Ancient Greek
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.23.1
Not analysed yet
Ὁ δέ γε Τίτος ὡς ἑώρα τὴν ἐπὶ τῶ̣ ἱερῷ φειδὼ πρὸς βλάβην γινομένην τοῖς στρατιώταις, τὰς πύλας ὑφάπτειν προσέταξε. προσαχθέντος δ’ αὐταῖς τοῦ πυρός, τηκόμενος ὁ ἄργυρος ᾧ ἐνεδέδυντο παρεχώρει τῇ φλογὶ τῶν ξύλων ἐφάπτεσθαι, κἀντεῦθεν ἐπελαμβάωετο τῶν στοῶν. τοῖς δ’ Ἰουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί. ἐκείνην μὲν οὑν τὴν ἡμέραν καὶ τὴν ἐπτοῦσαν νύκτα τὸ πῦρ ἐπεκράτει· παρὰ μέρος δέ, οὐχ ὁμοῦ πάντοθεν ἴσχυσαν ὑφάψαι τὰς στοάς · τῇ δ ἐπιούσῃ μέρει τῆς δυνάμεως ὁ Τίτος τὸ πῦρ σβεννύειν κελεύσας καὶ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς εὐμαρεστέραν τῶν ταγμάτων ἄνοδον, αὐτὸς ἒξ τοὺς Κορυφαιοτάτους τῶν ἡγεμόνων προσκαλεσάμενος περὶ τοῦ ναοῦ ἐβουλεύετο. τοῖς μὲν οὖν ἐδόκει τῷ τοῦ πολέμου κεχρῆσθαι νόμῳ καὶ μή τινος φείδεσθαι, τινὲς δὲ παρῄνουν, εἰ μὲν πολεμοῖεν ἐπιβάντες αὐτοῦ Ἰουδαῖοι, καταφλέγειν ,φρούριον γὰρ καταφλεγήσεσθαι, οὐκέτι ναόν, εἰ δὲ μὴ τοῦτο, σώζειν. ὁ δὲ Τίτος οὐδ’ ἂν ἐπιβάντες ἐπ’ αὐτοῦ πολεμῶσιν Ἰουδαῖοι ἔφησεν ἀντὶ τῶν ἀνδρῶν τοῖς ἀψύχοις ἐπάγειν τὴν ἄμυναν οὐδὲ καταφλέξειν τηλικοῦτον ἔργον· Ῥωμαίοις γὰρ ἔσεσθαι πρὸς βλάβην φθαρέν, ὥσπερ καὶ κόσμον τῆς ἡγεμονίας ,εἰ σώζοιτο. Τῷ μὲν οὖν Τίτῳ σκοπὸς ἦν τῇ ἐπιούσῃ ἡμέρᾳ μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν ,τοῦ δὲ ἄρα πάλαι ὁ θεὸς φθορὰν κατεψήφιστο. οἶ γὰρ στασιασταὶ ἐπιτίθενται τοῖς φύλαξι τοῦ ἔξω ἱεροῦ, οἱ δὲ πλήθει τε τῶν ἐκτρεχόντων καὶ θυμοῖς ἡττώμενοι ἐνεδίδοσαν. καὶ ὁρῶν ταῦτα Τίτος ἄνωθεν ἐκ τῆς Ἀντωνίας, ἐπαμύνει μετὰ τῶν ἐπιλέκτων ἱππέων. καὶ Ἰουδαῖοι τὴν ἔφοδον οὐχ ὑπ᾿ ἔμειναν, ἀλλ᾿ εἰς τὸ ἔνδον συνεκλείσθησαν ἱερόν. ὑποχωρήσαντος δὲ Τίτου πρὸς ὀλίγον λωφήσαντες οἱ στασιασταὶ πάλιν ῾Ρωμαίοις ἐπιτίθενται. καὶ τρεψάμενοι αὐτοὺς οἱ ῾Ρωμαῖοι μέχρι τοῦ ναοῦ παρῆλθον. καί τις τῶν στρατιωτῶν ἐκ τῆς φλεγομένης ὕλης μέρος ἁρπάσας, καὶ ὑφ᾿ ἑτέρου ἀνακουφισθεὶς στρατιώτου, ἐνίησι τὸ πῦρ θυρίδι χρυσῇ. αἰρομένης δὲ τῆς φλογὸς