Ancient Greek
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.24.1
Not analysed yet
Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων ἢν ἁρπαγή, τῶν δὲ καταλαμβανομένων σφαγή. οὐδαμοῦ δὲ ἡ γῆ ἐκ τῶν νεκρῶν διεφαίνετο, ἀλλὰ σωροῖς οἶ στρατιῶται σωμάτων ἐπεμβαίνοντες ἐπὶ τοὺς φεύγοντας ἔθεον. τὸ μὲν οὖν λῃστρικὸν πλῆθος ὠσάμενοι τοὺς Ῥωμαίους διεξέπεσον εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ περιλειφθὲν εἰς τὴν ἔξω στοὰν κατέφυγε. τῶν δ’ ἱερέων τινὲς ἐπὶ τὸν τοῖχον ἀναχωρήσαντες, ὄντα τὸ εὖρος ὀκτάπηχυν, ἔμενον. δύο γε μὴν τῶν ἐπισήμων ῥίψαντες ἑαυτοὺς εἰς τὸ πῦρ συγκατεφλέγησαν τῷ ναῷ. Ῥωμαῖοι δὲ ματαίαν τὴν ἐπὶ τοῖς πέριξ τοῦ ναοῦ φειδὼ κρίναντες, ἤδη αὐτοῦ φλεγομένου, πᾶσιν ἐπῆγον τὸ πῦρ· τὸ δὲ καὶ τῶν γαζοφυλακίων ἐπιλαμβάνεται, ἐν οἷς ἄπειρον μὲν πλῆθος τεθησαύριστο χρημάτων, ἄπειροι δ᾿ ἐσθῆτες πολυτελεῖς καὶ ἄλλα κειμήλια. ἅπας γὰρ ὁ Ἰουδαίων πλοῦτος πανταχόθεν ἐκεῖ σεσώρευτο, τῶν κεκτημένων ἀποτιθεμένων ταῦτα ἐκεΤ ὡς ἐπ᾿ ἀσφαλοῦς ταμιείου. Ἄπειρον δέ τι πλῆθος διεφθάρη δημοτικόν, οἷς αἴτιος ἀπωλείας ἐγένετό τις ψευδοπροφήτης, κηρύξας τοῖς ἐν τῇ πόλει ὡς ὁ θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει, δεξομένους τὰ σημεῖα τῆς σωτηρίας. πολλοὶ δὲ τοιοῦτοι παρὰ τῶν τυράννων ταῦτα λέγειν καθίεντο, ἵν᾿ ἧττον αὐτομολοῖεν· δι᾿ ὧν ὁ δείλαιος ὄχλος πάρα βουκόλου μένος τοῖς ἐναργέσι σημείοις ὡς ἐμβρόντητοι οὐκ ἐπίστευον. πολλὰ δὲ σημεῖα γεγόνασιν. ἔστη μὲν γὰρ ὑπὲρ τὴν πόλιν ἄστρον ῥομφαίᾳ παραπλήσιον, καὶ κομήτης φανεὶς παρετάθη ἐπ᾿ ἐνιαυτόν καὶ φῶς πρὸ τοῦ πολέμου ποτὲ τὸν ναὸν καὶ τὸν βωμὸν περιέλαμψεν, ὡς δοκεῖν ἡμέραν εἶναί λαμπράν, παραμεῖναν ἐπὶ ἡμίσειαν ὥραν. καὶ βοῦς εἰς θυσίαν ἀναχθεῖσα ἔτεκεν ἄρνα. ἡ δὲ ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω ναοῦ χαλκῆ οὖσα καὶ στιβαρά. ὡς μόλις ὑπὸ ἀνδρῶν εἴκοσιν ἀνοίγνυσθαί τε καὶ κλείεσθαι, καὶ μοχλοὺς καὶ κατάπηγας ἔχουσα βαθυτάτους, ὤφθη νύκτωρ αὐτομάτως ἠνεῳγμένη. ἐδήλου δὲ λυομένην τὴν τοῦ ναοῦ ἀσφάλειαν, καὶ τοῖς πολεμίοις ἐσομένην τὴν εἴσοδον εὐμαρῆ. καὶ φάσμα τι δαιμόνιον ἄλλοτε ὤφθη πρὸ ἡλίου δυσμῶν, ἄρματα κατὰ πάσαν τὴν χώραν διιόντα μετέωρα, καὶ φάλαγγες ἔνοπλοι διᾴττουσαι τῶν νεφῶν. κατὰ δὲ τὴν τῆς πεντηκοστῆς ἑορτὴν εἰς τὸ ἔνδον ἱερὸν οἱ ἱερεῖς παρ- ἐλθόντες κινήσεως ᾔσθοντο καὶ κτύπου · εἶτα φωνῆς ἥκουσαν λεγούσης Μεταβαίνωμεν ἐντεῦθεν. πρὸ δὲ τεσσάρων ἐνιαυτῶν τοῦ πολέμου ,ἐν τῇ τῆς σκηνοπηγίας ἑορτῇ, Ἰησοῦς τις ἀγροῖκος ἀνὴρ ἐλθὼν εἰς τὴν ἑορτὴν βοᾶν ἤρξατο Φωνὴ ἀπὸ ἀνατολῆς ,φωνὴ ἀπὸ δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ Ἰεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, φωνὴ ἐπὶ πάντα τὸν λαόν. καὶ περιῄει τὴν πόλιν ταῦτα κεκραγὼς μεθ’ ἡμέραν καὶ νύκτωρ. παιόμενος δὲ διὰ τὸ κακόφημον ,ὁ δὲ οὐδὲν ἕτερον ἢ τὰς αὐτὰς ἐβόα φωνάς. ἀναχθεὶς δὲ καὶ πρὸς τὸν τῆς χώρας ἐπιτροπεύοντα τότε Ῥωμαῖον, καὶ κατα- ξανθεὶς μάστιξιν ,οὔθ’ ἱκέτευσεν οὔτ’ ἐδάκρυσεν, ἀλλὰ τὴν φωνὴν ὀλοφυρτικῶς παρακλίνων πρὸς ἑκάστην πληγὴν Αἰαῖ Ἱεροσολύμοις ἐβόα ,μέχρι καταγνοὐς μανίαν αὐτοῦ ὁ Ἀλβῖνος ,οὗτος γὰρ ἑπετρόπευε τότε, ἀπέλυσεν αὐτόν. ὁ δ’ ἔκτοτε μέχρι τοῦ πολέμου Αἰαῖ Ἰεροσολύμοις ἐθρήνει. ἐν δὲ ταῖς ἑορταῖς μάλιστα τὴν σκυθρωπὴν ἐκεκράγει κληδόνα. καὶ τούτ’ ἐποίει ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε, μέχρις οὗ κατὰ τὴν πολιορκίαν περιιὼν ἐπὶ τοῦ τείχους Αἰαῖ πάλιν τῇ πόλει καὶ τῷ ναῷ καὶ τῷ λαῷ διαπρυσίως ἐβόα. ὡς δὲ τελευταῖον προσέθηκεν Αἰαῖ κἀμοί, λίθος ἐκ τοῦ πετροβόλου πλήξας αὐτὸν ἔκτεινε.