Ancient Greek · ~15 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.27.1
Not analysed yet
Οὐ μόνον δὲ τοῖς ἐν Ἱεροσολύμοις Ἰουδαίοις ἐπῆκτο κίνδυνος, ἀλλὰ καὶ τοῖς ἐν ταῖς ἄλλαις πόλεσι. πάντα δὲ διηγήσασθαι δύς ἔργον · τὰ δ’ ἐπ’ Ἀντιοχείας τοῖς ἐκείνην οἰκοῦσιν Ἰουδαίοις συμβεβηκότα διηγητέον. πολὺ μὲν γὰρ ἀνὰ πᾶσαν τὴν οἰκουμένῆν τὸ Ἰουδαίων ἔθνος κατέσπαρται, πολλάκις αἰχμαλωτισθέν, ὡς ἤδη ἱστόρηται, καὶ σκεδασθὲν πανταχοῦ· πλεῖστον δὲ τῇ Συρία̣ ἐγκαταμέμικται κατὰ τὴν γειτνίασιν, μᾶλλον δὲ τῶν ἄλλων ταύτης πόλεων ἡ Ἀντιόχεια κατοίκους Ἰουδαίους ἐκέκτητο διά τε τὸ τῆς πόλεως μέγεθος καὶ ὅτι ἀδεᾶ τὴν κατοίκησιν ἐν αὐτῇ παρέσχον αὐτοῖς οἱ μετ᾿ Ἀντίοχον βασιλεῖς. ὁ μὲν γὰρ Ἐπιφανὴς Ἀντίοχος τά τε Ἰεροσόλυμα ἐξεπόρθησε καὶ τὸν ναὸν ἐσύλησεν, οἱ δὲ μετ᾿ αὐτὸν βασιλεῖς ἐξ ἴσου τοῖς Ἕλλησι μετέχειν τῆς πόλεως αὐτοῖς συνεχώρησαν. διὸ καὶ εἰς πλῆθος ἐπέδωκαν, πολὺ πλῆθος Ἑλλήνων προσαγόμενοι τῇ θρησκείᾳ. Καθ᾿ ὃν δὲ καιρὸν ὁ τῶν Ἱεροσολύμων πόλεμος ἐξερράγη καὶ εἰς τὴν Συρίαν κατέπλευσεν Οὐεσπασιανός, τὸ δὲ μῖσος κατὰ τοῦ ἔθνους παρὰ πᾶσιν ἤκμαζε, τότε δή τις Ἰουδαῖος Ἀντίοχος, υἱός τῶν ἐπ᾿ Ἀντιοχείας Ἰουδαίων τοῦ πρώτου, εἰς τὸν δῆμον τῶν Ἀντιοχέων παρελθὼν κατηγόρει μὲν τοῦ πατρός, κατηγόρει δὲ καὶ τῶν λοιπῶν Ἰουδαίων, ὅτι καταπρῆσαι τὴν πόλιν ἅπασαν ἐβουλεύσαντο, καὶ παρεδίδου ξένους Ἰουδαίους τινὰς ὡς τοῦ βουλεύματος κοινωνούς. τὸ δὲ τῶν Ἀντιοχέων δημοτικὸν τοὺς μὲν παραδοθέντας αὐτίκα κατέκαυσαν, κατὰ δὲ τῶν αὐθιγενῶν Ἰουδαίων ὥρμηντο κἀκείνους τιμωρησόμενοι. ὁ δὲ τῶν ὁμοφύλων κατήγορος Ἀντίοχος, ἀποστῆναι τῆς πατρίου λέγων θρησκείας, ἔθυεν ὡς νόμος τοῖς Ἕλλησι, παρῄνει δὲ καὶ τοὺς ἄλλους ποιεῖν ὁμοίως βιάζεσθαι· ἔσεσθαι γὰρ φανεροὺς τοὺς ἐπιβουλεύσαντας τῷ μὴ τὴν σφετέραν θρησκείαν ἀπόμνυσθαι. χρωμένων δὲ τῇ πείρᾳ τῶν Ἀντιοχέων, ὀλίγοι μὲν ὑπέκυψαν, οἱ δὲ μὴ εἑλληνί- ’σαι ἀνασχόμενοι διεφθάρησαν. ὁ δ’ εἰρημένος Ἀντίοχος καὶ στρατιώτας παρὰ τοῦ Ῥωμαίων ἡγεμόνος λαβών, χαλεπὸς ἦν τοῖς ὁμοφύλοις, ἀργεῖν τὴν ἑβδόμην οὐκ ἐπιτρέπων· οὕτω τε τὴν ἀνάγκην ἔθετο ἰσχυρὰν ὡς μὴ μόνον ἐπ’ Ἀντιοχείας τὴν τοῦ σαββάτου ἀργίαν καταλελύσθαι ,ἀλλὰ κὰν ταῖς ἄλλαις πόλεσιν ἐπί τινα χρόνον τοῦτο ἐπικρατῆσαι. Οὐ ταῦτα δὲ μόνα τοῖς ἐν Ἀντιοχείᾳ συμβέβηκεν Ἰουδαίοις, ἀλλὰ καὶ δευτέρα προσεγένετο συμφορά. συνέβη μὲν γὰρ καταπρησθῆναι τὴν τῆς πόλεως τετράγωνον ἀγοράν, ἀρχεῖά τε καὶ χαρτοφυλάκια. ὁ δ’ εἰρημένος Ἀντίοχος τοῖς Ἰουδαίοις προσῆπτε τὸν ἐμπρησμόν, καὶ τοὺς Ἀντιοχεῖς ὑπόπτους ἔχοντας ἤδη αὐτοὺς ἠρέθισε κατ’ αὐτῶν· καὶ ὥσπερ ἐμμανείς πρὸς τοὺς διαβεβλημένους ἄπαντες ὥρμηντο. μόλις δ’ αὐτοὺς κατέσχον τινές, συμβουλεύσαντες Τίτῳ τὴν ὑπόθεσιν ἀναθεῖναι. ἐν τῷ μέσῳ δέ τινες ποιουμενοι ἐπιμελῆ τοῦ πράγματος ζήτησιν εὗρον τὸ μὲν τῶν Ἰουδαίων γένος ἀν’ αἴτιον ,πονηροὺς δ’ ἀν- θρώπους τὸ ἔργον τολμήσαντας διὰ χρεῶν ἀνάγκας, οἰηθέντας, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια γραμματεῖα ἐμπρήσειαν, ἕξειν ἀπαλλαγὴν τῆς εἰσπράξεως. Ἐν τούτοις δὲ καὶ ὁ Τίτος ἀφικνεῖτο εἰς Ἀντιόχειαν. καὶ ὁ τῶν Ἀντιοχέων δῆμος προυπήντα αὐτῷ καὶ εὐφήμει, ταῖς δ’ εὐφημίαις συνεῖρε καὶ δέησιν ἐκβαλεῖν ἀξιοῦσαν τοὺς Ἰουδαίους τῆς πόλεως. ὁ δὲ τότε τῶν λεγομένων ἡσυχῇ κατακούων παρῄει, ὕστερον δ' αὖθις σφόδρα λιπαρῶς ἐγκειμένων τῶν Ἀντιοχέων ἐξελαθῆναι τοὺς Ἰουδαίους τῆς πόλεως, “ἀλλ' ἥ γε πατρὶς αὐτῶν’’ ἔφη, “εἰς ἣν ἀναχωρεῖν αὐτοὺς ἐχρῆν, ἀνῄρηται, καὶ δέξαιτ’ ἄν αὐτοὺς οὐδεὶς ἔτι τόπος. ἀποτυχόντες οὖν τῆς αἰτήσεως ταύτης, ἐπὶ δευτέραν ἐτράποντο, καὶ τὰς χαλκὰς ἠξίουν δέλτους ἀναιρεθῆναι, αἷς τὰ δίκαια τῶν Ἰουδαίων ἐγέγραπτο. ἀλλ’ οὐδὲ πρὸς τοῦτο Τίτος ἐπένευσε, πάντα δὲ τοῖς ἐπ’ Ἀντιοχείας Ἰουδαίοις εἴασεν ὡς πρότερον εἶχον αὐτά. αὐτὸς δ’ εἰς Ἀλεξάνδρειαν ἀπιών, καὶ κατὰ τὴν πορείαν τὰ Ἰεροσόλυμα θεασάμενος, ᾤκτειρε τὸν τῆς πόλεως ὄλεθρον, ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως, ὡς αἰτίοις τῆς τῆς πόλεως ἐρημώσεως, πόλεως ἀρχαίας τε καὶ εὐδαίμονος. εὑρίσκοντο δ’ ἔτι κἀν τοῖς ἐρειπίοις αὐτοῖς μέρη τοῦ βαθυτάτου πλούτου αὐτῆς. πολλὰ μὲν γὰρ οἱ Ῥωμαῖοι ἀνέσκαπτον, τὰ πλείω δὲ οἱ αἰχμάλωτοι ὑπεδείκνυον ,ἅπερ οἱ κεκτημένοι πρὸς τὰς ἀδήλους τοῦ πολέμου ῥοπὰς κατὰ γῆς ἐθησαύριζον.