Ἰουδαίων μὲν ἐγείρεται κραυγή, καὶ συνέθεον πρὸς τὴν ἄμυναν, Τίτος δὲ γνοὺς ἔθει πρὸς τὸν ναὸν κωλύσων τὸ πῦρ, καὶ τῇ φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν. οὔτε δὲ βοῶντος ἤκουον οὔτε τῆς χειρὸς προσεῖχον τοῖς νεύμασι. τὰ δὲ τάγματα εἰσιόντα καὶ τῷ ναῷ πλησιάζοντα τῶν μὲν τοῦ Τίτου παραγγελμάτων προσεποιοῦντο μηδὲ ἀκούειν, τοῖς πρὸ αὐτόν δὲ πῦρ ἐνιέναι παρεκελεύοντο. ἀμηχανία δ᾿ ἦν τοῖς στασιασταῖς, ἀπειρηκόσι πρὸς ἄμυναν, καὶ φόνος πανταχοῦ καὶ τροπή. Τίτος γε μὴν ὡς οὔτε τὰς ὁρμὰς τῶν στρατιωτόν ἐνθουσιώντων οἷός τε ἦν κατασχεῖν καὶ τὸ πῦρ ἐπεκράτει, παρελθὼν μετὰ τῶν ἡγεμόνων ἐθεάσατο τοῦ θεοῦ τὸ ἅγιον καὶ τὰ ἐν αὐτῷ. τῆς δὲ φλογὸς οὐδέπω διικνουμένης εἴσω, τοὺς δὲ περὶ τὸν ναὸν νεμομένης οἴκους, ἔτι σθαι σωθῆναι τὸ ἔργον οἰόμενος, αὐτός τε παρακαλεῖν ἐπειρᾶτο τοὺς στρατιώτας τὸ πῦρ σβεννύειν καί τινα τῶν περὶ αὐτὸν ξύλοις παίοντα τοὺς ὰπειθοῦντας ἐκέλευσεν εἴργειν. οἱ δὲ νικώμενοι τῷ θυμῷ καὶ τῷ πρὸς Ἰουδαίους μίσει, οὔτε τῇ πρὸς Τίτον αἰδοῖ ἀνεκόπτοντο οὔτε φόβῳ τῷ τοῦ κωλύοντος. τοὺς δὲ πολλοὺς καὶ ἐλπὶς παρέθηγεν ἁρπαγῆς, μεστὰ χρη- μάτων εἶναι τὰ ἔνδον δοξάζοντας. ἔφθη δέ τις καὶ εἰς τοὺς στροφέας τῆς πύλης πῦρ ἐμβαλών · καὶ φλογὸς ἔνδοθεν ἐκφανείσης ἐξάπινα, οἵ τε ἡγεμόνες ἀνεχώρουν καὶ ὁ Τίτος αὐτός, καὶ τούς ὑφάπτοντας οὐδεὶς ἔτι ἐκώλυεν. Ὁ μὲν οὖν ναὸς οὕτως τὸ πῦρ ἐδέξατο, τῶν ἐν αὐτῷ τελουμένων ἐναγῶς καθαρτήριον ἢ τῶν τελούντων αὐτὰ κολαστήριον. θαυμάσειε δ’ ἄν τις ὅτι καὶ μὴν ὁ αὐτὸς καὶ ἡμέρα συνέπεσε τῷ ἐμπρησμῷ τοῦ ναοῦ ,καθ’ ἣν καὶ ὁ πρότερος ὑπὸ Βαβυλωνίων κατεφλέγη ναός. καὶ ἀπὸ μὲν τῆς πρώτης οἰκοδομῆς ἣν Σολομὼν ἐποιήσατο μέχρι τῆς ἱστορουμένης νῦν καθαιρέσεως ,ἣ γέγονεν ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ μοναρχίας, ἔτη γίνεται χίλια ἑκατὸν καὶ τριάκοντα καὶ μῆνες ἑπτὰ ἡμέραι τε πεντεκαίδεκα · ἀπὸ δὲ τῆς ὕστερον, ἥτις ἔτει δευτέρῳ τῆς Κύρου βασιλείας ἤρξατο γίνεσθαι, μέχρι τῆς τελευταίας ἁλώσεως ἴτη ἑξακόσια καὶ τριάκοντα καὶ ἐννέα καὶ ἡμέραι πέντε καὶ τεσσαράκοντα.