Ancient Greek · ~19 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.26.1
Not analysed yet
Κατὰ ταύτας οὖν τὰς ἡμέρας οἱ τῶν Ἰδουμαίων ἡγεμόνες πέμψαντες ἄνδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι αὐτοῖς δεξιὰν. ὁ δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν Ἱδουμαίων μαίων κατανεύει τὴν σωτηρίαν αὐτοῖς. καὶ ὁ Σίμων γνοὺς τὴν γνώμην αὐτῶν ,τοὺς μὲν πέντε τοὺς ἐντυχόντας τῷ Τίτῳ αὐτίκα ἀναιρεῖ, τοὺς δ’ ἡγεμόνας συλλαβὼν εἵργνυσιν · Ἰδουμαίους δὲ οὐκ ἀφυλάκτους εἶχε, καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμβανε διὰ τοὺς αὐτομολοῦντας. πολλῶν δὲ φονευομένων, πλείους ἦσαν οἶ διαφεύγοντες. ἐδέχοντο δἑ οἱ Ῥωμαῖοι πάντας κόρῳ τοῦ κτείνειν καὶ κέρδους ἐλπίδι. τοὺς γάρ δημοτικοὺς ἐῶντες μόνους τοὺς ἄλλους ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς ἕκαστον, διὰ πλῆθος τῶν πωλουμένων καὶ ὀλι- γότητα τῶν ὠνουμένων. καὶ τῶν μὲν ἀπεμεποληθέντων ἄπειρόν τι πλῆθος ἦν, οἱ δημοτικοὶ δὲ διεσώθησαν ’σαν ὑπὲρ τετρακισμυρίους. τῶν ἱερέων δέ τις ὄνομα Ἰησοῦς, λαβὼν περὶ σωτηρίας ὅρκον ὥστε τινὰ παραδοῦναι τῶν κειμηλίων, ἔξεισι καὶ παραδίδωσι λυχνίας δύο τράπεζάν τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁ λόχυσα, καὶ τὰ καταπετάσματα καὶ τὰ τῶν ἀρχιερέων ἐνδύματα καὶ πολλὰ τῶν σκευῶν ἕτερα. ὁ δέ γε γαζοφύλαξ τοῦ ἱεροῦ Φινεὲς συλληφθεὶς τούς τε χιτῶνας καὶ τὰς ζώνας τῶν ἀρχιερέων ὑπέδειξε καὶ τῶν ἄλλων κειμηλίων πολλά. Συντετελεσμένων δὲ ἤδη τῶν χωμάτων προσῆγον οἱ Ῥωμαῖοι τῷ τείχει τὰς μηχανάς. τῶν δὲ στασιαστῶν οἱ μὲν ἀνεχώρουν εἰς τὴν ἄκραν, οἱ δ' ἐγκατεδύοντο τοῖς ὑπονόμοις ,πολλοὶ δὲ καὶ ἠμύνοντο. ὡς δὲ περιερράγη μέρος τοῦ τείχους ,δέος καὶ τοῖς τυράννοις ἐμπίπτει, καὶ μετέωροι πρὸς φυγὴν ἦσαν. ἐπεὶ δὲ τοὺς μὲν πάλαι πιστοὺς οὐκ εἶχον, ἐσκεδά- σθησαν γάρ ,οἶ δὲ πολέμιοι πλησίον εἶναι ἠγγέλ- λοντο, ἐπὶ στόμα πεσόντες ἀνῴμωξαν τὴν ἑαυτῶν φρενοβλάβειαν, κὰκ τῶν πύργων ἑκόντες κατέβησαν, ἀφ’ ὧν βίᾳ μὲν οὐδέποτε ἁλῶναι ἠδύναντο, λιμῷ δὲ μόνῳ, καὶ εἰς τὴν Σιλωὰμ φάραγγα καταφεύγουσιν, εἶτα κατέδυσαν εἰς τοὺς ὑπονόμους. Ῥωμαῖοι δὲ τῶν τειχῶν κρατήσαντες ἀναιμωτί, τοὺς καταλαμβανομένους ἐφόνευον καὶ τὰς οἰκίας ὑφῆπτον. ἐπαύσαντο δὲ πρὸς ἐσπέραν. τῇ δ’ ἐπιούσῃ παρελθὼν ὁ Τίτος εἴσω ,τῆς τε ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἐθαύμασε, καὶ Σὺν θεῷ ἐπολεμήσαμεν, ἔφη, καὶ θεὸς ἣν ὁ τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους καθελών. τὴν ἄλλην τε πόλιν ἀφανίζων καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον εἶναι τῆς αὐτοῦ τύχης, ᾗ συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων. Τῶν μὲν οὖν αἰχμαλώτων πάντων, οἳ δι’ ὅλου τοῦ πολέμου ἐλήφθησαν, ὁ ἀριθμὸς εἰς ἐννέα μυριάδας δᾴς