τῆς Ῥωμαϊκῆς παρατάξεως, Ἰουλιανός τις ἑκατοντάρχης ,ἄριστος ἀνήρ, προπηδᾷ καὶ νικῶντας τοὺς Ἰουδαίους τρέπεται μόνος. ἔφευγε δὲ τὸ πλῆθος καὶ διεσκέδαστο. καταδιώκων οὖν τοὺς σκεδαννυμένους ὁ γενναῖος ἐκεῖνος ἀνὴρ κατολισθαίνει κατὰ τοῦ λιθοστρώτου ,ἥλους πυκνοὺς ἐν τοῖς ὑποδήμασιν ἔχων, ὡς καὶ οἶ λοιποὶ στρατιῶται. καὶ Ἰουδαῖοι περιστάντες αὐτὸν ἐτίτρωσκον πάντοθεν. ὁ δὲ καὶ κείμενος ἠμύνετο, μέχρι κατατρωθεὶς ἐνέδωκε, καὶ τοῖς πολεμίοις αὐτοῖς θαυ- θαυμαζόμενος. Ἰουδαῖοι μὲν οὖν τοὺς Ῥωμαίους ὠσάμενοι κατακλείουσιν κλείουσίν εἰς τὴν Ἀντωνίαν, ὁ Τίτος δὲ πολλὰ καὶ διὰ Ἰωσήπου παρακαλέσας τοὺς στασιαστὰς καὶ δι’ ἑαυτοῦ, ὡς ἀμειλίκτους ἐώρα, πάλιν ἐχώρει καὶ ἄκων πρὸς πόλεμον. καὶ τοὺς ἀρίστους ἐπιλεξάμενος περὶ ὥραν τῆς νυκτὸς ἐνάτην ταῖς φυλακαῖς ἐπιθέσθαι προσέταξεν. οὐ μὴν κοιμωμένους εὗρον τοὺς φύλαπρὸς ἀλλὰ γνόντες τὴν ἐπίθεσιν συνεπλέκοντο ,καὶ πρὸς τὴν βοὴν καὶ οἶ ἄλλοι συνῄεσαν. ἐξ ἐνάτης δὲ τῆς νυκτὸς ὥρας εἰς πέμπτην τῆς ἡμέρας τοῦ πολέμου συνισταμένου ἀγχώμαλος ἦν ἡ μάχη, μηδενὶ τῆς νίκης ἐπιβρισάσης. καὶ οὕτω τότε διελύθησαν οἶ μαχόμενοι. τὸ δὲ λοιπὸν τῆς τῶν Ῥωμαάων δυνάμεως ἡμέραις ἑπτὰ τοὺς τῆς Ἀντωνίας θεμελiους καταστρεψάμενον πλατεῖαν πρὸς τὸ ἱερὸν ηὐτρέπισαν ἄνοδον. καὶ πλησιάσαντα τῷ πρώτῳ περιβόλῳ τὰ τάγματα χωμάτων κατήρχετο. καὶ ταῦ τὰ μὲν ἠγείρετο σὺν μόχθῳ πολλῷ· Ἰουδαῖοι δὲ τῆς βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν Ἀντωνίαν ἐμπρήσαντες ἀπέρρηξαν ὅσον πήχεις εἴκοσι, ταῖς ἑαυτῶν χερσὶν ἀρξάμενοι καίειν τὰ ἅγια. ὑποπιμπρᾶσι δὲ καὶ Ῥωμαῖοι τὴν πλησίον στοάν · καὶ μέχρι πεντεκαίσεκα πήχεων προκόψαντος τοῦ πυρός, ἀποκόπτου- σιν Ἰουδαῖοι τὴν ὀροφήν. οἱ δ' ἀνὰ τὸ ἱερὸν στασιασταὶ καὶ φανερός τοῖς ἐπὶ τῶν χωμάτων ἐπετίθεντο στρατιώταις, καὶ μετὰ δόλων ἠμύνοντο. ὑπὸ δὲ τοῦ λιμοῦ ἄπειρόν τι πλῆθος ἦσαν οἶ θνήσκοντες. πάθη δὲ τοῖς περιοῦσιν ἔτι συνέβαινε καὶ φρικτὰ διηγήσασθαι καὶ δύσπιστα τοῖς ἀκούουσιν· ὃν ἒν διηγήσομαι. Γυνή τις ὑπὲρ τὸν Ἰορδάνην διὰ γένος καὶ πλοῦτον οὐκ ἄσημος εἰς τὰ Ἰεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. ταύτης πολλάκις ἑαυτῇ τροφὰς ποριζομένης οἱ λῃστεύοντες ἐν τῇ πόλει ταύτας διήρπαζον. ἡ δὲ πρὸς ταῦτα ἀγανακτοῦσα ,θυμῷ τε καὶ λιμῷ στρατηγουμένη ,ὃ ἦν αὐτῇ ὑπομάζιον τέκνον καταθύσασα καὶ ὀπτήσασα, τὸ μὲν ἔφαγε, τὸ δὲ λοι- πὸν εἰς δευτέραν ἐτήρει τροφήν. οἱ δὲ στασιασταί, τῆς κνίσης προσβαλλούσης αὐτοῖς, παρῆσαν εὐθύς, καὶ εἰ μὴ δοίη τὸ παρασκευασθέν, ἀποσφάξειν ἠπείλουν αὐτήν. ἡ δὲ τὰ τοῦ παιδὸς ἀνεκάλυψε λείψανα· κἀκεῖνοι ἐξέστησάν τε πρὸς τὴν θέαν καὶ ἔφριξαν, καὶ τρέμοντες ὑπεχώρησαν, μόλις ταύτης τέως τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί. Ἤδη δὲ τῶν χωμάτων τετελεσμένων προσήγοντο οἱ κριοί · ἤνυον δ' οὐδὲν διὰ τὴν τοῦ τείχους στερρότητα. ἕτεροι δὲ τοὺς θεμελίους ὑπώρυττον καὶ οὐδ' οὕτως τὸ τεῖχος κατασέσειστο. ἀπογνόντες οὖν τῶν ἄλλων, κλίμακας προσέφερον ταῖς στοαῖς. οἱ δὲ Ἰουδαῖοι κωλῦσαι μὲν οὐκ ἔφθασαν, τοῖς δ’ ἀναβᾶσι συμπεσόντες ἐμάχοντο· καὶ ἦν οὐκ ὀλίγος αὐτῶν φόνος.