καὶ ἑπτάκις χιλίους συνήχθη ,τῶν δὲ ἀπολλυμένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα. τούτων τὸ πλέον ὁμόφυλον μέν, ἀλλ’ οὐκ ἐπιχώριον· ἀπὸ γὰρ τῆς χώρας ὅλης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπένης τῷ πολέμῳ περιεσχέθησαν, καὶ μεστὴν ὁ πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο. Ἐπεὶ δὲ τῶν φανερῶν οὖς μὲν ἀνεῖλον, οὓς δ ᾐχμαλώτισαν Ῥωμαῖοι ,τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων, καὶ ἀναρρηγνύντες τὸ ἔδαφος, ὅσοις ἐνετύγχανον, χάνον, ἔκτεινον. εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ δισχιλίων ἐπέκεινα. δεινὴ δὲ ὑπήντα τοῖς ἐπικύπτουσι τῶν σωμάτων ὀδμή, ὡς πολλοὺς εὐθέως ἀναχωρεῖν. ἄλλοι δ’ ὑπὸ πλεονεξίας εἰσεδύοντο ,σωρείαις ἐμπα- τοῦντες νεκρῶν · εὕρισκον γὰρ πολλὰ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν. ἀνήγοντο δὲ καὶ πολλοὶ ὑπὸ τῶν τυράννων κατεχόμενοι δεσμῶται καὶ ἀπελύοντο. Τούτων δὲ τῶν ἀλαστόρων ὁ μὲν Ἰωάννης ἐν τοῖς ὑπονόμοις μετὰ τῶν ἀδελφῶν λιμώττων δεξιὰν παρὰ Ῥωμαίων λαβεῖν ἱκέτευε, Σίμων δὲ μετέπειτα συνελήφθη ,τοῦ Τίτου διάγοντος εἰς τὴν Φιλίππου λεγομένην Καισάρειαν. πολιορκουμένων γὰρ Ἱεροσολύμων ἐπὶ τῆς ἄνω πόλεως ὤν, τῶν Ῥωμαίων ἐντὸς γενομένων τῆς πόλεως, ὁ Σίμων τοὺς πιστοτάτους παραλαβὼν τῶν φίλων, καὶ σὺν αὐτοῖς λιθοτόμους τόμους καὶ τὸν πρὸς τὴν ἐργασίαν ἐπιτήδειον τούτοις σίδηρον, εἴς τινα τῶν ὑπονόμων σὺν ἐκείνοις καθίησιν ἑαυτόν, καὶ τὸ παλαιὸν ὄρυγμα διελθὼν τὴν γῆν ὑπενόμευεν ,ἵνα πορρωτέρω προελθόντες ἐν ἀσφαλείᾳ ποιήσωνται τὴν ἀνάδυσιν. ὀλίγον μέντοι τῶν μεταλλευόντων προχωρησάντων ἡ τροφὴ αὐτοῖς ἐπιλέλοιπε. τότε δὴ λευκοὺς ἐνδύεται χιτωνίσκους, καὶ χλαμύδα πορφυρᾶν ἐμπερονησάμενος ἀνέδυ τῆς γῆς κατ’ ἐκεῖνον τὸν τόπον ἐν ᾧ πρόσθεν τὸ ἱερὸν ἦν. πρῶτον μὲν οὖν θάμβος τοῖς ἰδοῦσι προσέπεσεν, εἶτα δ’ ἐγγυτέρω προσιόντες ὅστις εἴη ἠρώτων. Σίμων δὲ καλεῖν τὸν ἄρχοντα σφῶν προσέταττε. καὶ ἦκε κληθεὶς Τερέντιος Ῥοῦφος, ὃς ἄρχων τῆς στρατιᾶς κατελέλειπτο. ᾧ γνωρίσας ὅστις ἦν ὁ Σίμων συνελήφθη καὶ δεθεὶς ἐφυλάττετο. τῷ δέ γε Τίτῳ ἡ σύλληψις αὐτοῦ ἐδηλοῦτο. καὶ ὁ μὲν εἰς τὸν θρίαμβον ἐτηρεῖτο, καθ’ ὃν καὶ ἀνῃρέθη ἀγχόνῃ συρεὶς ἐν τῇ κατὰ τὴν Ῥώμην ἀγορᾷ ,ὅπου κτείνειν Ῥωμαίοις εἴθισται τοὺς ἐπὶ κακουργίᾳ θανατουμένους. Τοῦτο μὲν οὖν γέγονε τέλος τῷ τοὐ Γιώρα Σίμωνι· Ἰωάννης δέ, ἡ λοιπὴ τῶν Ἰουδαίων ἐρινύς, δεσμὰ κατεκρίθη διηνεκῆ. τὸ δὲ τῶν αἰχμαλώτων πλῆθος τὸ μὲν εἰς τὰ κατ’ Αἴγυπτον ἔργα ἐστάλη, τὸ δὲ ἐν ταῖς κατὰ πόλεις τελουμέναις θεωρίαις ἐφθείρετο ἢ θηριομαχίαις ἐκδιδόμενον ἢ ἀλληλοκτονούμενον. ἡ δὲ τοῦ Σίμωνος γῆθεν ἀνάδυσις πολὺ καὶ τῶν ἄλλων στασιαστῶν πλῆθος εὑρίσκεσθαι κατὰ τοὺς ὑπονόμους ἐποίησεν, ὡς ἐντεῦθεν καὶ τὰ τοῦ ναοῦ ἀνορυχθῆναι θεμέλια.